καὶ ἐλθεῖν αὐτὸν τῆς Χαναὰν γῆς εἰς ἑτέραν πόλιν Σικίμων, ἔχοντα παιδία Ῥουβὶμ ἐτῶν δώδεκα μηνῶν δυοῖν, Συμεῶνα ἐτῶν ἕνδεκα μηνῶν τεσσάρων, Λευὶν ἐτῶν δέκα μηνῶν ἕξ, Ἰούδαν ἐτῶν ἐννέα μηνῶν ὀκτώ, Νεφθαλεὶμ ἐτῶν ὀκτὼ μηνῶν δέκα, Γὰδ ἐτῶν ὀκτὼ μηνῶν δέκα, Ἀσὴρ ἐτῶν ὀκτώ, Ἰσσάχαρ ἐτῶν ὀκτώ, Ζαβουλὼν ἐτῶν ἑπτὰ μηνῶν δυοῖν, Δείναν ἐτῶν ἓξ μηνῶν τεσσάρων, Ἰωσὴφ ἐτῶν ἓξ μηνῶν τεσσάρων. παροικῆσαι δὲ Ἰσραὴλ παρὰ Ἐμμὼρ ἔτη δέκα, καὶ φθαρῆναι τὴν Ἰσραὴλ θυγατέρα Δείναν ὑπὸ Συχὲμ τοῦ Ἐμμὼρ υἱοῦ, ἐτῶν οὖσαν δεκαὲξ μηνῶν τεσσάρων. ἐξαλλομένους δὲ τοὺς Ἰσραὴλ υἱούς, Συμεῶνα μὲν ὄντα ἐτῶν εἰκοσιενὸς μηνῶν τεσσάρων, Λευὶν δὲ ἐτῶν εἴκοσι μηνῶν ἕξ, ἀποκτεῖναι τόν τε Ἐμμὼρ καὶ Συχὲμ τὸν υἱὸν αὐτοῦ καὶ πάντας τοὺς ἄρσενας διὰ τὴν Δείνας φθοράν· Ἰακὼβ δὲ τότε εἶναι ἐτῶν ἑκατὸν ἑπτά. ἐλθόντα τε οὖν αὐτὸν εἰς Λουζὰ τῆς Βαιθήλ, φάναι τὸν θεὸν μηκέτι Ἰακώβ, ἀλλ᾽ Ἰσραὴλ ὀνομάζεσθαι. ἐκεῖθεν δὲ ἐλθεῖν εἰς Χαφραθά, ἔνθεν παραγενέσθαι εἰς Ἐφραθά, ἣν εἶναι Βηθλεέμ, καὶ γεννῆσαι αὐτὸν ἐκεῖ Βενιαμίν, καὶ τελευτῆσαι Ῥαχήλ, τεκοῦσαν τὸν Βενιαμίν, συμβιῶσαι δ᾽ αὐτῇ τὸν Ἰακὼβ ἔτη εἴκοσι τρία. αὐτόθεν δὲ ἐλθεῖν τὸν Ἰακὼβ εἰς Μαμβρὶ τῆς Χεβρὼν πρὸς Ἰσαὰκ τὸν πατέρα.