Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Κατὰ Ἱεροκλέους

Εὐσέβιος Καισαρείας

Εισαγωγή, μεθοδολογία και οριοθέτηση της κριτικής

Ο Ευσέβιος παρακάμπτει τα επιχειρήματα του Ιεροκλέους που έχει ήδη αναιρέσει ο Ωριγένης, προκρίνει την κριτική εξέταση του έργου του Φιλοστράτου και θέτει τις βάσεις για την απόρριψη του Απολλωνίου ως θείου ανδρός.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 1 από 7

ΕΥΣΕΒΙΟΥ ΤΟΥ ΠΑΜΦΙΛΟΥ ΠΡΟΣ ΤΑ ΥΠΟ ΦΙΛΟΣΤΡΑΤΟΥ ΕΙΣ ΑΠΟΛΛΩΝΙΟΝ ΤΟΝ ΤΥΑΝΕΑ ΔΙΑ ΤΗΝ ΙΕΡΟΚΛΕΙ ΠΑΡΑΛΗΦΘΕΙΣΑΝ ΑΥΤΟΥ ΤΕ ΚΑΙ ΤΟΥ ΧΡΙΣΤΟΥ ΣΥΓΚΡΙΣΙΝ. Ἆρ᾽ οὖν, ὦ φιλότης, κἀκεῖνά σε τοῦ συγγραφέως ἄξιον ἀποθαυμάζειν, ἃ τῷ ἡμετέρῳ σωτῆρί τε καὶ διδασκάλῳ τὸν Τυανέα συγκρίνων παρεδοξολόγει; πρὸς μὲν γὰρ τὰ λοιπὰ τῶν ἐν τῷ Φιλαλήθει, οὕτω γὰρ εὖ ἔχειν αὐτῷ τὸν καθ᾽ ἡμῶν ἐπιγράφειν ἐδόκει λόγον, οὐδὲν ἂν εἴη σπουδαῖον ἐπὶ τοῦ παρόντος ἵστασθαι μὴ αὐτοῦ ἴδια τυγχάνοντα, σφόδρα δὲ ἀναιδῶς ἐξ ἑτέρων οὐκ αὐτοῖς μονονουχὶ νοήμασιν, ἀλλὰ καὶ ῥήμασι καὶ συλλαβαῖς ἀποσεσυλημένα, (ἃ) τύχοι μὲν ἂν καὶ αὐτὰ τῆς προσηκούσης κατὰ καιρὸν ἀπελέγξεως, δυνάμει δ᾽ ἤδη καὶ πρὸ τῆς ἰδίας κατ᾽ αὐτῶν γραφῆς ἀνατέτραπται καὶ προαπελήλεγκται ἐν ὅλοις ὀκτὼ συγγράμμασι τοῖς Ὠριγένει γραφεῖσι πρὸς τὸν ἀλαζονικώτερον τοῦ Φιλαλήθους ἐπιγεγραμμένον Κέλσου Ἀληθῆ λόγον, ᾧ τὰς εὐθύνας ἀπαραλείπτως, ἐν ὅσοις εἰρήκαμεν, ὁ δεδηλωμένος παραγαγὼν συλλήβδην ὅσα εἰς τὴν αὐτὴν ὑπόθεσιν παντί τῳ εἴρηταί τε καὶ εἰρήσεται, προλαβὼν διελύσατο, ἐφ᾽ ἃ τοὺς ἐπ᾽ ἀκριβὲς τὰ καθ᾽ ἡμᾶς διαγνῶναι ἔχοντας φιλαλήθως ἀναπέμψαντες φέρε μόνην ἐπὶ τοῦ παρόντος τὴν κατὰ τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τοῦ Φιλαλήθους τουτουὶ λόγου παράθεσιν ἐπισκεψώμεθα μηδέν τι σπουδαῖον ἡγούμενοι πρὸς τὰ λοιπὰ τῶν ἑτέρωθεν ὑποσεσυλημένων αὐτῷ διαμάχεσθαι.

μόνα δὲ εἰκότως νυνὶ τὰ περὶ τὸν Ἀπολλώνιον ἐποψόμεθα, ἐπεὶ καὶ μόνῳ παρὰ τοὺς πώποτε καθ᾽ ἡμῶν γεγραφότας ἐξαίρετος νῦν τούτῳ γέγονεν ἡ τοῦδε πρὸς τὸν ἡμέτερον σωτῆρα παράθεσίς τε καὶ σύγκρισις.

Θαυμάζει γοῦν καὶ ἀποδέχεται θείᾳ τινὶ καὶ ἀρρήτῳ σοφίᾳ, οὐχὶ δὲ γοητείας σοφίσμασι τεθαυματουργηκέναι φάσκων αὐτὸν καὶ ταῦτα ἀληθῶς οὕτως ἔχειν ὡς ἔτυχε, πιστεύων καὶ ἀναποδείκτως ἀπισχυριζόμενος. ἄκουε δ᾽ οὖν, ἅ φησιν αὐταῖς συλλαβαῖς· “ἄνω δὲ καὶ κάτω θρυλοῦσι σεμνύνοντες τὸν Ἰησοῦν ὡς τυφλοῖς ἀναβλέψαι παρασχόντα καί τινα τοιαῦτα δράσαντα θαυμάσια.„ εἶτά τινα μεταξὺ εἰπὼν ἐπιλέγει· “ἐπισκεψώμεθα γε μήν, ὅσῳ βέλτιον καὶ συνετώτερον ἡμεῖς ἐκδεχόμεθα τὰ τοιαῦτα καὶ ἣν περὶ τῶν ἐναρέτων ἀνδρῶν ἔχομεν γνώμην.„ καὶ ἐπὶ τούτοις τὸν Προκοννήσιον Ἀριστέαν καὶ Πυθαγόραν ὡς ἂν ἀρχαιοτέρους παρελθὼν ἐπιφέρει λέγων· ἀλλ᾽ ἐπὶ τῶν προγόνων ἡμῶν κατὰ τὴν Νέρωνος βασιλείαν Ἀπολλώνιος ἤκμασεν ὁ Τυανεύς, ὃς ἐκ παιδὸς κομιδῇ νέου καὶ ἀφ᾽ οὗπερ ἐν Αἰγαῖς τῆς Κιλικίας ἱεράσατο τῷ φιλανθρώπῳ Ἀσκληπιῷ, πολλὰ καὶ θαυμαστὰ διεπράξατο, ὧν τὰ πλείω παρεὶς ὀλίγων ποιήσομαι μνήμην.„ εἶτα καταλέγει ἀπὸ πρώτου ἀρξάμενος τὰ παράδοξα, μεθ᾽ ἃ καὶ ἐπιλέγει ταῦτα κατὰ λέξιν· “τίνος οὖν ἕνεκα τούτων ἐμνήσθην;

ἵν᾽ ἐξῇ συγκρῖναι τὴν ἡμετέραν ἀκριβῆ καὶ βεβαίαν ἐφ᾽ ἑκάστῳ κρίσιν καὶ τὴν τῶν Χριστιανῶν κουφότητα, εἴπερ ἡμεῖς μὲν τὸν τὰ τοιαῦτα πεποιηκότα οὐ θεόν, ἀλλὰ θεοῖς κεχαρισμένον ἄνδρα ἡγούμεθα, οἱ δὲ δι᾽ ὀλίγας τερατείας τινὰς τὸν Ἰησοῦν θεὸν ἀναγορεύουσι.„ τούτοις ἐπιφέρει μεθ᾽ ἕτερα φάσκων· “κἀκεῖνο λογίσασθαι ἄξιον, ὅτι τὰ μὲν τοῦ Ἰησοῦ Πέτρος καὶ Παῦλος καί τινες τούτοιν παραπλήσιοι κεκομπάκασιν ἄνθρωποι ψεῦσται καὶ ἀπαίδευτοι καὶ γόητες, τὰ δὲ Ἀπολλωνίου Μάξιμος ὁ Αἰγιεὺς καὶ Δάμις ὁ φιλόσοφος ὁ συνδιατρίψας αὐτῷ καὶ Φιλόστρατος ὁ Ἀθηναῖος παιδεύσεως μὲν ἐπὶ πλεῖστον ἥκοντες, τὸ δ᾽ ἀληθὲς τιμῶντες διὰ φιλανθρωπίαν ἀνδρὸς γενναίου καὶ θεοῖς φίλου πράξεις μὴ βουλόμενοι λαθεῖν.„ ταῦτα ῥήμασιν αὐταῖς Ἱεροκλεῖ τῷ τὸν καθ᾽ ἡμῶν ἐπιγεγραφότι Φιλαλήθη λόγον εἴρηται.

Δάμις μὲν οὖν ὁ τὰ πολλὰ ξυνδιατρίψας τῷ Ἀπολλωνίῳ ἀπὸ τῆς Ἀσσυρίων γῆς ὁρμώμενος αὐτόθι τε πρῶτον ἐπὶ τῆς ἰδίας χώρας αὐτῷ συμμίξας τὴν ἐξ ἐκείνου μετὰ τοῦ ἀνδρὸς αὐτῷ γενομένην συνουσίαν ἱστόρησεν, ὁ δὲ Μάξιμος κομιδῇ βραχέα τῶν κατὰ μέρος αὐτῷ πεπραγμένων ἀνεγράψατο, ὅ γε μὴν Ἀθηναῖος Φιλόστρατος τὰ φερόμενα πάντα ὁμοῦ ἀπό τε τῶν Μαξίμου καὶ αὐτοῦ Δάμιδος καὶ ἄλλων συναγαγεῖν ἑαυτὸν φήσας πάντων μάλιστα ἐντελῆ τὴν ἀπὸ γενέσεως καὶ μέχρι τελευτῆς ἱστορίαν τοῦ κατὰ τὸν ἄνδρα βίου πεποίηται.

Εἰ δὴ οὖν ἐξὸν τὴν ἐπικατηγορουμένην ἡμῶν εὐχέρειάν τε καὶ κουφότητα καὶ τὴν τοῦ Φιλαλήθους ἀκριβῆ καὶ βεβαίαν ἐφ᾽ ἑκάστῳ παραθεῖναι κρίσιν, φέρε διαπυθώμεθα, οὐχ ὅστις θειότερος γεγόνει.

οὐδ᾽ ὁποῖος θαυμασιώτερά τε καὶ πλείω διεπράξατο παράδοξα, οὐδ᾽ ὡς μόνος παρὰ τοῖς ἀνέκαθεν πρὸ μυρίων ὅσων (ἐτῶν) γενομένοις Ἑβραίων σοφοῖς ὁ σωτὴρ ἡμῶν καὶ κύριος Ἰησοῦς Χριστὸς ἥξειν εἰς ἀνθρώπους κατὰ θείαν ἐπίπνοιαν προπεφήτευτο, οὐδ᾽ ὡς πλείους ἐπὶ τὸν τῆς θείας διδασκαλίας αὐτοῦ λόγον προὐτρέψατο, οὐδ᾽ ὡς γνησίους καὶ ὄντως ἀληθεῖς ἐκτήσατο φοιτητὰς μονονουχὶ καὶ ὑπεραποθνήσκειν ἑτοίμως τῶν λόγων αὐτοῦ παρεσκευασμένους, οὐδ᾽ ὡς μόνος σώφρονος βίου διδασκαλεῖον καὶ ἐς τὸν μετέπειτα χρόνον συνεστήσατο, οὐδ᾽ ὡς τῇ ἰδίᾳ θεότητί τε καὶ ἀρετῇ πᾶσαν ἔσωσε τὴν οἰκουμένην [καὶ] εἰσέτι καὶ νῦν μυρία πλήθη πανταχόθεν ἐπὶ τὴν θείαν ἑαυτοῦ διδασκαλίαν ἐπαγόμενος, οὐδ᾽ ὡς τῶν πώποτε μόνος πρὸς ἁπάντων σχεδὸν εἰπεῖν ἀνθρώπων ἀρχόντων τε καὶ ἀρχομένων πλείστοις ἔτεσιν ἤδη πολεμούμενος κρείττων καὶ πολὺ δυνατώτερος τῶν πικρῶς ἐλαυνόντων ἀπίστων ἀποδέδεικται θείᾳ καὶ ἀρρήτῳ δυνάμει τοὺς μὲν κατὰ καιρὸν ἐπανισταμένους αὐτοῦ τῇ θείᾳ διδασκαλίᾳ ῥᾳδίως μετιών, τὸν δὲ παγέντα πρὸς αὐτοῦ καὶ παραδοθέντα θεῖον λόγον εἰς ἄπειρον αἰῶνα καθ᾽ ὅλης κρατύνων τῆς οἰκουμένης, οὐδ᾽ ὡς εἰσέτι καὶ νῦν τῆς ἐνθέου δυνάμεως τὴν ἀρετὴν ἐπιδείκνυται μοχθηρούς τινας καὶ φαύλους δαίμονας ψυχαῖς ἀνθρώπων καὶ σώμασιν ἐφεδρεύοντας ἀπελαύνων διὰ μόνης τῆς ἀρρήτου προσηγορίας αὐτοῦ, ὡς αὐτῇ πείρᾳ κατειλήφαμεν, ταῦτα γὰρ περὶ τὸν Ἀπολλώνιον ζητεῖν μὴ καὶ τὸ ἐρωτᾶν ἀνόητον· μόνην δὲ ἐπισκεψώμεθα τὴν τοῦ Φιλοστράτου γραφήν, δι᾽ ἧς εὐθυνοῦμεν, ὡς οὐχ ὅτι γε ἐν φιλοσόφοις, ἀλλ᾽ οὐδὲ ἐν ἐπιεικέσι καὶ μετρίοις ἀνδράσιν ἄξιον ἐγκρίνειν, οὐχ ὅπως τῷ σωτῆρι ἡμῶν Χριστῷ παρατιθέναι τὸν Ἀπολλώνιον ὅσον ἐπὶ τῇ γραφῇ τοῦ παρὰ τῷ Φιλαλήθει παιδεύσεως μὲν ἐπὶ πλεῖστον ἥκοντος, τὸ δ᾽ ἀληθὲς μὴ τιμῶντος συγγραφέως.

τοιοῦτος γὰρ ἦν αὐτῷ μετὰ τῶν ἄλλων καὶ ὁ Ἀθηναῖος Φιλόστρατος, ἐξ οὗ ῥᾳδίως ἂν καταμάθοιμεν καὶ τῶν λοιπῶν τῶν κατ᾽ αὐτὸν παιδεύσεως μὲν ἐπὶ πλεῖστον ἡκόντων, αὐτὸ δὲ τὸ ἐξητασμένως μὴ ἀπηκριβωμένων τῆς κατὰ τὸν Ἀπολλώνιον ἱστορίας. τούτων γὰρ ἡμῖν διευκρινηθέντων ὁμοῦ τοῦ τε Φιλαλήθους τὰ ἀνωτάτω τε καὶ καθ᾽ ὅλων δικαστήρια διειληφότος ἡ κατὰ Χριστιανῶν βεβαία καί, ὡς αὐτὸς ἑαυτῷ δοκεῖ, ἀκριβὴς ἐφ᾽ ἑκάστῳ κρίσις φανερὰ καταστήσεται ἡμῶν τε αὖ, οἳ μωροὶ καὶ βεβουκολημένοι νενομίσμεθα παρ᾽ αὐτοῖς, ἡ πρὸς αὐτῶν ἐπικαλουμένη εὐχέρειά τε καὶ κουφότης.

Ἄλλος μὲν οὖν ὁμόσε χωρῶν αὐτόθεν διέβαλλεν ἂν βλασφημῶν ὡς ἐχθρὸν αὐτῷ καὶ πολέμιον τὸν καθ᾽ οὗ τὸν λόγον ἐποιεῖτο, ἐγὼ δέ, ἑταῖρε, σοφόν τινα τὰ ἀνθρώπινα τὸν Τυανέα γεγονέναι ἡγούμην καὶ ἔτι γε (τῆς) αὐτῆς ἔχεσθαι διανοίας ἑκὼν εἶναι βουλοίμην καί σοι τὴν αὐτὸς ἐμαυτοῦ περὶ αὐτοῦ δόξαν ἐκθείην ἂν ἐρωτῶντι· φιλοσόφων μὲν ὅτῳ τις βούλοιτο (συγ)καταλέγειν τὸν ἄνδρα πέρα μηδὲν διενοχλῶν ταῖς περὶ αὐτοῦ μυθολογίαις. μὴ φθονεῖν, εἰ δ᾽ ὑπερπηδᾶν τοὺς ὅρους καὶ φιλοσοφίας ὑπέρτερα φρονεῖν εἴτε τις Δάμις Ἀσσύριος, εἴτε Φιλόστρατος, εἴτε τις συγγραφεὺς ἢ λογογράφος θρασύνοιτο λόγῳ μὲν ἐκτρεπόμενος γοητείαν, ἔργοις δὲ πλέον ἢ ῥήμασιν ἐπιφορτίζων τὸν ἄνδρα προσωπείου δίκην τὴν Πυθαγόρειον ἐπιμορφαζόμενος ἀγωγήν, οἰχήσεται μὲν ἡμῖν ὁ φιλόσοφος, ὄνος δ᾽ ἀντὶ τοῦ λέοντος ἐπικρυπτόμενος δέρρει σοφιστής τις ὡς ἀληθῶς ἀγείρων κατὰ τὰς πόλεις αὐτό τε τοῦτο γόης ἀτεχνῶς ἀντὶ φιλοσόφου φωραθήσεται. πῶς δὲ τοῦτό φημι καὶ πόθεν ὁρμώμενος, ἐρωτᾷς; μάνθανε· ὅροι φύσεως ἀρχὰς καὶ μέσα καὶ τέλη τῆς τῶν ὅλων οὐσίας περιειληφότες μέτρα καὶ θεσμοὶ ἅπασι, δι᾽ ὧν τόδε τὸ πᾶν μηχάνημά τε καὶ ἀρχιτεκτόνημα τοῦ παντὸς κόσμου τελεσιουργεῖται, διατέθεινται νόμοις ἀλύτοις καὶ δεσμοῖς ἀρρήκτοις τῆς τὰ πάντα οἰκονομούσης προνοίας τὸ πάνσοφον βούλημα διαφυλάττοντες.