Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Κατὰ Ἱεροκλέους

Εὐσέβιος Καισαρείας

Κριτική των ισχυρισμών περί της θείας φύσεως και της παιδείας του Απολλωνίου

Ελέγχονται οι αντιφάσεις του Φιλοστράτου σχετικά με την υποτιθέμενη θεία καταγωγή, την απουσία ανάγκης διδασκαλίας και τη μαθητεία του Απολλωνίου, αντιπαραβάλλοντας τις ανθρώπινες αρετές με τις μυθικές υπερβολές.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 2 από 7

οὔκουν κινήσειέ τι καὶ μεταθείη (τις ἂν) τῆς τάξεως τῶν ἅπαξ διατεθειμένων. κεκράτηται δ᾽ οὖν θεσμῷ φύσεως τὸν θεῖον ὑπεραναβαίνειν νόμον πᾶς, ὅτῳ τις θρασύτερος τῶν ἐπέκεινα (ἐπι)βαίνειν ἔνεστι πόθος. οὔτ᾽ οὖν παρὰ φύσιν ὁ ἔνυδρος ἐπὶ τὴν χέρσον μεταβὰς βιῶναι δυνήσεται ἰχθύς, οὔτε τὸ ἐν χέρσῳ τραφὲν τοῖς ὕδασιν ἐγκαταδύσεται τὴν ἐκεῖσε διηνεκῆ μονὴν ἀσπαζόμενον, οὔτε μέγα πηδήσας μετέωρός τις τῶν ἐπὶ γῆς ἀρθήσεται πρὸς ἀέρα συμπεριπολεῖν ἀετοῖς ἐπιθυμῶν· καὶ μὴν ἐκεῖνοί γε κἂν ἐπὶ γῆς ἔλθοιεν βρίσαντες ἐπὶ τὸ κάτω τὴν δύναμιν καὶ τοῦ πτεροῦ χαλάσαντες καὶ ἀνέντες τὴν φύσιν, ἐπεὶ καὶ τοῦτο θείοις ὥρισται νόμοις, (ἐκ) τοῦ ὕψους τὸ μετέωρον ὑποκαταβαίνειν δύνασθαι, οὐ μὴν καὶ ἔμπαλιν τὸ ταπεινὸν καὶ γεῶδες ἐπὶ τὸ μετέωρον αἴρεσθαι. ταύτῃ δὴ καὶ τὸ θνητὸν ἀνθρώπων γένος ψυχῆς μετέχον καὶ σώματος ὅροις περιγέγραπται θείοις. οὔτ᾽ οὖν τῷ σώματι δι᾽ ἀέρος ἔλθοι ποτὲ τῶν ἐπὶ γῆς τις καταφρονήσας διατριβῶν μὴ οὐχὶ τοὐπιτίμιον αὐτίκα τῆς ἀνοίας παρασχών, οὔτε τὴν ψυχὴν ἀρθεὶς φρονήματι καθίξεται τῶν ἀνεφίκτων, ἢ μελαγχολίας νοσήματι ἂν περιπέσοι. σωφρονοῖ δ᾽ ἂν ἀρτίοις μὲν τὸ σῶμα ποσὶν ἐπὶ γῆς φερόμενος, τὴν δὲ ψυχὴν παιδείᾳ καὶ φιλοσοφίᾳ σκηρίπτων, εὔξαιτο δὲ καί τινα συνεργὸν ἄνωθέν ποθεν ἐκ τῶν κατ᾽ οὐρανὸν διατριβῶν ἐλθεῖν καὶ τῆς ἐκεῖσε διδάσκαλον αὐτῷ φανῆναι σωτηρίας.

ἐρρωμένῳ γάρ τοι παραδείγματι νοσοῦντι μὲν τὸν ἰατρὸν ἐπιφοιτᾶν θέμις, καὶ τὸν διδάσκαλον εἰσαγομένῳ τοῖς μαθήμασι συμφέρεσθαι καὶ τὸν ἄνω που καὶ ἐν ὕψει συγκατιέναι τοῖς ταπεινοῖς, οὐ μὴν καὶ ἀνάπαλιν. ὅθεν δὴ θείαν μὲν φύσιν εὐεργέτιν οὖσαν καὶ σώτειραν καὶ προνοητικὴν τῶν (ἐπι)όντων ἀνθρώποις ποτὲ εἰς ὁμιλίαν ἐλθεῖν οὐδεὶς ἂν ἀπείργοι λόγος ὅρῳ θείας προνοίας καὶ τούτου συγκεχωρημένου, ἀγαθὸς γὰρ ἦν κατὰ τὸν Πλάτωνα, ἀγαθῷ δὲ οὐδεὶς περὶ οὐδενὸς ἐγγίνεται φθόνος· οὔκουν σωμάτων μόνων ἀγαθὸς ὢν ὁ τόδε τὸ πᾶν διακυβερνῶν ἐπιμελήσεται, πολὺ πλέον δὲ ψυχῶν, αἷς τὸ ἀθάνατόν τε καὶ αὐτοκρατορικὸν κεχάρισται γέρας. ταύταις δῆτα οἷα τῆς οἰκονομίας ἁπάσης κύριος ὢν καὶ χαρίτων, ὧν ἂν δωρούμενος αὐτὰς εὐεργετῇ τὴν φύσιν οὔσαις ἀντιληπτικαῖς ἀκτῖνας ὥσπερ τοῦ παρ᾽ ἑαυτοῦ φωτὸς δωρήσεται ἀφθόνως τῶν ἀμφ᾽ αὐτόν, ἔστιν ὅτε τοὺς μάλιστα προσεχεῖς εἰς τὴν τῶν ἐπίταδε σωτηρίαν τε καὶ ἀντίληψιν ἐκπέμπων, ὧν εἴ τῳ εὐτυχῆσαι γένοιτο, τὴν διάνοιαν οὗτος ἀποκαθαρθεὶς καὶ τὴν τῆς θνητότητος ἀποσκεδάσας ἀχλὺν θεῖος ἀληθῶς ἀναγραφήσεται μέγαν τινὰ θεὸν ἀγαλματοφορῶν (ἐν) τῇ ψυχῇ.

κινήσειε δῆτ᾽ ἂν οἷα τηλικοῦτος τὸ πάντων ἀνθρώπων γένος καὶ μᾶλλον ἡλίου τὴν οἰκουμένην καταλάμψειε τοὖργον τῆς ἀιδίου θεότητος καὶ εἰς τὸν ἐπιόντα συνορᾶσθαι καταλείπων χρόνον οὐ μεῖον τῶν ἐξ ἀψύχου ὕλης δημιουργημάτων τὸ τῆς ἐνθέου παράδειγμα φύσεως παρεσχημένος. καὶ ταύτῃ μὲν ἀνθρωπεία φύσις τῆς ὑπὲρ ἄνθρωπον κοινωνήσαι ἄν, ἄλλως δ᾽ οὐ θέμις τοὺς ὅρους ὑπερβαίνειν, οὐδ᾽ ἄπτερον ἔχοντα τὸ σῶμα τὰ τῶν πτηνῶν ἐπιτηδεύειν, οὐδ᾽ ἄνθρωπον ὄντα τὰ τῶν δαιμόνων πολυπραγμονεῖν.

Τίνα δῆτα ἡμῖν ἐπὶ τούτοις τὸν Ἀπολλώνιον εἰσάγεις, ὦ συγγραφεῦ; εἰ μὲν δὴ θεῖον καὶ φιλοσόφου κρείττονα τήν τε φύσιν ἁπλῶς εἰπεῖν ὑπὲρ ἄνθρωπον, τήρει μοι δι᾽ ὅλης τῆς ἱστορίας τὴν ὑπόθεσιν καὶ τοὖργον εἰσέτι νῦν ἐπιδείκνυθι τῆς θειότητος. ἦ γὰρ οὐκ ἀτοπώτατον τεκτόνων μὲν καὶ οἰκοδόμων καὶ μετὰ τὴν τῶν δημιουργῶν τελευτὴν ἐπὶ μήκιστον τοὖργον διαρκεῖν ἀθάνατόν που σχεδὸν τῶν συστησαμένων τὴν μνήμην στηλιτεῦον, θείαν δὲ ἄρα φύσιν ἀνθρώποις ἐπιλάμψασαν σκότιόν που καὶ μινυνθάδιον ἀποτελεῖν, οὐχὶ δὲ εἰς αἰῶνα τὴν ἀρετὴν ἐπιδείκνυσθαι, μὴ εἰς ἕνα τινὰ Δάμιν ἢ καὶ ἄλλους βραχεῖς πτωχεύουσαν τῶν ἀνθρώπων, ἀλλ᾽ εἰς μυρίων ὅσων ὠφελείας οὐ τῶν καθ᾽ ὃν (χρόνον) ἐγνωρίζετο μόνων, ἀλλὰ καὶ τῶν μετὰ ταῦτα γενησομένων τὴν πάροδον ποιουμένην; ταύτῃ τοι καὶ τοὺς πάλαι σοφοὺς ζηλωτάς τε καὶ διαδόχους ποιήσασθαι τῆς ἀρετῆς ἀθάνατον ὡς ἀληθῶς ἀνθρώποις παρεσχημένους τὸ κατόρθωμα. εἰ δὲ θνητὴν ὑπογράφεις τἀνδρὸς τὴν φύσιν, ὅρα μὴ πλέον, ἢ προσῆκε, ταύτῃ χαριζόμενος δίκην ἀποίσεις παραλογίας. ἀλλὰ μὴν εἰσῆκται αὐτῷ θεῖος ἄνθρωπος καὶ θαλαττίου δαίμονος σχῆμά τε καὶ προσωπεῖον ἀπὸ γενέσεως ἀναλαμβάνων. “κυούσῃ γάρ,„ ὥς φησι, τῇ αὐτοῦ μητρὶ φάσμα ἦλθε θαλαττίου δαίμονος, Πρωτεὺς ὁ παρὰ τῷ Ὁμήρῳ ἐξαλλάττων.

ἡ δὲ οὐδὲν δείσασα ἤρετο αὐτόν, τί ἀποκυήσοι, ὁ δὲ “ἐμὲ„ εἶπε· “σὺ δὲ τίς„ εἰπούσης “Πρωτεὺς„ ἔφη “ὁ Αἰγύπτιος.„ εἶτα δὲ λειμῶνά τινα, καὶ κύκνους τὴν γυναῖκα μαιεύεσθαι γράφει, ὁπόθεν αὐτὸ τοῦτ᾽ εἴη ληφθέν, μὴ εἰπών· οὐ γὰρ δὴ καὶ τούτου ὑγηγητήν. Δάμιν τὸν Ἀσσύριον ὑπογράψεται. ἀλλὰ καὶ οὐκ ἐς μακρὸν τῆς αὐτῆς ἱστορίας αὐτῷ Δάμιδι οἷα δὴ θείας ὄντα φύσεως τὸν Ἀπολλώνιον εἰσάγει αὐτὰ δὴ ταῦτα λέγοντα· “ἐγώ, ὦ ἑταῖρε, πασῶν τῶν φωνῶν ξυνίημι μαθὼν οὐδεμίαν·„ καὶ “μὴ θαυμάσῃς, οἶδα γὰρ καὶ ἃ σιωπῶσιν οἱ ἄνθρωποι.„ καὶ πάλιν ἐν Ἀσκληπιοῦ τιμώμενον πρὸς τοῦ δαίμονος καὶ πρόγνωσιν φυσικήν τινα καὶ ἀδίδακτον ἔχειν ἐκ παιδὸς κρείττονά τε ἀτεχνῶς ἀνθρώπου φῦναι αὐτὸν ἐξ αὐτῆς γενέσεως καὶ δι᾽ ὅλης ἡμῖν τῆς ἱστορίας ὑπογράφει. λύσαντος γοῦν ἑαυτόν ποτε ἀπὸ δεσμῶν ἐπιφέρει λέγων· “τότε πρῶτον ὁ Δάμις φησὶν ἀκριβῶς ξυνεῖναι τῆς Ἀπολλωνίου φύσεως, ὅτι θεία τε εἴη καὶ κρείττων ἀνθρώπου. μὴ γὰρ θύσαντά τι, πῶς γὰρ ἐν δεσμωτηρίῳ; μηδὲ εὐξάμενον, μηδὲ εἰπόντα τι καταγελάσαι τοῦ δεσμοῦ.„ ἐπὶ τελευτῇ δὲ τάφον μὲν αὐτοῦ μηδόλως ποι γῆς εὑρίσκεσθαι, χωρῆσαι δὲ εἰς οὐρανὸν αὐτῷ σώματι μεθ᾽ ὕμνων καὶ χορείας λέγει. εἰκότως δὴ οὖν οἷα ὄντα τοσοῦτον “θειότερον ἢ Πυθαγόρας Ἐμπεδοκλῆς τε καὶ Πλάτων φιλοσοφίᾳ τὸν ἄνδρα προσεληλυθέναι φησίν.

οὐκοῦν ἐν θεοῖς ἡμῖν διὰ τούτων ἀναγεγράφθω ὁ ἄνθρωπος καὶ ὁ φθόνος ἀπέστω τῆς τῶν φωνῶν ἁπασῶν αὐτοφυοῦς καὶ αὐτοδιδάκτου συνέσεως. τί δῆτα οὖν ἐς διδασκάλου ἄγει αὐτὸν καὶ τὸν μηδεμίαν φωνὴν μεμαθηκότα διαβάλλει ὡς ἂν ἐξ ἀσκήσεως καὶ μελέτης, ἀλλ᾽ οὐκ ἐκ φύσεως Ἀττικὸν γενόμενον τὴν γλῶτταν; φησὶ γάρ τοι, ὡς προϊὼν ἐς ἡλικίαν γράμματά τε καὶ μνήμης ἰσχὺν ἐδήλου καὶ μελέτης κράτος καὶ ἡ γλῶττα αὐτῷ ἀττικῶς εἶχε.„ καὶ “γεγονότα δὲ αὐτὸν ἔτη τεσσαρεσκαίδεκα ἄγει ἐς Ταρσοὺς ὁ πατὴρ παρ᾽ Εὐθύδημον τὸν ἐκ Φοινίκης, ὃς ῥήτωρ τε ἀγαθὸς ἦν καὶ ἐπαίδευε τοῦτον, ὁ δὲ τοῦ διδασκάλου εἴχετο.„ εἶτα “ξυνεφιλοσόφουν αὐτῷ Πλατώνειοί τε καὶ Χρυσίππειοι καὶ οἱ ἀπὸ τοῦ περιπάτου. διήκουε δὲ καὶ τῶν Ἐπικούρου λόγων, οὐδὲ γὰρ τούτους ἀπεσπούδαζε, τοὺς δὲ Πυθαγορείους ἀρρήτῳ τινὶ σοφίᾳ ξυνελάμβανε.„ τοσαῦτα ὁ μηδεμίαν μαθὼν φωνὴν θείᾳ τε δυνάμει “ἃ καὶ σιωπῶσιν ἄνθρωποι„ προλαβὼν ἐξεπαιδεύετο. ὁ δὲ διαλιπὼν αὖθις αὐτὸν θαυμάζει, ἐς ὅσον συνέσεως τῆς τῶν ζῴων φωνῆς ἦλθε καὶ ἐπιφέρει λέγων “καὶ ἐς ξύνεσιν δὲ τῆς τῶν ζῴων φωνῆς ἦλθε, καὶ ἔμαθε δὲ τοῦτο διὰ τῶν Ἀραβίων πορευόμενος ἄριστα γιγνωσκόντων τε καὶ πραττόντων αὐτό. ἔστι γὰρ τῶν Ἀραβίων κύκνων ἤδη καὶ ὀρνίθων μαντευομένων ἀκούειν, ὁπόσα οἱ χρησμοί.

ξυμβάλλονται δὲ τῶν ἀλόγων σιτούμενοι τῶν δρακόντων οἱ μὲν καρδίαν φασίν, οἱ δὲ ἧπαρ.„ ἐνταῦθα πάντως που δρακόντων καρδίας δήπου καὶ ἥπατος τὸν Πυθαγόρειον ἐμψύχων τε τροφῆς ἀπεχόμενον καὶ μηδὲ θύειν δαίμοσιν ἐπιτολμῶντα εἰκὸς ἦν ἀπογεύσασθαι, ὡς ἂν καὶ τῆς παρὰ τούτοις κοινωνήσοι σοφίας. πρὸς γὰρ τοιῶνδε διδασκομένῳ πῶς ἂν ἄλλως μὴ οὐχὶ τὰ ὅμοια τοῖς διδασκάλοις ζηλώσαντι κατωρθοῦτο τὸ ἐπιτήδευμα; ἔχομεν δὴ οὖν πρὸς τοῖς καταλελεγμένοις καὶ τοὺς Ἀραβίων σοφοὺς διδασκάλους τῆς κατὰ τὴν οἰωνιστικὴν τἀνδρὸς ἐπιστήμης, ἐφ᾽ ἧς εἰκότως ὁρμώμενος ὕστερόν ποτε τὸν στρουθόν, ὅ τι καὶ βούλοιτο συγκαλῶν τοὺς ἑτέρους ἐπὶ τροφήν, προειπὼν θαῦμα μέγιστον παρέχειν ἔδοξε τοῖς παροῦσι. ταύτῃ δὴ καὶ τὴν ἀπεσφαγμένην ὅσον οὔπω λέαιναν ἅμα τοῖς ὀκτὼ σκύμνοις κατὰ τὴν εἰς Ἀσσυρίους ὁδὸν θεασάμενος αὐτίκα τῷ θεάματι συμβαλὼν τῆς ἐσομένης αὐτῷ παρὰ Πέρσαις διατριβῆς τὸν χρόνον ἐμαντεύσατο. ἀκόλουθα δὲ τῇ παρὰ τοῖς Ἀραβίοις φοιτήσει ἐγχειρεῖν αὐτὸν καὶ παρὰ Πέρσαις ὁ αὐτὸς συγγραφεὺς ἱστορεῖ· τῷ γάρ τοι Δάμιδι, ὃς μόνος φοιτητὴς ἦν αὐτῷ καὶ ἑταῖρος, ἀπαγορεύσας παρὰ τοὺς μάγους ἰέναι μόνος αὐτός, ὡς ἂν μὴ μετ᾽ ἀγνώμονος δηλαδὴ τὰ τῆς μαγείας μανθάνοι, μεσημβρίας τε καὶ ἀμφὶ μέσας νύκτας τὰς μετ᾽ αὐτῶν ἐποιεῖτο σχολάς.

ἔτι δὲ Οὐαρδάνῃ Βαβυλωνίῳ εἰς λόγους ἐλθόντα βασιλεῖ ὧδέ πως λέγειν αὐτὸν παρατίθεται· “σοφία δέ μοι Πυθαγόρου Σαμίου ἀνδρός, ὃς θεούς τε θεραπεύειν ὧδέ με ἐδιδάξατο καὶ ξυνιέναι σφῶν ὁρωμένων τε καὶ οὐχ ὁρωμένων φοιτᾶν τε ἐς διαλέξεις θεῶν.„ τίς δ᾽ αὐτῷ ταῦτα συγχωρήσειεν, ὅτε Πυθαγόρᾳ μὲν οὐδεμία τις τοιαύτη καταλέλειπται γραφή, οὐδ᾽ ἀπόρρητα τινα συγγράμματα, ὡς κἂν ὑπονοῆσαι αὐτὸν ἐξ ἐκείνων ὁρμᾶσθαι, ὁ δέ γε διδάσκαλος αὐτῷ τῆς κατὰ Πυθαγόραν φιλοσοφίας οὐδέν τι διαφέρειν τῶν Ἐπικουρείων πρὸς αὐτοῦ μεμαρτύρηται τοῦ Φιλοστράτου ὧδέ πως εἰρηκότος “διδάσκαλος μὲν ἦν αὐτῷ τῶν Πυθαγόρου λόγων οὐ πάνυ σπουδαῖος, οὐδ᾽ ἐνεργῷ τῇ φιλοσοφίᾳ χρώμενος, γαστρός τε ἥττων καὶ ἀφροδισίων καὶ κατὰ τὸν Ἐπίκουρον ἐσχημάτιστο. ἦν δὲ οὗτος Εὔξενος ὁ ἐξ Ἡρακλείας τοῦ Πόντου. τὰς δὲ Πυθαγόρου γνώμας ἐγίγνωσκεν, ὥσπερ οἱ ὄρνιθες ἃ μανθάνουσι παρὰ τῶν ἀνθρώπων. “φεῦ τῆς ἀτοπίας, εἰ παρὰ τούτου λέγοι τις τῆς πρὸς τοὺς θεοὺς διαλέξεως τὴν σύνεσιν αὐτὸν εἰληφέναι. ἀλλὰ δὴ συγκεχωρήσθω καὶ ἑτέρων ὑφηγητῶν αὐτὸν ἀκηκοέναι καίτοι γε τοῦ συγγραφέως τοῦτο μηδαμῶς ἐπισημηναμένου· τίς δὴ οὖν τούτων σύνεσίν τε καὶ φοίτησιν (εἰς διαλέξεις) θεῶν ὁρωμένων καὶ οὐχ ὁρωμένων αὐτός τε ὡς ἀπὸ Πυθαγόρου (μαθὼν) εἰδέναι διδάσκεσθαί τε ἑτέρους ἐπηγγέλλετο;

καὶ μὴν οὐδ᾽ ὁ περιβόητος Πλάτων πάντων γε μᾶλλον τῆς Πυθαγόρου κεκοινωνηκὼς φιλοσοφίας, οὔτ᾽ Ἀρχύτας, οὔτ᾽ αὐτὸς ἐκεῖνος ὁ τὰς Πυθαγόρου γραφῇ παραδοὺς ὁμιλίας Φιλόλαος, οὐδ᾽ εἴ τινες ἄλλοι γνώριμοι τἀνδρὸς γεγονότες, οἳ δόξας τε αὐτοῦ καὶ γνώμας γραφῇ τοῖς μετ᾽ αὐτὸν παραδεδώκασιν, ἐπὶ τοιαύτῃ τινὶ ἐσεμνύναντο σοφίᾳ. οὐκοῦν ἑτέρωθεν, ἀλλ᾽ οὐκ ἀπὸ Πυθαγόρου τὰ τοιαδὶ μαθὼν προσχήματι σεμνολογῶν ἐπιγράφεται τὴν τοῦ φιλοσόφου πρόσρησιν, ἵνα δὲ καὶ παραλογώτατα τὸ ψεῦδος ὡς ἀληθές τις γεγονέναι συγχωρήσειεν, οὐκ οἶδ᾽ ὅπως ἐξ αὐτοῦ λέγων ἐκείνου τοῦ Σαμίου πρὸ μυρίων ὅσων ἐτῶν ἐξ ἀνθρώπων γενομένου τὰ περὶ τούτων αὐτὸν μεμαθηκέναι. οὐκοῦν πρὸς τοῖς Ἀραβίοις καὶ τοῦτον διδάσκαλον αὐτοῦ τῆς δὴ νομιζομένης ἀπορρήτου περὶ θεῶν ἐπιστήμης ἐπιγραπτέον. εἰ δὴ οὖν θείας ἦν φύσεως, κατέψευσται αὐτοῦ τοὺς διδασκάλους ὁ λόγος, εἰ δ᾽ ἀληθὴς ἦν οὗτος, ψευδὴς ἦν ὁ μῦθος καὶ οὐκ ἀληθὴς ἡ περὶ τοῦ θεῖον γεγονέναι αὐτὸν γραφή. οὔπω μοι τοῦ Πρωτέως τὸ φάσμα πολυπραγμονεῖν ἔπεισι καὶ τὴν περὶ τούτου πίστιν αἰτεῖν, οὐδὲ τῶν παρ᾽ αὐτῷ κύκνων τὰς ἀποδείξεις, οὓς γελοίως τὴν μητέρα τίκτουσαν αὐτὸν μαιοῦσθαι ἱστορεῖ, ἀλλ᾽ οὐδὲ τῆς περὶ τοῦ σκηπτοῦ μυθολογίας τὸν μάρτυρα παρέχειν ἀξιῶ, οὐ γὰρ δὴ καὶ τούτων, ὡς ἔφην, Δάμις ἡμῖν συνίστωρ ἀφίξεται, μακρῷ ὕστερον ἐν Νίνῳ τῆς Ἀσσυρίας τἀνδρὶ συνάψας.

ἐγὼ μὲν οὖν εὖ μάλα προθύμως τοῖς εἰκόσι τε καὶ ἀληθείας ἐχομένοις πειθόμενος, εἰ καὶ μείζονά τινα καθ᾽ ὑπερβολὴν ἐς ἔπαινον ἀνδρὸς ἀγαθοῦ λέγοιτ᾽ ἄν, πιστὰ καὶ παραδεκτέα εἶναί μοι δοκῶ, ὅτι μὴ μόνα τὰ τερατώδη καὶ λήρου πλέα. οὔκουν φθονοίην, εἴ φησιν ὁ συγγραφεὺς γένος τε ἀρχαῖον καὶ τῶν οἰκιστῶν ἀνημμένον τῷ ἀνδρὶ γεγονέναι καὶ πλουτῶν εἰ οὕτως ἔτυχεν ὑπὲρ τοὺς ἐγχωρίους ἅπαντας διδασκάλων τε νέον ὄντα οὐ μόνον τῶν δεδηλωμένων τυχεῖν, ἀλλ᾽, εἰ δοκεῖ, καὶ τούτων αὐτὸν διδάσκαλον καὶ καθηγητὴν γεγονέναι. ἔστω δ᾽ ἐπὶ τούτοις ἐντρεχὴς καὶ τὰ κοινά, ὡς τὸν εἰς Ἀσκληπιοῦ θεραπείας χάριν ἀφιγμένον διὰ γνώμης ἀρίστης ἀπαλλάξαι τῆς ἀρρωστίας, νοσοῦντι γὰρ δὴ ὑδέρου πάθει κατάλληλον ἐγκρατείας ὑποθέσθαι δίαιταν τῷ κάμνοντι καὶ ταύτῃ αὐτὸν ὑγιᾶ καταστῆσαι καὶ τούτῳ γε τῆς φρονήσεως ἀποδεκτὸν τὸ μειράκιον, καὶ ὡς τὸν πολυτελῶς θύειν παρεσκευασμένον εἶρξεν οἷα εἰκὸς ἐπὶ κακίᾳ διαβεβοημένον, καὶ γὰρ δὴ τῶν ἐγχωρίων ἁπάντων πλουσιώτατόν τε καὶ περιφανέστατον αὐτὸν ὑποτίθεται. καὶ ἐν σώφροσι δ᾽ αὐτὸν φθόνος οὐδεὶς ἐγγράφειν, ὅτι τε πρὸς τὸν ἐραστὴν πειρώμενον αὐτοῦ τῆς ὥρας διελοιδορήσατο καὶ γυναικείας ὅτι καθαρὸν ἑαυτὸν μίξεως διὰ τέλους, ὡς ὁ λόγος φησίν, ἤγαγε. πιστὰ δ᾽ ἔστω καὶ τὰ τῆς πενταετοῦς κατὰ Πυθαγόραν σιωπῆς αὐτοῦ, καὶ τά, ὅπως ταύτην διήνυσεν, ἐπαίνου ἄξια.

ταῦτα δὴ καὶ ὅσα τοιαῦτα ἀνθρώπινα καὶ ὡς ἀληθῶς φιλοσοφίας καὶ ἀληθείας οὐ πόρρω δεχοίμην ἂν περὶ πολλοῦ τὸ εὔγνωμόν τε καὶ φιλάληθες τιμώμενος, τὸ γέ τοι κρεῖττον ἀνθρώπου τὴν φύσιν ὑποτίθεσθαι καὶ παρὰ πόδας ἐναντιολογεῖν τῆς τε δοθείσης ἀμνημονεῖν ὑποθέσεως, ἔχειν ψόγον ἂν καὶ διαβολὴν αὐτῷ τε τῷ γράφοντι καὶ πολὺ πρότερον τῷ γραφομένῳ περιάψειν ἡγοῦμαι.