Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Κατὰ Ἱεροκλέους

Εὐσέβιος Καισαρείας

Τα μυθεύματα της πορείας προς τις Ινδίες και η συνάντηση με τους Βραχμάνες

Εξέταση των διηγήσεων για το ταξίδι του Απολλωνίου, τα μαγικά φαινόμενα, τη συνάντηση με τον Ιάρχα και τις αντιφάσεις σχετικά με την απόρριψη αλλά και μίμηση των ινδικών μαγικών πρακτικών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 3 από 7

Καὶ ταῦτα μὲν ἀπὸ τοῦ πρώτου συγγράμματος. ἐπίωμεν δὲ καὶ τὰ ἐκ τοῦ δευτέρου. τὴν ἀπὸ Περσίδος ἐπ᾽ Ἰνδοὺς πορείαν ἄγει παραλαβὼν αὐτὸν ὁ λόγος. εἶτά τι πεπονθὼς ἀπειρόκαλον, [ὥσπερ τι παράδοξον,] δαιμόνιόν τι, ὃ καὶ ἔμπουσαν ὀνομάζει, κατὰ τὴν ὁδὸν ἰδόντα λοιδορίαις ἅμα τοῖς ἀμφ᾽ αὐτὸν ἀπελάσαι φησί, καὶ ζῴων δὲ εἰς τροφὴν αὐτοῖς προσαχθέντων εἰρηκέναι αὐτὸν τῷ Δάμιδι, ὡς ἄρα συγχωροίη αὐτῷ τε καὶ τοῖς ἑταίροις σιτεῖσθαι τῶν κρεῶν, τὸ γὰρ ἀπέχεσθαι αὐτῶν αὐτοῖς μὲν εἰς οὐδὲν ὁρᾶν προβαῖνον, ἑαυτῷ δὲ εἰς ἃ ὡμολόγηται πρὸς φιλοσοφίαν ἐκ παιδός. καίτοι τίς οὐκ ἂν ἀπορήσειεν, ὅτι μηδ᾽ αὐτόν, ὃν μόνον ἐδόκει τοῦ βίου ζηλωτὴν κεκτῆσθαι καὶ προὔτρεπεν ἐπὶ φιλοσοφίαν, εἶργεν οἷα φίλτατον τῆς τῶν ἐμψύχων, ὡς ἂν οὐχ ὁσίας κατὰ Πυθαγόραν τροφῆς, ὁ δ᾽ οὐκ οἶδ᾽ ὁποίῳ λόγῳ λέγων μὲν οὐ συνοίσειν ἑαυτῷ, κείνοις δ᾽ οὐδὲν ὁρᾶν ἀπὸ τῆς ἀποχῆς προβαῖνον ὡμολόγει; ἐπὶ τούτοις ὁ Φιλόστρατος ὁ τἀληθὲς τιμᾶν πρὸς τοῦ Φιλαλήθους μεμαρτυρημένος, ὅρα τῆς ἀληθείας ὁποῖα δείγματα παρίστησι· γενόμενον παρ᾽ Ἰνδοῖς τὸν Ἀπολλώνιον παραστήσασθαί φησιν ἑρμηνέα καὶ δι᾽ αὐτοῦ προσδιαλέγεσθαι Φραώτῃ, τοῦτο δ᾽ εἶναι τῷ βασιλεῖ τῶν Ἰνδῶν ὄνομα, καὶ ὁ μικρῷ πρόσθεν κατ᾽ αὐτὸν πασῶν γλωσσῶν συνεὶς νῦν αὖ κατὰ τὸν αὐτὸν ἑρμηνέως δεῖται.

καὶ πάλιν ὁ (τὰ) κατὰ διάνοιαν ἀνθρώπων εἰδὼς καὶ μόνον οὐχὶ κατὰ τὸν παρ᾽ αὐτοῖς θεὸν 〈κωφοῦ τε ξυνιεὶς καὶ οὐ λαλέοντος ἀκούων〉 δι᾽ ἑρμηνέως ἀνερωτᾷ, ὁποία τις εἴη τῷ βασιλεῖ δίαιτα, ἡγεμόνα τε ἀξιοῖ τῆς ἐς Βραχμᾶνας πορείας γενέσθαι τινὰ αὐτῷ. καὶ μεταξὺ ὁ μὲν τῶν Ἰνδῶν βασιλεὺς καὶ ταῦτα βάρβαρος ὢν τὴν φύσιν τὸν ἑρμηνέα ἐκποδὼν μεταστησάμενος Ἑλλάδι χρῆται πρὸς αὐτὸν τῇ ὁμιλίᾳ παιδείαν καὶ πολυμάθειαν ἐνδεικνύμενος, ὁ δὲ οὐδ᾽ ὥς, ὅτι δὴ καὶ αὐτὸς τῆς παρ᾽ αὐτοῖς οὐκ ἀμαθῶς ἔχοι φωνῆς δέον ἐπεφιλοτιμήσατο, ἀλλὰ καὶ λαλοῦντος Ἑλλάδι γλώσσῃ τοῦ Ἰνδοῦ ἐκπλήττεται, ᾗ φησιν ὁ Φιλόστρατος ἀκόλουθα, ὡς ἔοικεν, ἑαυτῷ γράφων. πῶς γὰρ ἂν ἐξεπλάγη μὴ οὐχὶ βάρβαρον οἰηθείς; καὶ τὸν τοιοῦτον θαυμάσας οὔποτ᾽ ἂν ἑλληνίσαι προσεδόκησεν· εἶθ᾽, ὥσπερ τι παραδόντα παράδοξον καταπλαγεὶς καὶ τὸ τούτου ἔτ᾽ ἀγνοῶν αἴτιον “εἰπέ μοι„ ἔφη ὁ Ἀπολλώνιος “ὦ βασιλεῦ, πόθεν οὕτως ἔχεις φωνῆς Ἑλλάδος; φιλοσοφία τε ἡ περὶ σὲ πόθεν ἐνταῦθα; οὐδὲ γὰρ ἐς διδασκάλους γε, οἶμαι, ἀναφέρεις, ἐπεὶ μηδὲ εἶναι Ἰνδοῖς (εἰκὸς) διδασκάλους τούτου.„ αὗται αἱ παράδοξοι τοῦ πάντα προγνώσει διειληφότος φωναί, ἃς ὁ βασιλεὺς ἀμειβόμενος, ὅτι τε σχοίη διδασκάλους καὶ οἵτινες οὗτοι ἕκαστά τε πατρόθεν τῶν περὶ αὐτὸν συμβεβηκότων φράζει.

εἶτα καί τισι τοῦ Ἰνδοῦ δικάζοντος περὶ θησαυροῦ φωραθέντος ἐν ἀγρῷ, πότερα τῷ πριαμένῳ ἢ τῷ τὸ χωρίον ἀποδομένῳ δέοι νεῖμαι τοῦτον, ὁ πάντα φιλόσοφος καὶ θεοῖς κεχαρισμένος ἐρωτηθεὶς ἐπικρίνει τῷ πριαμένῳ, λογισμὸν δὴ αὐτοῖς ῥήμασιν ἐπειπὼν “ὡς οὐκ ἂν οἱ θεοὶ τὸν μὲν ἀφείλοντο καὶ τὴν γῆν, εἰ μὴ φαῦλος ἦν, τῷ δ᾽ αὖ καὶ τὰ ὑπὸ γῆν δοῦναι, εἰ μὴ βελτίων ἦν τοῦ ἀποδομένου.„ ὡς κατ᾽ αὐτὸν δὴ συνάγεσθαι, τοὺς μὲν εὐπόρους καὶ πλούτῳ διαφέροντας, κἂν αἰσχρότατοι καὶ πανωλέστατοι τυγχάνοιεν, τρισευδαίμονας καὶ θεοφιλεῖς ἡγεῖσθαι, μόνους δ᾽ ἄρα κακοδαίμονάς τε καὶ ἀθλίους τοὺς πενεστάτους, κἂν Σωκράτης, κἂν Διογένης, κἂν αὐτὸς ἐκεῖνος Πυθαγόρας τυγχάνῃ, κἂν ἄλλος, οἱ πάντων ἀνδρῶν σωφρονέστατοι τε καὶ ἐπιεικέστατοι. εἴποι γὰρ ἄν τις ἑπόμενος τῷ λόγῳ μὴ ἂν κατ᾽ αὐτὸν τοὺς θεοὺς τοὺς μὲν πένητας, τούτους δὴ αὐτούς, οἳ κατὰ φιλοσοφίαν διήνεγκαν, ἀφελέσθαι καὶ τὰ πρὸς τὴν ἀναγκαίαν τροφὴν μὴ οὐχὶ πάντως φαύλους ὄντας τὸν τρόπον, τοῖς δὲ τὸ ἦθος ἀκολαστοτέροις ἄφθονα καὶ τὰ μὴ ἀναγκαῖα παρασχεῖν, εἰ μὴ βελτίους ἐτύγχανον τῶν προτέρων, ἐξ ὧν παντί τῳ καταφανὴς ἡ τοῦ συμπεράσματος ἀτοπία.

Ταῦτα καὶ ἀπὸ τοῦ δευτέρου παραθέμενοι ἴωμεν ἐπὶ τὸ τρίτον τὰ κατὰ τοὺς βεβοημένους ἐποψόμενοι Βραχμᾶνας· ἔνθα δὴ τὰ ὑπὲρ Θούλην ἄπιστα καὶ εἴ τί περ ἄλλο τερατῶδές ποτε μυθολόγοις τισὶν ἀναπέπλασται, εὖ μάλα πιστὰ καὶ ἀληθέστατα, ὡς ἐν παραθέσει τούτων, ἀναφανήσεται, οἷς καὶ τὸν νοῦν ἐπιστῆσαι ἄξιον τῆς τοῦ Φιλαλήθους ἕνεκεν αὐθαδείας ἡμῖν μὲν εὐχέρειαν καὶ κουφότητα τρόπου περιάπτοντος, αὑτῷ δὲ καὶ τοῖς αὐτῷ παραπλησίοις τὴν ἀκριβῆ καὶ βεβαίαν μετὰ συνέσεως κρίσιν. ὅρα γοῦν, ἐφ᾽ οἷς σεμνύνεται παραδόξοις τῶν ἡμετέρων θείων εὐαγγελιστῶν προκρίνων τὸν Φιλόστρατον, ὡς μὴ μόνον παιδείας ἐπὶ πλεῖστον ἥκοντα, ἀλλὰ καὶ ἀληθείας ἐπιμεμελημένον. πρῶτα μὲν οὖν ἐν τῇ πρὸς τοὺς Βραχμᾶνας πορείᾳ τοῦ Ἀπολλωνίου γυνή τις αὐτῷ τὴν χροιὰν εἰσάγεται ἀπὸ τῆς κεφαλῆς ἐς ὀσφὺν λευκοτάτη, τὸ δὲ ἕτερον μέρος τοῦ σώματος μέλαινα, τὰ δὲ προϊόντων τῆς ἐπὶ τοὺς Βραχμᾶνας ὁδοῦ ὄρη καταπεφυτευμένα τὸ πέπερι καὶ τούτου πίθηκοι γεωργοὶ καὶ παράδοξοί τινες τὸ μέγεθος δράκοντες, ὧν ἀπὸ κεφαλῆς λαμπάδες ἀπορριπτοῦνται πυρός, οὓς εἴ τις ἀνέλοι, εὕροι ἄν, φησι, παραδόξους λίθους ἐν ταῖς κεφαλαῖς τῷ τοῦ Γύγου τοῦ παρὰ τῷ Πλάτωνι παραπλησίους. καὶ ταῦτα μὲν τὰ πρὸ τοῦ τῶν Βραχμάνων λόφου.

ὡς δὲ καὶ εἰς αὐτὸν ἀφίκοντο, σανδαράκινον ἐνταῦθα φρέαρ ὕδατος ἰδεῖν παραδόξου καὶ κρατῆρα πλησίον πυρός, οὗ φλόγα ἀναπέμπεσθαι μολιβδώδη, δύο τε πίθους λίθου μέλανος τὸν μὲν ὄμβρων, τὸν δὲ ἀνέμων, ἀφ᾽ ὧν τοὺς Βραχμᾶνας, οἷς ἂν εἶεν τῆς χώρας ἵλεῳ, χορηγεῖν. ἀλλά γε καὶ ἀγάλματα παρ᾽ αὐτοῖς Ἀθηνᾶς Πολιάδος καὶ Ἀπόλλωνος Πυθίου καὶ Διονύσου Λιμναίου, καὶ ἄλλων τινῶν Ἑλληνικῶν θεῶν, Ἰάρχαν δὲ τὸν ἐπὶ πάντων διδάσκαλον καλεῖσθαι, ὃν καὶ ἰδεῖν καθεζόμενον πολλοῦ γε δεῖ φιλοσοφικῷ, σατραπικῷ δ᾽ ἂν μᾶλλον σχήματι ἐφ᾽ ὑψηλοτάτου δίφρου, χαλκοῦ δὲ μέλανος οὗτος ἦν καὶ πεποίκιλτο χρυσέοις ἀγάλμασιν, οἷα δὴ εἰκὸς τεχνουργῶν βαναύσων τρόπον πυρὶ καὶ σιδήρῳ μοχθοῦντας τοὺς φιλοσόφους τεχνουργεῖν, ἡ καὶ θαυματοποιῶν δίκην αὐτόματον ἀποτελεῖν τὸ δημιούργημα, οἱ δὲ τῶν ἄλλων τῶν μετ᾽ αὐτὸν διδασκάλων δίφροι χαλκοῖ μέν, φησιν, ἄσημοι δ᾽ ἦσαν καὶ ἧττον ὑψηλοί. ἔδει γάρ που πάντως τυράννου σχήματι προνομίας τῆς ἐν ἀγάλμασι καὶ χρυσῷ τὸν τῆς θείας φιλοσοφίας ἀξιοῦσθαι διδάσκαλον.

πρῶτον δὲ τὸν Ἰάρχαν ἰδόντα φησὶ τὸν Ἀπολλώνιον ἐξ ὀνόματός τε προσειπεῖν Ἑλλάδι τῇ φωνῇ καὶ ἣν αὐτῷ παρὰ Φραώτου κομίζοι, ἐπιστολὴν αἰτῆσαι κατὰ πρόγνωσιν ἤδη τοῦτο προειληφότα ἐνδείξασθαί τε τὸ ἔνθεον τῆς προγνώσεως προειρηκότα, ὡς ἄρα ἑνὶ γράμματι τῷ δέλτα λείποι ἡ ἐπιστολὴ ἄρξασθαί τε ἀπειροκάλως εὐθὺς ἀπὸ πρώτης ὁμιλίας ἀπειροπλούτου δίκην ἐνεπιδείκνυσθαι τὸ τῆς προγνώσεως πλεονέκτημα πατέρα καὶ μητέρα καταλέγοντα τοῦ Ἀπολλωνίου γένος τε καὶ τροφὴν καὶ παιδείαν καὶ τὰς κατὰ χρόνους ἀποδημίας καὶ τὴν εἰς αὐτὸν πορείαν καὶ τὰ κατ᾽ αὐτὴν πεπραγμένα τε αὐτῷ καὶ ὡμιλημένα. εἶτα δέ φησιν αὐτὸς οὗτος ὁ θαυμάσιος συγγραφεὺς τοὺς Βραχμᾶνας ἅμα τῷ Ἀπολλωνίῳ χρισαμένους ἠλεκτρίνῳ φαρμάκῳ λούσασθαι καὶ περιστάντας ὡς ἐν χορῷ τὴν γῆν τύψαι ταῖς ῥάβδοις, τὴν δὲ κυρτωθεῖσαν ἀναπέμψαι αὐτοὺς εἰς δίπηχυ τοῦ ἀέρος, ἑστάναι τε αὐτοὺς μετεώρους ἐν αὐτῷ ἀέρι ἐπί τι χρόνου διάστημα, ἕλκειν δὲ καὶ πῦρ ἀπὸ τοῦ ἡλίου, ὅτε βούλοιντο, αὐτομάτως. τούτοις δ᾽ ἐπιφέρει παράδοξον ὁ θαυματολόγος, ὡς ἄρα τρίποδες Πυθικοὶ τέτταρες ἐξεκυκλήθησαν αὐτόματοι φοιτῶντες, καὶ εἰκάζει δὴ οὖν αὐτοὺς τοῖς Ὁμηρείοις οἰνοχόους τε ἐπὶ τούτοις ἐκ χαλκοῦ διακόνους τὴν ὕλην ἵστησι τέτταρας, ἐπιλέγει δέ, ὡς ἄρα καὶ ἡ γῆ αὐτομάτως ὑπεστόρνυτο αὐτοῖς πόας.

τῶν δὲ τριπόδων οἱ μὲν δύο, φησίν, οἴνου ἀπέρρεον, οἱ δὲ ἕτεροι δύο ὁ μὲν ὕδατος θερμοῦ κρᾶσιν παρεῖχεν, ὁ δ᾽ αὖ ψυχροῦ. τοὺς δὲ οἰνοχόους τοὺς χαλκοῦς ἀρύεσθαι εὐμέτρως τοῦ τε οἴνου καὶ τοῦ ὕδατος, περιελαύνειν τε κύκλῳ τὰς κύλικας, ὥσπερ ἐν τοῖς πότοις. ταῦτα Ἱεροκλεῖ τὰ ἀνωτάτω καὶ καθόλου δικαστήρια πεπιστευμένῳ μετὰ πολλῆς ἀνετάσεως ἀληθῆ καὶ πιστὰ εἶναι δοκεῖ καὶ ἡμῶν μὲν εὐχέρεια καὶ κουφότης πλείστη ὅση κατέγνωσται παρ᾽ αὐτῷ, αὐτὸς δὲ τοιαῦτα Φιλοστράτῳ πιστεύων αὐτοῖς δὴ ῥήμασι σεμνύνεται λέγων “ἐπισκεψώμεθά γε μήν, ὅσῳ βέλτιον καὶ συνετώτερον ἡμεῖς ἐκδεχόμεθα τὰ τοιαῦτα, καὶ ἣν περὶ τῶν ἐναρέτων ἀνδρῶν ἔχομεν γνώμην.„ ἐπὶ τοιούτῳ δὴ τῷ συμποσίῳ κατὰ τὸν αὐτὸν Φιλόστρατον βασιλεὺς ἐγχωριάζων Ἰνδοῖς εἰσάγεται συμπίνων τοῖς φιλοσόφοις, τοῦτον δὲ ἐνυβρίζειν καὶ ἐμπαροινεῖν φιλοσοφίᾳ μεθύσκεσθαί τε παρ᾽ αὐτοῖς καὶ ἀντιπαρεξάγειν Ἡλίῳ καὶ ἀλαζονεύεσθαι ἱστορεῖ, καὶ πάλιν τὸν Ἀπολλώνιον δι᾽ ἑρμηνέως τὰ παρὰ τούτου μανθάνειν καὶ αὖ πάλιν πρὸς αὐτὸν διαλέγεσθαι ὑφερμηνεύοντος τοῦ Ἰάρχα· καὶ πῶς οὐ θαυμάζειν ἄξιον, ὅπως τὸν οὕτως ὑβριστὴν καὶ ἀτοπώτατον παροινεῖν καὶ μεθύσκεσθαι παρὰ τηλικούτοις εἰκὸς ἦν, ὃν οὐδὲ παρεῖναι ἄξιον ἐν φιλοσόφων μή τί γε καὶ ἰσοθέων ἑστίᾳ; τί δέ μοι ἰσοθέους τούτους καλεῖν καὶ τῆς ἀξίας ἐνυβρίζειν τοὺς ἄνδρας;

ὁπότε πυθομένου τοῦ Ἀπολλωνίου, τίνας ἑαυτοὺς ἡγοῦνται, θεοὺς ἔφη ὁ Ἰάρχας, ὃς καὶ τοῖς συμπόταις, οἷα δὴ θεὸς φιλοσόφου μὲν ἥκιστα τρόπῳ, πολλοῦ γε δεῖ, μή τί γε μᾶλλον, οὗ ἔφησε, θεοῦ ἀξίως, (ἐς) τὴν φιάλην ἐπικύπτων ἐξῆρχεν, ἡ δέ, φησιν ὁ συγγραφεύς, ὡς ἄρα ἐπότιζεν ἱκανῶς πάντας, (καὶ) ἐπεδίδου, καθάπερ αἱ ἀπόρρητοι πηγαὶ τοῖς ἀνιμωμένοις. μετὰ ταῦτα κοιναὶ λόγων ὁμιλίαι καὶ σπουδαιολογίαι τῶν φιλοσόφων τοῦ μὲν Ἰάρχα διδάσκοντος, ὡς ἄρα ποτὲ αὐτῷ ἡ ψυχὴ ἐν ἑτέρῳ ἀνθρώπου βασιλέως γένοιτο σώματι καὶ τοιαδί τινα αὐτῷ πεπραγμένα εἴη, τοῦ δὲ Ἀπολλωνίου, ὡς νηὸς Αἰγυπτίας ποτὲ γένοιτο κυβερνήτης, καὶ τὰ τοιαῦτα διαπράξαιτο, πεύσεις τε καὶ ἀποκρίσεις [ἑκάστου], ὧν καὶ τῆς σοφίας ἄξιον μηδαμῶς παρεκθέσθαι τὴν μνήμην.

ἐρέσθαι δέ φησι τὸν Ἀπολλώνιον, εἰ ἔστι παρ᾽ αὐτοῖς χρύσεον ὕδωρ —ὢ τοῦ σοφοῦ καὶ παραδόξου πύσματος—καὶ περὶ ἀνθρώπων δὲ ὑπὸ γῆν οἰκούντων καὶ Πυγμαίων ἄλλων καὶ σκιαπόδων ἀνερωτᾶν, καὶ εἰ γίγνοιτο παρ᾽ αὐτοῖς ζῷον τετράπουν, ὃ λέγεται μαρτιχόρα, ὃ τὴν κεφαλὴν ἀνθρώπῳ εἰκάσθαι, λέοντι δὲ ὡμοιῶσθαι τὸ μέγεθος, τὴν δὲ οὐρὰν ἐκφέρειν πηχυαίας καὶ ἀκανθώδεις τὰς τρίχας, ἃς βάλλειν ὥσπερ τοξεύματα ἐς τοὺς θηρῶντας, καὶ τοιαῦτα μὲν τὸν Ἀπολλώνιον ἀνερωτᾶν, τὸν δὲ Ἰάρχαν διδάσκειν αὐτὸν περὶ μὲν τῶν Πυγμαίων, ὡς ἄρα εἶεν οἰκοῦντες μὲν ὑπόγειοι, διατρίβοντες δὲ ὑπὲρ τὸν Γάγγην ποταμὸν ζῶντες, περὶ δὲ τῶν ἄλλων, ὡς ἀνύπαρκτα εἴη. ἔριον ἐπὶ τούτοις φυόμενον αὐτοῖς ἀπὸ γῆς ἐς ἐσθῆτος ὕλην ὁ Φιλόστρατος ἀναγράφει, πάντως δήπου τῶν φιλοσόφων ἱστὸν ἐποιχομένων καὶ ταλασιουργίαις ἐς ἐσθῆτος κατεργασίαν ἐκπονουμένων—οὐδὲ γὰρ εἰσῆκται παρ᾽ αὐτοῖς γυναικεῖον φῦλον—εἰ μὴ καὶ τοῦτο φήσειεν αὐτόματον αὐτοῖς παραδόξως δὴ ἱερὰν ἐς ἐσθῆτα μεταφύεσθαι. φέρειν δ᾽ ἕκαστον αὐτῶν ῥάβδον καὶ δακτύλιον ἀπόρρητον ἔχοντα ἰσχύν. εἶτα παραδοξοποιίαι τοῦ Βραχμᾶνος, ὡς δαιμονῶντα δι᾽ ἐπιστολῆς ἀνακαλέσαιτο, ὡς χωλεύοντα καταψήσας τὸν γλουτὸν θεραπεύσειεν, ὡς τυφλῷ τὸ βλέπειν καὶ ἀδρανεῖ τινι τὴν χεῖρα σῴαν χαρίζοιτο.

πολλὰ κἀγαθὰ γένοιτο πραγμάτων ἡμᾶς ἀπολύσαντι τῷ συγγραφεῖ· δῆλα γάρ, ὡς ἀληθῆ καὶ ταῦτα, ὅτε βροντὰς καὶ ἀνέμους ἐν πίθοις τρίποδάς τε ἐκ λίθου φοιτῶντας αὐτομάτως καὶ οἰνοχόους ἀπὸ χαλκοῦ περιελαύνειν ἐν κύκλῳ τὰς κύλικας προιστορήσας διὰ τῆς περὶ τούτων ὡς ἀληθῶν ἀφηγήσεως καὶ τῶν λοιπῶν ἁπάντων ἐξέφηνέ τε καὶ διήλεγξε τὴν μυθολογίαν. εἰρηκέναι δέ φησιν ὁ Φιλόστρατος τὸν Δάμιν δίχα τῆς αὐτοῦ παρουσίας καὶ τῷ Ἰάρχᾳ συμφιλοσοφῆσαι τὸν Ἀπολλώνιον εἰληφέναι τε παρ᾽ αὐτοῦ δακτυλίους ἑπτὰ ἐπωνύμους ἀστέρων, οὓς καὶ φορεῖν αὐτὸν καθ᾽ ἕνα πρὸς τὰ ὀνόματα τῶν ἡμερῶν. ταῦτα δὲ νῦν εἰπὼν ὁ τἀληθὲς τιμᾶν παρὰ τῷ Φιλαλήθει νενομισμένος μεθ᾽ ἕτερα τῆς γραφῆς, ὡς ἂν δὴ γοητείαν τῶν Βραχμάνων καταγνοὺς καὶ ταύτης ἐλεύθερον καταστῆσαι τὸν Ἀπολλώνιον φροντίσας ἐπιφέρει φάσκων κατὰ λέξιν· “ἰδὼν δὲ παρὰ τοῖς Ἰνδοῖς τοὺς τρίποδας καὶ τοὺς οἰνοχόους καὶ ὅσα αὐτόματα ἐσφοιτᾶν εἶπον, οὔθ᾽, ὅπως σοφίζοιντο αὐτά, ἤρετο, οὔτε ἐδεήθη μαθεῖν, ἀλλ᾽ ἐπῄνει μέν, ζηλοῦν δὲ οὐκ ἠξίου.„ καὶ πῶς, ὦ οὗτος, οὐκ ἠξίου;

ὁ δίχα τοῦ Δάμιδος σπουδὴν ποιούμενος συμφιλοσοφεῖν αὐτοῖς καὶ τὸν μόνον ἑταῖρον, ὅ τι καὶ πράττοι, λανθάνειν δέον ἡγούμενος, πῶς δὲ οὐκ ἠξίου ζηλοῦν ὁ τοὺς τῶν ἀστέρων ἐπωνύμους καταδεχόμενος δακτυλίους καὶ τούτους ἀναγκαῖον τιθέμενος διὰ παντὸς τοῦ βίου φέρειν πρὸς τὰ ὀνόματα τῶν ἡμερῶν καίτοι γε ἀπόρρητον, ὡς φῂς αὐτός, ἔχοντας ἰσχύν; εἰ δὲ καὶ δοθείη τὸ μὴ ζηλοῦν ἠξιωκέναι αὐτὸν ὡς μὴ εὖ πράττοντα, οὐκ ἐζήλου δηλονότι. πῶς οὖν ἐπῄνει, ἐφ᾽ οἷς μὴ ἠξίου ζηλοῦν; εἰ δ᾽ ὡς θείως ἐνεργοῦντας ἐπῄνει, πῶς οὐκ ἐζήλου τὰ ἐπαίνων ἄξια; ἀλλὰ γὰρ μετὰ τὴν παρὰ τούτοις διατριβὴν παλινοστοῦντα αὐτὸν ἅμα τοῖς ἑταίροις ἐληλυθέναι φησὶν ἐς τὴν τῶν Ὠρειτῶν χώραν, ἔνθα χαλκαῖ μὲν αὐτοῖς αἱ πέτραι, χαλκῆ δὲ ἡ ψάμμος, χαλκοῦ δὲ ψῆγμα οἱ ποταμοὶ ἄγουσι.