Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Κατὰ Ἱεροκλέους

Εὐσέβιος Καισαρείας

Αναίρεση των θαυμάτων και απόδοση των παράδοξων έργων σε δαιμονική ενέργεια

Ανασκευάζονται οι αφηγήσεις για τον λοιμό της Εφέσου, τη συνομιλία με την ψυχή του Αχιλλέως, τις ιάσεις και τις σχέσεις του Απολλωνίου με άλλους φιλοσόφους, ενώ τα αναφερόμενα έργα αποδίδονται σε γοητεία και δαιμονική συνεργία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 4 από 7

Καὶ τοσαῦτα μὲν τὰ κατὰ τὸ τρίτον σύγγραμμα, ἐπίωμεν δ᾽ ἤδη καὶ τὰ ἑξῆς. ἐπανελθόντα φησὶν ἀπὸ τῆς Ἰνδῶν χώρας ἐπὶ τὴν Ἑλλάδα κοινωνὸν τῶν θεῶν πρὸς αὐτῶν τῶν θεῶν ἀνακεκηρῦχθαι, οἳ καὶ τοὺς κάμνοντας ὡς αὐτὸν ἐφ᾽ ὑγείᾳ παρέπεμπον, καὶ δῆτα ὡς ἐξ Ἀράβων καὶ μάγων καὶ Ἰνδῶν παράδοξόν τινα καὶ θεῖον ἡμῖν αὐτὸν ἀγαγὼν παραδόξων ἐντεῦθεν ἀφηγημάτων κατάρχεται. καίτοι ἄν τις εἴποι εὐλόγως, ὅτι δὴ εἰ θειοτέρας ἢ κατ᾽ ἄνθρωπον φύσεως ἦν, πάλαι, ἀλλ᾽ οὐ νῦν ἔδει, πρὸ τῆς δὲ ἑτέρων μεταλήψεως τῶν θαυμασίων κατάρχεσθαι, περιττὴ δ᾽ ἂν καὶ ἡ ἐξ Ἀράβων αὐτῷ μάγων τε καὶ Ἰνδῶν διὰ σπουδῆς ἐπεχειρεῖτο πολυμάθεια, εἰ δή τις κατὰ τὴν δοθεῖσαν ὑπῆρξεν ὑπόθεσιν· ἀλλ᾽ οὗτός γε κατὰ τὸν φιλαλήθη συγγραφέα νῦν δὴ πάρεστι μετὰ τοσούτους διδασκάλους τὴν σοφίαν ἐνεπιδεικνύμενος, καὶ πρῶτα μὲν οἷα ἐξ Ἀράβων καὶ τῆς παρ᾽ αὐτοῖς οἰωνιστικῆς ὁρμώμενος τὸν στρουθόν, ὅ τι καὶ βούλοιτο τοὺς ἑτέρους ἐπὶ τροφὴν παρακαλῶν ἐφερμηνεύει τοῖς παροῦσιν, εἶτα δὲ λοιμοῦ (ἐν Ἐφέσῳ) προαισθόμενος προμαντεύεται τοῖς πολίταις. τὴν δ᾽ αἰτίαν καὶ τούτου ἐν τῇ πρὸς Δομετιανὸν ἀπολογίᾳ αὐτὸς παρατίθεται.

ἐρομένου γάρ τοι αὐτόν, ὁπόθεν ὁρμώμενος τοῦτο προείποι, “λεπτοτέρᾳ„ ἔφη “χρώμενος, ὦ βασιλεῦ, διαίτῃ πρῶτος τοῦ δεινοῦ ᾐσθόμην.„ καὶ τρίτον δ᾽ αὐτοῦ θαῦμα γεγονὸς ἱστορεῖ, ὡς δὴ ἀλεξήσαντος τὸν λοιμόν, ὅπερ εἰ καὶ τὰ μάλιστα ἐν ταῖς ἐπὶ τέλει κατ᾽ αὐτοῦ κατηγορίαις οὐ τέθεικεν ὁ συγγραφεύς, ὅτι μὴ παρῆν, ὡς εἰκός, αὐτῷ δι᾽ ἀπολογίας ἀπολύσασθαι τὸ ἔγκλημα, φέρε δ᾽ οὖν ὅμως αὐτοὶ τὴν ἱστορίαν ἐς φανερὸν ὑποθώμεθα, οὕτω δὴ καὶ ταύτην εὐθύνοντες. εἴ τινι γὰρ οὐκ [ἂν] εἴη σαφές, ὅτι δὴ πολὺ τὸ πλάσμα καὶ ἀπατηλὸν γοητείας τε ὡς ἀληθῶς ἔμπλεων, αὐτὸς ὁ τρόπος ἀπελέγχει τῆς ἱστορίας.

τὸν γάρ τοι λοιμὸν ὑποτίθεται ἐν εἴδει πτωχεύοντος καὶ ῥάκεσιν ἠμφιεσμένου πρεσβύτου ἀνδρὸς ἑωρᾶσθαι, ὃν καταλεύειν ἐπικελευσαμένου τοῦ Ἀπολλωνίου πρότερον μὲν πῦρ βάλλειν τῶν ὀφθαλμῶν, εἶθ᾽ ὕστερον βληθέντα λίθοις κύνα συντετριμμένον καὶ παραπτύοντα ἀφρόν, ὡς οἱ λυττῶντες, φανῆναι, εἰρηκέναι δ᾽ αὐτὸν περὶ τούτου καὶ ἐν τῇ πρὸς τὸν αὐτοκράτορα Δομετιανὸν ἀπολογίᾳ ταῦτα γράφει· “τὸ γὰρ τοῦ λοιμοῦ εἶδος, πτωχῷ δὲ γέροντι εἴκαστο, καὶ εἶδον καὶ ἰδὼν εἷλον οὐ παύσας νόσον, ἀλλ᾽ ἐξελών.„ τίς δὴ οὖν ἐπὶ τούτοις οὐ μέγα τὴν τοῦ θαυματοποιοῦ γελάσεται παραδοξοποιίαν ζῷον ὀφθαλμοῖς καὶ λίθων ὑποπῖπτον βολαῖς συντριβόμενόν τε πρὸς ἀνθρώπων καὶ ἀφρὸν παραπτῦον τὴν τοῦ λοιμοῦ φύσιν ἀκούων, ὃς οὐδ᾽ ἄλλ᾽ ὁτιοῦν τυγχάνει ἢ φθορὰ καὶ κάκωσις ἀέρος ἐπὶ τὸ νοσῶδες τρεπομένου τοῦ περιέχοντος ἐκ πονηρῶν τε καὶ φαύλων ἀναθυμιάσεων, ᾗ λόγος ἰατρικὸς παραδίδωσι, συνισταμένου; καὶ ἄλλως δ᾽ ἂν τὸ φάσμα διευθυνθείη, ἐπείπερ μόνῃ τῇ τῶν Ἐφεσίων πόλει, ἀλλ᾽ οὐχὶ καὶ τοῖς ὁμόροις τὸν λοιμὸν ἐπισκῆψαί φησιν ὁ λόγος, ὅπερ πῶς οὐκ ἂν γεγόνει κάκωσιν τοῦ περιέχοντος πεπονθότος; οὐ γὰρ δὴ κατακλεισθὲν μόνῳ ἂν ἐφήδρευσε τῷ περὶ τὴν Ἔφεσον ἀέρι τὸ νόσημα.

τέταρτον αὐτῷ παράδοξον Ἀχιλλέως ἦν ψυχὴ πρότερον μὲν ἐν χλαμύδι πεντάπηχυς, εἶτα δωδεκάπηχυς τὸ μέγεθος παρὰ τῷ ἰδίῳ αὐτοῦ μνήματι φαινομένη Θετταλούς τε καταιτιωμένη, ὅτι δὴ τὰ ἐναγίσματα αὐτῷ, ὡς ἔθος ἦν, οὐκ ἐπετέλουν, μηνιῶσά τε εἰσέτι Τρωσὶ τῶν ἐς αὐτὸν πεπλημμελημένων καὶ προστάττουσα τῷ Ἀπολλωνίῳ πέντε λόγους, οὓς ἂν αὐτός τε βούλοιτο καὶ αἱ Μοῖραι συγχωροῖεν, ἀνερέσθαι. εἶθ᾽ ὁ πάντα εἰδὼς καὶ τῶν μελλόντων πρόγνωσιν αὐχῶν ἔτι ἀγνοεῖ, εἰ τάφου τύχοι Ἀχιλλεὺς καὶ εἰ Μουσῶν θρῆνοι καὶ Νηρηίδων ἐπ᾽ αὐτῷ γεγόνασι, καὶ περὶ τούτων αὐτὸν ἀνερωτᾷ καὶ διαπυνθάνεται, εἰ Πολυξένη ἐπισφαγείη αὐτῷ καὶ εἰ Ἑλένη ἐς Τροίαν ἐληλύθοι, ὡς σεμνά γε καὶ κατεπείγοντα εἰς τὸν φιλόσοφον βίον τοῦ ἥρωος καὶ σπουδῆς ἄξια ἐρωτήματα. θαυμάζει δ᾽ ἐπὶ τούτοις, εἰ τοσοῦτοι ἥρωες παρὰ τοῖς Ἕλλησιν ἑνὶ χρόνῳ γεγόνασι καὶ εἰ ἀφίκετο ἐς Τροίαν Παλαμήδης. τὸν δὴ θεῶν ὁρωμένων τε καὶ οὐχ ὁρωμένων ὁμιλητὴν τοιαῦτα ἀγνοεῖν, καὶ περὶ τοιούτων ἀνερωτᾶν, ποίας οὐχὶ γένοιτ᾽ ἂν αἰσχύνης;

εἰ μὴ ἄρα, ἐπειδὴ νεκροῖς ὁμιλῶν εἰσῆκται, ἐπὶ τὸ ψυχρότερον μεταποιεῖ τὰς πεύσεις ὁ συγγραφεύς, ὡς ἂν ὑπεκλύσειε τὴν ὑπόνοιαν τοῦ πέρα τῶν προσηκόντων αὐτὸν περιειργάσθαι δοκεῖν, καὶ γὰρ δὴ καὶ ἀπολογούμενον αὐτὸν ὑπογράφει, ὅτι μὴ κατὰ νεκρομαντείαν ὁ τρόπος αὐτῷ τῆς φανείσης ὄψεως γένοιτο, “οὔτε γὰρ βόθρον„ εἶπεν “Ὀδυσσέως ὀρυξάμενος, οὐδ᾽ ἀρνῶν αἵμασι ψυχαγωγήσας, ἐς διάλεξιν τοῦ Ἀχιλλέως ἦλθον, ἀλλ᾽ εὐξάμενος ὁπόσα τοῖς ἥρωσιν Ἰνδοί φασι δεῖν εὔξασθαι.„ καὶ ταῦτα νῦν πρὸς τὸν ἑταῖρον ἀποσεμνύνεται ὁ μηδὲν μαθεῖν παρ᾽ Ἰνδῶν, μηδὲ ζηλῶσαι τὴν παρ᾽ αὐτοῖς σοφίαν πρὸς τοῦ συγγραφέως μεμαρτυρημένος. τί δῆτα οὖν, ὦ οὗτος, εἰ μή τις ἦν κακοήθης περιεργία, μηδὲ τὸν ἕνα σοι καὶ γνήσιον καὶ μόνον ἑταῖρον Δάμιν κοινωνὸν ἐποιοῦ τῆς θαυμαστῆς ταύτης ὄψεώς τε καὶ ὁμιλίας; τί δ᾽ οὐχὶ καὶ δι᾽ ἡμέρας τοῦτο ποιεῖν ἐξῆν, ἀλλὰ τῶν νυκτῶν ἀωρὶ καὶ μόνον; τί δὲ καὶ ἤλαυνον τὴν τοῦ ἥρωος ψυχὴν ἀλεκτρυόνων βοαί; “ἀπῆλθε γάρ„ φησι “ξὺν ἀστραπῇ μετρίᾳ, καὶ γὰρ δὴ καὶ ἀλεκτρυόνες ἤδη ᾠδῆς ἥπτοντο.„ δαίμοσι μὲν οὖν πονηροῖς γένοιτ᾽ ἂν ἴσως ὁ τῆς ὥρας ἐπιτήδειος εἰς περιέργους ὁμιλίας καιρός, ἀλλ᾽ οὐχ ἡρωίδι ψυχῇ, ἣν τῆς παχείας τοῦ σώματος ἐλευθερωθεῖσαν ὕλης ἀγαθὴν καὶ πανάρετον εἶναι χρεών.

ὅ γε μὴν εἰσηγμένος ἐνταῦθα δαίμων βάσκανος καὶ φθονερὸς τὸν τρόπον ὀργίλος τε καὶ ταπεινὸς τὴν διάθεσιν ὑποτετύπωται. ἢ οὐχὶ τοιοῦτος ὁ τὸν Ἀντισθένην μειράκιόν τι σπουδαῖον ὡς ἂν δὴ φιλοσόφῳ συνέπεσθαι τῷ Ἀπολλωνίῳ πειρώμενον ἀπείργων; προστάττει γὰρ τὸ μὴ ποιεῖσθαι αὐτὸν συνέμπορον τῆς ἑαυτοῦ φιλοσοφίας ἐπιλέγων τὴν αἰτίαν· “Πριαμίδης τε γάρ„ φησιν “ἱκανῶς ἐστι καὶ τὸν Ἕκτορα ὑμνῶν οὐ παύεται.„ πῶς δὲ οὐκ ὀργίλος καὶ ταπεινὸς ὁ Θετταλοῖς, ὅτι μὴ θύοιεν αὐτῷ, θυμούμενος καὶ Τρωσίν, ὅτι δὴ πρὸ μυρίων ὅσων ἐτῶν εἰς αὐτὸν διημαρτήκασι, μὴ καταλλασσόμενος καὶ ταῦτα θύουσι καὶ συνεχῶς σπενδομένοις, ἀλλὰ καὶ τὸν Παλαμήδους τάφον αὐτῷ ἀγάλματι φαύλως ἐρριμμένῳ ἀναλαβεῖν ἐγκελευόμενος; τὸ μέντοι πέμπτον καὶ ἕκτον θαῦμα οὐ πολλῆς (ἂν) δέοιτο τοῦ λόγου διατριβῆς εἰς ἔνδειξιν τῆς τοῦ γράφοντος εὐχερείας· δαίμονας γὰρ ἀπελαύνει ἄλλῳ ἄλλον, ᾗ φασι, δαίμονι, τὸν μὲν γὰρ ἐξ ἀκολάστου μειρακίου, τὸν δὲ ἐπιπλάστως εἰς γυναικείαν μορφὴν σχηματιζόμενον, τουτονὶ δὲ τὸν δαίμονα ἔμπουσαν καὶ λάμιαν αὐτοῖς ὀνόμασιν ὁ σοφώτατος ἀποκαλεῖ. τό γε μὴν ἐπὶ τῆς Ῥωμαίων πόλεως μετὰ ταῦτα κόριον, ὅ τι δὴ μετὰ θάνατον ἐπὶ δευτέραν ζῳὴν ἤγαγεν, ἀπιστότατον καὶ αὐτῷ δόξαν τῷ Φιλοστράτῳ παραιτητέον. ἐν δισταγμῷ μέντοι ἀμφιβάλλει, μὴ ἄρα σπινθήρ τις ψυχῆς ἐνυπάρχων τῇ παιδὶ τοὺς θεραπεύοντας ἐλελήθει.

λέγεσθαι γάρ φησιν, “ὡς ψακάζοι μὲν ὁ Ζεύς, ἡ δὲ ἀτμίζοι ἀπὸ τοῦ προσώπου.„ καὶ γὰρ δὴ εἰ ἀληθῶς αὐτῷ τοιόνδε ἐπ᾽ αὐτῆς Ῥώμης ἐπέπρακτο, οὐκ ἂν ἐλελήθει βασιλέα τε πρῶτον καὶ τοὺς μετ᾽ αὐτὸν ὑπάρχους ἅπαντας, μάλιστα δὲ τὸν φιλόσοφον Εὐφράτην ἐγχωριάζοντα κατ᾽ ἐκεῖνο καιροῦ καὶ ἐπὶ τῆς Ῥώμης διατρίβοντα, ὃς δὴ εἰς ὕστερον τὴν κατ᾽ αὐτοῦ κατηγορίαν, ὡς δὴ κατὰ γόητος, ὑποβάλλειν ἱστόρηται. πάντως γὰρ ἂν καὶ τοῦτο, εἰ δὴ τοῦτο γεγονὸς ἦν, ταῖς ἄλλαις κατ᾽ αὐτοῦ διαβολαῖς πρὸς τοῦ κατηγόρου συγκατείλεκτο. καὶ τὰ μὲν ἐν μέρει καὶ κατ᾽ εἶδος αὐτῷ πεπραγμένα τοσαῦτα, μυρία δὲ καὶ ἄλλα κατὰ πρόγνωσιν αὐτὸν λέγων προμαντεύσασθαί τε καὶ προειρηκέναι γράφει καὶ ὡς Ἀθήνησι βουληθέντα μυηθῆναι τὰ Ἐλευσίνια ὁ τῇδε εἶρξεν ἱερεὺς μὴ ἄν ποτε φήσας μυήσεσθαι γόητα, μηδὲ τὰ Ἐλευσίνια ἀνοῖξαι ἀνθρώπῳ μὴ καθαρῷ τὰ δαιμόνια. ἀλλὰ καὶ τῷ ἀσελγῶς ἀγείροντι κατὰ τὴν Ῥώμην καὶ τὰς Νέρωνος μετὰ κιθάρας ἐπὶ μισθῷ διεξιόντι ᾠδὰς μισθὸν ἐπιδοῦναι τοῖς ἑταίροις τῆς σοφῆς ταύτης ἐπιτηδεύσεως ὁ φιλοσοφώτατος διὰ τὸν Νέρωνος φόβον προστάττει.

Ἐν τούτοις καὶ τοῦ τετάρτου περιγραφέντος ἐν τῷ πέμπτῳ τῆς περὶ αὐτοῦ γραφῆς εἰπών τινα περὶ προγνώσεως αὐτοῦ καὶ ἀποθαυμάσας ὁ συγγραφεὺς ἐπιλέγει ταῦτα κατὰ λέξιν “ὅτι μὲν δὴ τὰ τοιαῦτα δαιμονίᾳ κινήσει προέλεγε καὶ ὅτι τοῖς γόητα ἡγουμένοις τὸν ἄνδρα οὐχ ὑγιαίνει ὁ λόγος, δηλοῖ μὲν καὶ τὰ εἰρημένα, σκεψώμεθα δὲ κἀκεῖνα· οἱ γόητες, ἡγοῦμαι δὲ αὐτοὺς ἐγὼ κακοδαιμονεστάτους ἀνθρώπων, οἱ μὲν ἐς βασάνους εἰδώλων χωροῦντες, οἱ δ᾽ ἐς θυσίας βαρβάρους, οἱ δὲ ἐς τὸ ἐπᾷσαί τι ἢ ἀλεῖψαι μεταποιεῖν φασι τὰ εἱμαρμένα, ὁ δὲ εἵπετο μὲν τοῖς ἐκ Μοιρῶν καὶ προέλεγεν, ὡς ἀνάγκη ἔσεσθαι αὐτά, προέλεγε δὲ οὐ γοητεύων, ἀλλ᾽ ἐξ ὧν οἱ θεοὶ ἔφαινον, ἰδὼν δὲ παρὰ τοῖς Ἰνδοῖς τοὺς τρίποδας καὶ τοὺς οἰνοχόους καὶ ὅσα αὐτόματα ἐσφοιτᾶν εἶπον, οὔθ᾽ ὅπως σοφίζοιντο αὐτὰ ἤρετο, οὔτε ἐδεήθη μαθεῖν, ἀλλ᾽ ἐπῄνει μέν, ζηλοῦν δὲ οὐκ ἠξίου.„ ταῦτα δὲ λέγων δῆλός ἐστι τοὺς περιβοήτους Ἰνδῶν φιλοσόφους γόητας ἀποφαίνων. περὶ γάρ τοι γοήτων ποιούμενος τὸν λόγον μνημονεύει καὶ τούτων σοφίζεσθαι δὴ τὰ παράδοξα λέγων αὐτοὺς καὶ τόν, περὶ οὗ ὁ λόγος, τῆς τοιασδὶ αὐτῶν σοφιστείας ὡς ἂν μὴ ἀστείας ἀλλότριον ὑποτιθέμενος. οὐκοῦν εἰ φαίνοιτο τούτους θεοὺς ἀποκαλῶν καὶ διδασκάλους ἐπιγραφόμενος αὐτοὺς ὁ Ἀπολλώνιος, ὥρα ταῖς κατὰ τῶν διδασκάλων καὶ αὐτὸν ὑπάγειν διαβολαῖς.

εἰσῆκται δὴ οὖν παρ᾽ οἷς φησι γυμνοῖς Αἰγυπτίων, ῥήμασιν αὐτοῖς ταῦτα φάσκων· “οὐκ ἀπεικός τε παθεῖν μοι δοκῶ φιλοσοφίας ἡττηθεὶς εὖ κεκοσμημένης, ἣν ἐς τὸ πρόσφορον Ἰνδοὶ στείλαντες ἐφ᾽ ὑψηλῆς τε καὶ θείας μηχανῆς ἐκκυκλοῦσιν. ὡς δὴ ἐν δίκῃ μὲν ἠγάσθην, ἐν δίκῃ δὲ ἡγοῦμαι σοφούς τε καὶ μακαρίους, ὥρα μανθάνειν.„ καὶ μετὰ βραχέα φησίν· “οὗτοι μὲν γὰρ θεοί τέ εἰσι καὶ κεκόσμηνται κατὰ τὴν Πυθίαν.„ καὶ Δομετιανῷ δὲ εἰσῆκται λέγων “καὶ τίς πρὸς Ἰάρχαν σοι πόλεμος ἢ πρὸς Φραώτην τοὺς Ἰνδούς; οὓς ἐγὼ μόνους ἀνθρώπων θεούς τε ἡγοῦμαι καὶ ἀξίους τῆς ἐπωνυμίας ταύτης;„ καὶ ἐν ἄλλοις δὲ ὁμοίως θεούς τε καὶ διδασκάλους τἀνδρὸς ἐπιγράψας ὁ λόγος τοὺς δεδηλωμένους δακτυλίους τε παρ᾽ αὐτῶν εἰληφέναι ὁμολογήσας αὐτὸν ἐπιλέλησται νῦν καὶ συνδιαβάλλων τοῖς διδασκάλοις τὸν μαθητὴν οὐκ ἐπαίει.

ὑποβὰς δ᾽ ἐν τῇ γραφῇ αὐλητὴν ὑποτίθεται καὶ τὸν Ἀπολλώνιον ὥσπερ τινὸς οὔσης μεγίστης καὶ σοφωτάτης ἐπιστήμης τρόπους αὐλήσεως μάλα σπουδαίως μακροῖς τοῖς διεξηγήμασιν εἴροντα διεξέρχεται, καὶ αὐτοκράτορα Οὐεσπασιανὸν οἷα δὴ θεῷ προσεύξασθαι αὐτῷ ἱστορεῖ, καὶ τὸν μὲν ὡς εὐχῇ εἰρηκέναι τὸν Οὐεσπασιανόν· “ποίησόν με βασιλέα,„ τὸν δὲ ἀποκρίνασθαι· “ἐποίησα.„ καὶ τίς οὐκ ἂν μισήσειεν εὐλόγως τῆς ἀλαζονείας τὴν φωνὴν μανίας τὸ μηθὲν ἀποδέουσαν, ὅτε γε ἤδη αὐτὸς θεὸς καὶ βασιλέων ποιητὴς εἶναι φρυάττεται ὁ τῆς Αἰγυπτίας κυβερνήτης νεώς; τοῦτο γὰρ αὐτὸς ἑαυτὸν ὁ Ἀπολλώνιος γεγονέναι τὴν ψυχὴν ἐν ταῖς πρὸς τὸν Ἰνδὸν ὁμιλίαις μικρῷ πρόσθεν ἡμῖν δεδήλωκε. τῷ δ᾽ αὐτῷ βασιλεῖ, οὓς ἂν αὐτὸς δοκιμάζοι τῶν φιλοσόφων συμβούλους τῶν πρακτέων, γνωρίσαι αὐτῷ ἀξιοῦντι κατὰ λέξιν φησίν· “ἀγαθοὶ δὲ τούτων σύμβουλοι καὶ οἵδε οἱ ἄνδρες, τὸν Δίωνα δείξας καὶ τὸν Εὐφράτην μήπω αὐτῷ ἐς διαφορὰν ἥκοντα.„ καὶ αὖθις, “ὦ βασιλεῦ, εἶπεν, Εὐφράτης καὶ Δίων πάλαι σοι γνώριμοι ὄντες πρὸς θύραις εἰσὶν οὐκ ἀφρόντιδες τῶν σῶν.

κάλει δὴ κἀκείνους ἐς κοινὸν λόγον, σοφὼ γὰρ τὼ ἄνδρε.„ πρὸς ἃ Οὐεσπασιανὸς “ἀκλείτους„ ἔφη “θύρας παρέχω σοφοῖς ἀνδράσιν.„ εὖγε τῆς προγνώσεως τοῦ ἥρωος· Εὐφράτης νῦν ἀγαθός τε καὶ σοφός, ἐπεὶ μὴ ἐς διαφοράν πω αὐτῷ ἐληλύθει, εἰ δ᾽ ἔλθοι—ὅσον οὔπω δὲ τοῦτ᾽ ἔσται—ὅρα οἷα περὶ αὐτοῦ ὁ αὐτὸς πρὸς Δομετιανὸν γράφει· “καὶ μὴν ὁπόσα γίγνεται φιλοσόφῳ ἀνδρὶ κολακεύοντι τοὺς δυνατοὺς δηλοῖ τὰ Εὐφράτου· τούτῳ γὰρ ἐντεῦθεν, τί λέγω χρήματα; πηγαὶ μὲν οὖν εἰσι πλούτου, κἀπὶ τῶν τραπεζῶν ἤδη διαλέγεται κάπηλος ὑποκάπηλος τελώνης ὀβολοστάτης πάντα γιγνόμενος τὰ πωλούμενά τε καὶ πωλοῦντα, ἐντετύπωται δὲ ἀεὶ ταῖς τῶν δυνατῶν θύραις καὶ προσέστηκεν αὐταῖς πλείω καιρὸν ἢ οἱ θυρωροί, ἀπελήφθη δὲ καὶ ὑπὸ τῶν θυρωρῶν πολλάκις, ὥσπερ τῶν κυνῶν οἱ λίχνοι, δραχμὴν δὲ οὐδὲ φιλοσόφῳ ἀνδρί ποτε προέμενος ἐπιτειχίζει νῦν τὸν ἑαυτοῦ πλοῦτον ἑτέροις τὸν Αἰγύπτιον τουτονὶ βόσκων χρήμασι καὶ ὀξύνων ἐπ᾽ ἐμὲ γλῶτταν ἀξίαν ἐκτετμῆσθαι. Εὐφράτην μὲν δὴ καταλείπω σοί, σὺ γάρ, ἢν μὴ κόλακας ἐπαινῇς, εὑρήσεις τὸν ἄνθρωπον κακίω ἢ ἑρμηνεύω.„ ὁ δὴ πρὸς τὸν πατέρα τὸν Οὐεσπασιανὸν σοφὸν καὶ ἀγαθὸν τὸν Εὐφράτην μαρτυρόμενος, πρὸς δὲ τὸν υἱὸν ταῦτα περὶ αὐτοῦ διεξιὼν δῆλος ἂν εἴη τὸν αὐτὸν ἐπαινῶν τε καὶ ψέγων. ἆρ᾽ οὖν ὁ τὴν τῶν μελλόντων προειληφὼς γνῶσιν ἠγνόει, ὃς ἦν τε καὶ ἔσται τὸν τρόπον ὁ Εὐφράτης;

καὶ γὰρ οὐ νῦν πρῶτον, ἀλλὰ καὶ ἐπ᾽ αὐτοῦ Οὐεσπασιανοῦ διαβάλλειν αὐτὸν ὡς δὴ τὸ ἦθος μοχθηρότατον βούλεται. πῶς δὴ οὖν τὸν τοιόνδε συνίστη βασιλεῖ, ὡς καὶ ἀκλείτους αὐτῷ διὰ τὰς παρ᾽ αὐτοῦ συστάσεις τῶν βασιλείων ἀναπεπετάσθαι τὰς πύλας; ἀλλὰ γὰρ καὶ τυφλῷ, φασί, δῆλον, ὡς ἄρα πρόγνωσιν μὲν συκοφαντεῖται πρὸς τοῦ συγγραφέως ὁ ἄνθρωπος, εἴη δ᾽ ἂν ἄλλως γενναῖος, πάλαι μὲν πρὸ πείρας ἀφθόνως ἑταίροις, ἀτὰρ καὶ τῷ Εὐφράτῃ τῆς εἰς τὰ βασίλεια παρόδου κοινωνῶν, ὕστερον δὲ τῆς διαφορᾶς ἕνεκα τοιαῦτα περὶ αὐτοῦ λέγων. οὔπω μοι διαβάλλειν ὁ λόγος βούλεται τὸν ἄνδρα, ὡς ἂν τὸν Εὐφράτην συκοφαντοῦντα φιλοσόφων γενόμενον τῶν καθ᾽ ἑαυτὸν ἐπιδοξότατον, ὡς καὶ ἐς δεῦρ᾽, οἷς μέτεστι φιλοσοφίας, ᾄδεσθαι, ὃ καὶ μέγιστον λάβοι ἄν τις, εἰ βούλοιτο, παράδειγμα [τῆς] κατὰ τοῦ Ἀπολλωνίου διαβολῆς. εἰ γὰρ οὖν ὁ Εὐφράτης παρ᾽ αὐτοῖς πάσῃ φιλοσοφίᾳ διαπρέψαι ὁμολογηθείη, ὥρα μισοπονηρίαν μὲν ἐκείνου κατηγορεῖν ἐπεξιόντος τοῖς ἀτόπως ὑπὸ τοῦδε δρωμένοις, τουτονὶ δὲ πρὸς ἐκείνου κατηγορούμενον φαύλην περιβάλλεσθαι δόξαν, ὅτι δὴ μὴ τὸν ἀρέσκοντα τῷ φιλοσόφῳ μετῄει βίον.

Πάλιν ἐν τῷ ἕκτῳ παραδοξολογῶν ὁ μυθολόγος ἄγει μὲν αὐτὸν ἅμα τοῖς ἑταίροις καμήλῳ ὀχούμενον ἐφ᾽ οὕς φησιν Αἰγυπτίων γυμνοὺς φιλοσόφους, ἔνθα δὴ προστάξαντος τοῦ γυμνοῦ πτελέα, φησί, τὸ δένδρον προσαγορεύει τὸν Ἀπολλώνιον ἐνάρθρῳ καὶ θήλει τῇ φωνῇ, καὶ τούτοις γε ἡμᾶς ὁ Φιλαλήθης πιστεύειν ἀξιοῖ. εἶτα Πυγμαίους ἄνδρας ὑπὲρ τὴν τούτων ἱστορεῖ χώραν καὶ Ἀνθρωποφάγους καὶ Σκιάποδας σάτυρόν τε πρὸς τοῦ Ἀπολλωνίου μεθυσκόμενον. ἐξ ἐκείνων δ᾽ αὖθις ἐπάνεισιν ἐπὶ τὴν Ἑλλάδα, ὁμιλίαι τε πάλιν αὐτῷ καὶ προγνώσεις ἀνακοινοῦνται πρὸς Τίτον, καὶ δηχθέντα ἔφηβον ὑπὸ λυττῶντος κυνός, ὃν δὴ καὶ ἐμαντεύσατο, ὅς τις εἴη τὴν ψυχήν, ὅτι ὁ τῆς Αἰγύπτου ποτὲ βασιλεὺς Ἄμασις, τῆς συμφορᾶς ἀπαλλάττει, μέχρι καὶ τοῦ κυνὸς ἐπιτείνας τὸ φιλάνθρωπον. ταυτὶ μὲν οὖν τὰ πρὸ τῆς κατηγορίας αὐτῷ πεπραγμένα, ἐπιστῆσαι δ᾽ ἄξιον δι᾽ ὅλης τῆς πραγματείας, ὡς ὅτι κἂν ἀληθεύειν δοθῇ τῷ συγγραφεῖ τὰ παράδοξα, συνεργείᾳ δαίμονος ἕκαστον αὐτῷ διαπεπρᾶχθαι τούτων σαφῶς δείκνυται. τό τε γὰρ τοῦ λοιμοῦ προαισθέσθαι ἴσως μὲν οὐδὲ περίεργον ἂν δόξειεν, εἰ [καθὼς αὐτὸς] ἀπὸ λεπτοτάτης καὶ καθαρᾶς διαίτης κατείληπτο, ὡς αὐτὸς ἔφησεν, ἴσως δὲ καὶ αὐτὸ ἐξ ὁμιλίας δαίμονος αὐτῷ προμεμήνυτο.

καὶ γὰρ δὴ καὶ τὰ λοιπά, ὅσα κατὰ πρόγνωσιν διειληφώς τε καὶ προειρηκὼς εἰσῆκται, εἰ καὶ μυρίοις ἐλέγχοις ἐξ αὐτῆς πάρεστι τῆς τοῦ Φιλοστράτου γραφῆς εὐθύνειν, ὅμως ἵνα συγχωρηθείη καὶ τοῦτ᾽ εἶναι ἀληθές, κατὰ περίεργον μηχανὴν εἴποιμ᾽ ἂν πρὸς δαίμονος αὐτῷ παρέδρου τινὰ τῶν μελλόντων, οὐδὲ γὰρ πάντα, κατειλῆφθαι. τοῦτο δὲ παρίστησι σαφὲς τὸ μὴ δι᾽ ὅλου καὶ περὶ πάντων τὴν πρόγνωσιν αὐτὸν ἀποσώζειν, ἀπορεῖν δὲ ἐν πλείστοις καὶ πυνθάνεσθαι δι᾽ ἄγνοιαν, ὅπερ οὐκ ἄν, εἰ θείας ἀρετῆς μετῆν αὐτῷ, πεπόνθει. καὶ αὐτὸ δὲ τὸ παῦσαι τὸν λοιμόν, ὁποῖον εἴληχε τὸ δρᾶμα, ὅτι φάσμα καὶ οὐδέν τι πλέον ἦν, προδεδήλωται. ἀλλὰ καὶ ἡ ψυχὴ Ἀχιλλέως παρὰ τῷ αὐτοῦ μνήματι τί ἂν διατρίβοι τὰς ἐν μακάρων νήσοις, ὡς ἂν φήσειέ τις, ἀπολείπουσα διαγωγάς, εἰ μὴ καὶ τοῦτο δαίμονος ἦν ἐπιφανείας παρουσία; καὶ τοῦ ἀσελγοῦς δὲ μειρακίου σαφῶς ἔνοικον δαίμονα, καὶ πάλιν, ἣν ἔφησεν ἔμπουσάν τε καὶ λάμιαν ἐμπεπαρῳνηκέναι τῷ Μενίππῳ, μείζονι τάχ᾽ ἴσως ἐξελήλακε δαίμονι, ὁμοίως τε αὖ καὶ τὸν τὰς φρένας παρατραπέντα νεανίαν ὑπὸ τοῦ λυττῶντος κυνὸς αὐτόν τε τὸν δαιμονῶντα κύνα τῇ αὐτῇ μετήλλαξε μεθόδῳ. ὅρα δὴ οὖν, ὡς ἔφην, τὴν πᾶσαν αὐτῷ παραδοξοποιίαν, ὡς διὰ δαιμονικῆς ἀπετελεῖτο ὑπουργίας.