Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Κατὰ Ἱεροκλέους

Εὐσέβιος Καισαρείας

Απόρριψη της ειμαρμένης και υπεράσπιση της ελευθερίας της βουλήσεως

Ανασκευή της μοιρολατρικής διδασκαλίας του Απολλωνίου, ανάδειξη των ηθικών συνεπειών της απόλυτης υποταγής στη Μοίρα και προβολή του αυτεξουσίου του ανθρώπου σε συμφωνία με τη θεία πρόνοια.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 6 από 7

Ἀλλὰ γὰρ ἐν τούτοις περιγραφομένου τοῦ λόγου βραχέ᾽ ἄττα περὶ Μοιρῶν καὶ εἱμαρμένης φέρε διαλάβωμεν, ὅ τι καὶ βούλοιτο δι᾽ ὅλης αὐτῷ τῆς ὑποθέσεως ὁ λόγος τὸ μὲν ἐφ᾽ ἡμῖν ἀναιρῶν, ἀνάγκην δὲ εἰσάγων καὶ εἱμαρμένην καὶ Μοίρας, διαθροῦντες, ταύτῃ γὰρ ἡμῖν ἐντελῶς καὶ ἡ ἐν δόγμασι ψευδοδοξία τἀνδρὸς διευθυνθήσεται. εἰ δὴ οὖν κατὰ τὸν τῆς ἀληθοῦς φιλοσοφίας λόγον ψυχὴ πᾶσα ἀθάνατος, τὸ γὰρ ἀεικίνητον ἀθάνατον, τὸ δ᾽ ἄλλο κινοῦν καὶ ὑφ᾽ ἑτέρου κινούμενον παῦλαν ἔχον κινήσεως παῦλαν ἔχει ζῳῆς, καὶ αἰτία ἑλομένου, θεὸς ἀναίτιος, τίς αἱρεῖ λόγος, ἄκουσαν, οὐχὶ δὲ κατὰ προαίρεσιν, ἀψύχου δίκην σώματος ἔξωθέν ποθεν κινουμένην καὶ ὡσπερεὶ νευροσπαστουμένην ὧδε κἀκεῖσε τὴν ἀεικίνητον ἄγεσθαι φύσιν μηδὲν μηδαμῶς ἐξ ἰδίας ὁρμῆς καὶ κινήσεως ἐνεργοῦσαν, μηδὲ εἰς ἑαυτὴν τὴν τῶν δρωμένων ἀναφέρουσαν αἰτίαν ταύτῃ τε μήτε φιλοσοφοῦσαν ἐπαινετέαν τυγχάνειν μήτ᾽ αὖ ψεκτὴν κακίας ἔμπλεων καὶ πονηρίας; τί δῆτα οὖν Εὐφράτῃ λοιδορούμενος καταμέμφῃ, ὦ τᾶν, εἰ μὴ παρ᾽ ἑαυτοῦ, ἀλλ᾽ ἐξ εἱμαρμένης ἐπὶ τὸ κέρδος ἐκδούς, ὡς αὐτὸς ἀξιοῖς, ὠλιγώρει φιλοσοφίας; τί δὲ καὶ γόησιν ἐνυβρίζεις ψευδοσόφους ἀποκαλῶν ὑπὸ Μοιρῶν, ὡς ἡγῇ, καθελκομένους ἐπὶ τὸν κακοδαίμονα βίον; τί δὲ κακίαν ἁπλῶς ὀνομάζεις, καὶ πονηρός τις ἀνθρώπων οὐκ ἐν δίκῃ κρίνεται παρὰ σοὶ τὸν ἐξ ἀνάγκης εἱμαρμένον ἀποπληρῶν ὅρον;

καὶ ἔμπαλιν τίνι λόγῳ Πυθαγόραν σεμνολογῶν θαυμαστὸν ἐπιγράφῃ διδάσκαλον, καὶ Μοιρῶν παίγνιον, ἀλλ᾽ οὐκ ἐραστὴν ὄντα φιλοσοφίας οὐκ ἀπολείπεις ἐπαινῶν, Φραώτης δὲ καὶ Ἰάρχας (οἱ) Ἰνδῶν φιλόσοφοι τί μᾶλλον παρὰ σοὶ θεῶν ἀπηνέγκαντο δόξαν μηδέν τι παιδείας ἴδιον, μηδ᾽ ἀρετῆς ἀπενεγκάμενοι κλέος; Νέρωνος δ᾽ ὡσαύτως καὶ Δομετιανοῦ τί οὐχὶ Μοίραις καὶ ἀνάγκῃ τὴν ἀκόλαστον περιάπτεις ἀγερωχίαν πάσης αἰτίας καὶ παντὸς ἐγκλήματος ἐλευθερῶν τοὺς ἄνδρας; ἀλλὰ καὶ εἴ τῳ πέπρωται, ὡς φῄς, δρομικῷ καὶ τοξικῷ καὶ τεκτονικῷ, οὕτω δὴ καὶ εἰ γόητι τὸν τρόπον ὄντι μάγῳ ἀναφανῆναι μιαιφόνῳ τε καὶ πονηρῷ καὶ ἀκολάστῳ, πάντως που ἐξ ἀνάγκης τοιόσδε τις ἀποβήσεται. τί δῆτα οὖν περινοστῶν τοῖς μὴ οἵοις τε τυχεῖν διορθώσεως ἀρετὴν προκηρύττεις; ἢ τί καταμέμφῃ τοῖς τὴν μοῖραν, ἀλλ᾽ οὐ τὴν προαίρεσιν ἀτοπωτάτοις; τί δὲ καί, εἰ αὐτῷ σοι πέπρωτο θείῳ ὄντι τὴν φύσιν ὑπερᾶραι βασιλέων δόξης, εἰς διδασκάλων ἐφοίτας καὶ φιλοσόφων Ἀραβίους τε καὶ Βαβυλωνίων μάγους καὶ σοφοὺς Ἰνδῶν ἐπολυπραγμόνεις; πάντως γάρ που καὶ τῆς τούτων δίχα κοινωνίας τὰ ἐκ Μοιρῶν ἐτελεῖτό σοι. τί δὲ καὶ οἷς νομίζεις θεοῖς τὰ μελιττοῦτα καὶ τὸν λιβανωτὸν εἰς μάτην ῥιπτεῖς, εὐσέβειάν τε ἐπιμορφαζόμενος ἐπ᾽ εὐχὰς τρέπεσθαι τοὺς ἑταίρους παρορμᾷς; αὐτός τε εὐχόμενος τί παρὰ θεῶν αἰτεῖς, ὁπότε καὶ τούτων ὁμολογεῖς τὴν εἱμαρμένην κρατεῖν;

καὶ μὴν ἔδει τοὺς ἄλλους θεοὺς παραμειψάμενον Ἀνάγκῃ μόνον καὶ Μοίραις θύειν καὶ τοῦ Διὸς αὐτοῦ μᾶλλον τὴν εἱμαρμένην προτιμᾶν. οὕτω δ᾽ ἄν σοι θεοὶ μὲν οὐκέτ᾽ ἂν ἦσαν καὶ εἰκότως, ἅτε μηδὲ ἀνθρώπους οἷοί τε ὠφελεῖν. ἀλλὰ καὶ (εἰ) πέπρωτο τοὺς Ἐφεσίους ἁλῶναι λοιμῷ πολίτας, τί τἀναντία νομοθετῶν παρακρούῃ τὴν εἱμαρμένην; μᾶλλον δὲ πῶς ὑπερῆρας τὴν Μοῖραν, τρόπαιον ὥσπερ κατ᾽ αὐτῆς ἀράμενος; εἰ δὲ καὶ τῆς Κλωθοῦς ἐπὶ τῇ κόρῃ τὸ νῆμα πέρας εἰλήχει, πόθεν ἐξ ὑπαρχῆς μετὰ θάνατον ἀναδησάμενος τῷ μίτῳ τὸν ἄτρακτον, ζωοποιὸς αὐτῇ παραπέφηνας; ἀλλ᾽ ἴσως Μοῖραι καὶ σὲ αὐτὸν ἐπὶ ταῦτ᾽ ἦγον. οὔτι πω φήσεις κατ᾽ ἀξίαν, πολλοῦ γε καὶ δεῖ, ὃς πρὸ τῆς εἰς τοῦτο τὸ σῶμα παρόδου τῶν ἐν θαλάττῃ καὶ κύμασι διατριβόντων γεγονέναι σεαυτὸν λέγεις, ἀλλ᾽ ἐξ ἀνάγκης, ὡς εἰκὸς καὶ τοῦτο. οὔκουν θαυμάσιος οὔτε τῆς πρώτης γενέσεως καὶ τροφῆς, οὔτε τῆς ἐγκυκλίου παιδείας, οὔτε τῆς ἐν ἀκμῇ σώφρονος ἀγωγῆς, οὔτ᾽ ἀσκήσεως τῆς ἐν φιλοσοφίᾳ, ἦν δ᾽ ἄρα τις Μοιρῶν ἀνάγκη καὶ εἰς Βαβυλωνίους ἐλαύνουσα, ὠθούμενος δ᾽ ὥσπερ καὶ τοῖς Ἰνδῶν ὡμίλεις σοφοῖς, καὶ ἐπὶ τοὺς Αἰγυπτίων δὲ Γυμνοὺς οὐχ ἡ προαίρεσις, οὐδ᾽ ὁ φιλοσοφίας πόθος, Μοῖρα δὲ ἦγεν ἄγχουσα καὶ ἐπὶ τὰ Γάδειρα καὶ τὰς Ἡρακλείους στήλας ἑῷόν τε καὶ ἑσπέριον Ὠκεανὸν ἀλᾶσθαι καὶ αὐταῖς ἀτράκτοις εἰς μάτην ἐξεβιάζετο περιστρέφεσθαι.

εἰ δὲ δὴ μετειληφέναι τι σοφίας αὐτὸν ἐκ τούτων εἴποι τις, Μοῖρα καὶ τούτων αἰτία καὶ οὐκέτ᾽ ἂν ἐν φιλομαθέσιν ὁ ἀνὴρ καταλεχθείη, οὐδ᾽ ἂν εὐλόγως θαυμασθείη τῆς οὐ κατὰ γνώμην, ἀλλὰ κατὰ ἀνάγκην αὐτῷ πορισθείσης φιλοσοφίας. ἐν ἴσῳ δ᾽ ἂν συγκρινόμενος εἴη κατ᾽ αὐτὸν Πυθαγόρας αὐτὸς καί τι τερατῶδες καὶ ἀπερριμμένον ἀνδράποδον, Σωκράτης αὐτὸς φιλοσοφίας ὑπεραποθνήσκων καὶ οἱ τοῦτον θανάτου ἄξιον γραψάμενοι, Διογένης τε καὶ τὰ Ἀθηναίων μειράκια, καὶ ἁπλῶς εἰπεῖν ὁ σοφώτατος οὐκ ἂν διαφέροι τοῦ ἀφρονεστάτου καὶ ὁ ἀδικώτατος τοῦ δικαιοτάτου ὅ τε ἀκολαστότατος τοῦ σωφρονεστάτου καὶ ὁ δειλότατος τοῦ ἀνδρειοτάτου εἱμαρμένης καὶ Μοιρῶν παιγνίων τούτων ἁπάντων ἀποδεδειγμένων. ἀλλὰ γὰρ πρὸς ταῦτα τῆς ἀληθείας ὁ κῆρυξ ἀναβοήσεται λέγων· ὦ ἄνθρωποι, θνητὸν καὶ ἐπίκηρον γένος, ποῖ δὴ φέρεσθε τὸν τῆς ἀγνωσίας ἄκρατον ἐμπιόντες; λήξατε ποτὲ καὶ διανήψατε τῆς μέθης καὶ διανοίας ὀρθοῖς ὄμμασι τὸ σεμνὸν τῆς ἀληθείας ἐνοπτρίσασθε πρόσωπον. οὐ θέμις ἀλήθειαν πολεμεῖν ἑαυτῇ καὶ μάχεσθαι, οὐδὲ δυοῖν ἐναντιωτάτοιν μίαν ὑφεστάναι καὶ τὴν αὐτὴν αἰτίαν.

τῆς τοῦ θεοῦ προνοίας τὰ πάντα κρατούσης θείοις νόμοις διατέτακται τὸ πᾶν, ἀνθρώπων τε ψυχῆς ὅρος αὐτοκράτορά τε καὶ κριτὴν ἡγεμόνα τε καὶ κύριον αὐτὸν ἑαυτοῦ καθίστησι φυσικοῖς νόμοις καὶ φιλοσόφων δόγμασιν ἐκδιδάσκων, ὡς ἄρα τῶν ὄντων τὰ μέν ἐστιν ἐφ᾽ ἡμῖν, τὰ δὲ οὐκ ἐφ᾽ ἡμῖν, καὶ ἐφ᾽ ἡμῖν μέν, ὅσα γένοιτ᾽ ἂν κατὰ προαίρεσίν τε καὶ πρᾶξιν, ἃ καὶ φύσει ἐλεύθερα ἀκώλυτα ἀπαρεμπόδιστα τυγχάνει, τὰ δὲ οὐκ ἐφ᾽ ἡμῖν ἀσθενῆ δοῦλα κωλυτὰ ἀλλότρια, ἃ καὶ περὶ τὸ σῶμα καὶ τὰ ἐκτὸς ἄψυχά τε ὄντα καὶ ἄλογα καὶ πάντῃ τῆς ἰδίας τοῦ λογικοῦ ζῴου φύσεως ἀλλοτρίαν τὴν ὑπόστασιν ἔχει. τῶν δ᾽ ἐφ᾽ ἡμῖν τὴν ἐπὶ θάτερα ὁρμὴν ἀρετῆς τε καὶ κακίας ἕκαστος ἐν αὐτῇ κέκτηται προαιρέσει, καὶ τὸ μὲν τῶν ὅλων δεσπόζον τε καὶ ἡγεμονοῦν εὐθέως περαίνει κατὰ φύσιν περιπορευόμενον, τῷ δ᾽ αἰεὶ συνέπεται δίκη τῶν ἀπολειπομένων τοῦ θείου νόμου τιμωρός, τῶν δ᾽ ἐπὶ τὰς πράξεις ὁρμῶν οὐ Μοίρας, οὐδὲ εἱμαρμένης, οὐδ᾽ ἀνάγκης αἰτία· αἰτία ἑλομένου, θεὸς ἀναίτιος.

εἰ δὴ θρασύνοιτό τις τῷ ἐφ᾽ ἡμῖν ἀντιπολεμῶν, μὴ παρακαλυπτέσθω οὗτος· ἀθεότητα ἀναφανδὸν διεξαγορευέτω μὴ πρόνοιαν, μὴ θεόν, μηδέ τι ἄλλο πλὴν Μοιρῶν καὶ ἀνάγκης ὁμολογῶν, καὶ τὰ ἀκόλουθα τούτοις γυμνῇ προσκαταλεγέτω κεφαλῇ, μὴ σοφόν, μὴ ἄφρονα, μὴ δίκαιον, μὴ ἄδικον, μὴ ἐνάρετον, μὴ φαῦλον, μὴ γόητα, μὴ θεῖον ἐν ἀνθρώπων γίνεσθαι φύσει, μὴ φιλοσοφίαν εἶναι, μὴ παιδείαν, μηδ᾽ ὅλως τέχνην τινά, μηδὲ ἐπιστήμην, μή τινα ἄλλον τὴν φύσιν ἀγαθὸν ἢ πονηρὸν ἀποκαλείτω, πάντα δὲ συλλήβδην ἀνάγκῃ καὶ Μοιρῶν ἀτράκτοις περιδινεῖσθαι. ἄθεος δῆτα καὶ δυσσεβὴς οὗτος ἐν εὐσεβῶν καὶ ἐν φιλοσόφων ἀπογεγράφθω κριτηρίῳ, εἰ δ᾽ ἐπικαλυπτόμενος ἕτερα δοξάζειν ἐπιχειροῖ πρόνοιαν καὶ θεούς, Μοῖραν δ᾽ ἐπὶ τούτοις καὶ εἱμαρμένην τις ἀνακηρύττοι μαχομένοις καὶ ἐναντίοις παριστάμενος δόγμασιν, ἐν ἄφροσι δίκην ἀνοίας παρασχὼν καταγεγράφθω. ταυτὶ μὲν οὖν ταύτῃ.