Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Κατὰ Μαρκέλλου

Εὐσέβιος Καισαρείας

Η ονοματοδοσία του Λόγου, η ενσάρκωση και η παρανόηση των θείων ιδιοτήτων

Ανασκευή της άποψης ότι τίτλοι όπως «Ιησούς», «Χριστός» και «εικόνα» αποδίδονται αποκλειστικά στην ανθρώπινη σάρκα και όχι στον προαιώνιο Λόγο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 8 από 9

ἀλλ᾽ ἡμεῖς γε τοῖς αὐτοῦ καθ᾽ ἑαυτοῦ ἐλέγχοις ἐξ ὧν παρέθετο φωνῶν ἀρκεσθέντες, οὐδ᾽ ἀντιρρήσεως ἀξιώσομεν τὴν τοῦ Ἰουδαϊκοῦ τούτου δόγματος ἀτοπίαν. ἐντεῦθεν δ᾽ ἐπὶ τὰ εἰρημένα τῷ αὐτῷ περὶ τῆς σαρκός, ἣν ἐνεργείᾳ μόνῃ φησὶν ἀνειληφέναι τὸν ἐν τῷ θεῷ λόγον, μεταβάντες φέρ᾽ ἴδωμεν ὅπως τὴν ἐν ταῖς θείαις γραφαῖς περὶ τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ φερομένην θεολογίαν ἐπὶ τὴν σάρκα μεταφέρει, αὐτὸν μὲν τὸν ἀληθῶς προόντα τοῦ θεοῦ υἱὸν ἀρνούμενος, τὴν δὲ σάρκα θεολογῶν, ἣν μικρὸν ὕστερον ἔρημον ἔσεσθαι τοῦ λόγου ὁ ἀνευλαβὴς ὡρίζετο· Ὁ μὲν γὰρ λόγος «ἐν ἀρχῇ ἦν», μηδὲν ἕτερον ὢν ἢ λόγος. ὁ δὲ τῷ λόγῳ ἑνωθεὶς ἄνθρωπος, οὐκ ὢν πρότερον, γέγονεν ἄνθρωπος, ὡς διδάσκει ἡμᾶς Ἰωάννης λέγων «καὶ ὁ λόγος σὰρξ ἐγένετο». διὰ τοῦτο τοίνυν τοῦ λόγου μνημονεύων φαίνεται μόνου· εἴτε γὰρ Ἰησοῦ εἴτε Χριστοῦ ὀνόματος μνημονεύει ἡ θεία γραφή, τὸν μετὰ [τὸν] τῆς ἀνθρωπίνης ὄντα σαρκὸς τοῦ θεοῦ λόγον ὀνομάζειν φαίνεται. εἰ δέ τις καὶ πρὸ τῆς νέας διαθήκης τὸ τοῦ Χριστοῦ 〈ἢ〉 Ἰησοῦ ὄνομα ἐπὶ τοῦ λόγου μόνου δεικνύναι δύνασθαι ἐπαγγέλλοιτο, εὑρήσει τοῦτο προφητικῶς εἰρημένον, ὥσπερ καὶ ἀπὸ τούτου δῆλον· «παρέστησαν» γάρ φησιν «οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ».

καὶ μεθ᾽ ἕτερα ἐπάγει εἰκότως οὖν πρὸ τῆς καθόδου 〈τοῦτο ἦν〉, ὅπερ πολλάκις ἔφαμεν, λόγος· μετὰ δὲ τὴν κάθοδον καὶ τὴν τῆς σαρκὸς ἀνάληψιν διαφόρων καὶ τῶν ἐπηγοριῶν τετύχηκεν, ἐπειδὴ «ὁ λόγος σὰρξ ἐγένετο». τήρει ὅπως διὰ τούτων Μάρκελλος τὸ Ἰησοῦ καὶ Χριστοῦ ὄνομα καὶ τὰς λοιπὰς προσηγορίας οὐ βούλεται κεῖσθαι ἐπὶ τοῦ λόγου, ἀλλ᾽ ἐπὶ τῆς σαρκὸς ἧς ἀνείληφεν. ἀναγκαία δὲ ἡ ἐπιτήρησις, ἵν᾽ ὅταν αὐτὸς πάλιν ἀποβάλῃ τὴν σάρκα ἐλέγχοιτο εἰς αὐτὸν ἀσεβῶν τὸν Χριστὸν τοῦ θεοῦ. μετὰ δὴ τὰ προλεχθέντα ἑξῆς προϊὼν [τὰ] περὶ τοῦ σώματος τοῦ σωτῆρος τοιαῦτα γράφει καὶ μὴ τοῦτο ἀπίθανον εἶναι νομιζέτω Ἀστέριος, εἰ νεώτερον ὂν αὐτοῦ 〈τὸ〉 σῶμα τοσαύτης τυχεῖν ἀρχαιότητος ἐδυνήθη· ἀλλ᾽ ἐννοείτω, ὅτι 〈εἰ〉 καὶ μάλιστα τὴν ἀνθρωπίνην σάρκα νεωτέραν εἶναι συμβαίνει, ὅμως ὁ ταύτην ἀναλαβεῖν δι᾽ ἁγνῆς ἀξιώσας παρθένου λόγος, ταύτῃ τὸ ἑαυτοῦ ἑνώσας, οὐ μόνον «πρωτότοκον πάσης κτίσεως» τὸν ἐν ἑαυτῷ ἄνθρωπον κτισθέντα ἀπειργάσατο, ἀλλὰ καὶ ἀρχὴν ἁπάντων αὐτὸν εἶναι βούλεται, οὐ τῶν ἐπὶ γῆς μόνον, ἀλλὰ καὶ τῶν ἐν οὐρανοῖς.

τοσαῦτα εἰπὼν μεθ᾽ ἕτερα τὰς ἀποστολικὰς φωνάς, δι᾽ ὧν τὸν υἱὸν τοῦ θεοῦ θεολογεῖ φάσκων «ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως· ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι, τὰ πάντα δι᾽ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται· καὶ αὐτός ἐστιν πρὸ πάντων καὶ τὰ πάντα εἰς αὐτὸν συνέστηκεν», ἐπὶ τὴν σάρκα ἀναφέρει, οὐκ ἐρυθριῶν τὰς τοιαύτας τοῦ ἀποστόλου φωνὰς ἐκλαμβάνειν ἐπὶ τὴν σάρκα. περὶ ἧς προϊὼν αὐτὸς Μάρκελλος ταῦτα γράφει εἰ οὖν (ὁ σωτὴρ) ὁμολογεῖ τὴν σάρκα μηδὲν ὠφελεῖν, πῶς ἐγχωρεῖ τὴν ἐκ γῆς τε οὖσαν καὶ μηδὲν ὠφελοῦσαν ἐν τοῖς μέλλουσιν αἰῶσιν 〈ὡς〉 αὐτῷ λυσιτελοῦσαν συνεῖναι τῷ λόγω; καὶ αὖθις περὶ τῆς αὐτῆς σαρκὸς ἐπιλέγει πῶς ἔτι τὴν τοῦ δούλου μορφήν, ἣν ἀνείληφεν ὁ λόγος, μορφὴν οὖσαν δούλου, συνεῖναι τῷ λόγῳ [διὸ] δυνατὸν γένοιτ᾽ ἄν; ἀλλ᾽ ὁ τοιαῦτα περὶ τῆς σαρκὸς εἰπὼν νῦν «εἰκόνα τοῦ θεοῦ» αὐτὴν λέγει, καὶ «πρωτότοκον πάσης κτίσεως», αὐτήν τε οὖσαν πρὸ πάντων «καὶ πάντα τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, θρόνους, κυριότητας, ἀρχάς, ἐξουσίας, ἐν αὐτῇ ἐκτίσθαι». γράφει δὲ οὕτως οὐκοῦν εἰ «πρωτότοκος» μέν ἐστιν «ἁπάσης κτίσεως» αὐτός, «ἐν αὐτῷ» δὲ «ἐκτίσθη τὰ πάντα», προσήκει εἰδέναι ἡμᾶς, ὅτι περὶ τῆς κατὰ σάρκα οἰκονομίας αὐτοῦ ὁ ἀπόστολος νυνὶ μέμνηται.

καὶ ἐπιβεβαιοῖ τὸν λόγον ἐπιφέρων ἑξῆς «πρωτότοκος» οὖν «ἁπάσης κτίσεως» διὰ τὴν κατὰ σάρκα γένεσιν ὠνομάσθη, οὐ 〈διὰ τὴν πρώτην〉, ὡς αὐτοὶ οἴονται, 〈κτίσιν〉. καὶ ἐπιλέγει οὐ τοίνυν οὗτος ὁ ἁγιώτατος λόγος πρὸ τῆς ἐνανθρωπήσεως «πρωτότοκος ἁπάσης κτίσεως» ὠνόμαστο (πῶς γὰρ δυνατὸν τὸν ἀεὶ ὄντα πρωτότοκον εἶναί τινος;), ἀλλὰ τὸν πρῶτον «καινὸν ἄνθρωπον», εἰς ὃν «τὰ πάντα ἀνακεφαλαιώσασθαι» ἐβουλήθη ὁ θεός, τοῦτον αἱ θεῖαι γραφαὶ «πρωτότοκον πάσης» ὀνομάζουσιν «κτίσεως». καὶ αὖθις ἐπιφέρει ἀκούεις ὅπως οὐ μόνον ταῦτα, ἀλλὰ καὶ τὰ προϋπάρχοντα «ἔν τε οὐρανοῖς καὶ ἐπὶ τῆς γῆς ἐν αὐτῷ» κατὰ τὴν καινὴν κτίσιν «ἐκτίσθαι» συμβαίνει. ταῦτα μὲν οὖν δι᾽ ὧν πρωτότοκον πάσης κτίσεως διὰ τὴν σάρκα αὐτὸν ὠνομάσθαι εἴρηκεν· θέα δὲ ὅπως καὶ τὸ «κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ» πάλιν ἐπὶ τὴν σάρκα ἀναφέρει, μὴ προσέχων τῇ θείᾳ γραφῇ ἐκ προσώπου τῆς σοφίας ἐν ταῖς Παροιμίαις τοῦτον λεγούσῃ τὸν τρόπον «ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην· δι᾽ ἐμοῦ βασιλεῖς βασιλεύουσιν, καὶ οἱ δυνάσται γράφουσιν δικαιοσύνην». οἷς ἑξῆς ἐπιλέγει ἡ αὐτὴ σοφία «ἐν ὁδοῖς δικαιοσύνης περιπατῶ, καὶ ἀναμέσον τρίβων δικαιώματος ἀναστρέφομαι, ἵνα μερίσω τοῖς ἐμὲ ἀγαπῶσιν ὕπαρξιν, καὶ τοὺς θησαυροὺς αὐτῶν ἐμπλήσω ἀγαθῶν.

ἐὰν ἀναγγείλω ὑμῖν τὰ καθ᾽ ἡμέραν γιγνόμενα, μνημονεύσω τὰ ἐξ αἰῶνος ἀριθμῆσαι. κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέν με· ἐν ἀρχῇ πρὸ τοῦ τὴν γῆν ποιῆσαι» καὶ τὰ τούτοις ἑξῆς. οἷς μὴ βουληθεὶς τὴν διάνοιαν ἐπιστῆσαι Μάρκελλος, ἑνὸς δὲ μόνου γενόμενος σκοποῦ, τοῦ μὴ ὁμολογῆσαι τὸν υἱὸν τοῦ θεοῦ, τὴν προκειμένην θεολογίαν ἐπὶ τὴν σάρκα ἀναφέρει, καὶ τὴν εὐθεῖαν παρεκτραπεὶς ὁδὸν ἀνοδίαν ἑαυτῷ ἐπενόησεν, γράφων κατὰ λέξιν οὕτως τὸ τοίνυν κεφάλαιον τουτὶ τῆς Παροιμίας οὐ 〈τὴν ἀρχὴν τῆς θεότητος〉, ὥσπερ αὐτοὶ νομίζουσιν, τοῦ σωτῆρος ἡμῶν παραστῆσαι βουλόμενον «κύριος ἔκτισέν με» ἔφη, ἀλλὰ τὴν δευτέραν κατὰ σάρκα οἰκονομίαν· διὸ καὶ κτίσεως μέμνηται προσφόρως τῆς ἀνθρωπίνης σαρκός. καὶ ἑξῆς ἐπιλέγει οὐκοῦν ἡ κτίσις τῇ κατὰ ἄνθρωπον αὐτοῦ διαφέρει πραγματείᾳ. διό φησιν «κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ», ἔκτισέν με δηλονότι διὰ τῆς παρθένου Μαρίας δι᾽ ἧς ὁ θεὸς ἑνῶσαι τὴν ἀνθρωπίνην σάρκα τῷ ἑαυτοῦ λόγῳ προείλετο. καὶ μεθ᾽ ἕτερα προστίθησιν λέγων τούτου τοίνυν οὕτως ἔχοντος, ἀκόλουθόν ἐστιν σκοπεῖν τῇ διανοίᾳ τὸ παροιμιωδῶς εἰρημένον τουτὶ κεφάλαιον «κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ».

ἔκτισεν γὰρ ἀληθῶς τὸ μὴ ὂν πεποιηκὼς ὁ δεσπότης ἡμῶν θεός· οὐκ οὖσαν 〈γὰρ〉 τὴν σάρκα, ἣν ἀνείληφεν ὁ λόγος 〈ἀλλὰ μὴ οὖσαν ἔκτισεν〉. καὶ ἐπιφέρει αὖθις λέγων οὐκοῦν τοῦτ᾽ ἐστιν τὸ «κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ». ἐπάγει δέ «πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέν με», θεμέλιον μὲν τοῦτον ὀνομάζων, τὴν κατὰ σάρκα αὐτοῦ προορισθεῖσαν οἰκονομίαν. ὡς καὶ ὁ ἀπόστολος λέγει «θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός». ἑνὸς δὲ αἰῶνος ἐνταῦθα μέμνηται, ἀφ᾽ οὗ τὰ κατὰ τὸν Χριστὸν τεθεμελιῶσθαι ἔφη. καὶ πάλιν τὴν αὐτὴν βεβαιοῖ λέξιν φάσκων εἰκότως ὁ προφήτης ἔφη «πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέν με», δηλονότι τὸ κατὰ σάρκα, διὰ τὴν πρὸς τὸν ἀληθῶς υἱὸν αὐτοῦ τὸν λόγον κοινωνίαν. καὶ ἐπιλέγει ἑξῆς εἶτα «ἐν ἀρχῇ» φησὶν «πρὸ τοῦ τὴν γῆν ποιῆσαι». γῆν ποίαν ταύτην 〈ἢ〉 δηλονότι τὴν ἡμετέραν σάρκα, τὴν μετὰ τὴν παρακοὴν γῆν αὖθις γενομένην; «γῆ» γὰρ «εἶ» φησὶν «καὶ εἰς γῆν ἀπελεύσῃ». ἔδει γὰρ ταύτην ἰάσεως τυχεῖν, τινὰ τρόπον κοινωνή〈σα〉σαν τῷ ἁγίῳ λόγῳ. θέα δὲ πῶς ἐν τούτοις ὁ Μάρκελλος ἑαυτῷ περιπίπτει. φήσας γοῦν ἐν ἑτέρῳ [περιπίπτει] 〈τὴν σάρκα〉 εἶναι τὴν «ἀρχὴν ὁδῶν» τοῦ θεοῦ κτισθεῖσαν καὶ πάλιν «θεμέλιον» τὴν αὐτὴν εἶναι εἰπών, ἐπάγει τὸ «πρὸ τοῦ τὴν γῆν ποιῆσαι».

εἶθ᾽ ἑρμηνεύει τὴν γῆν πάλιν τὴν σάρκα εἶναι, οὐχ ὁρῶν ὡς οὐδεμίαν ἔχει ἀκολουθίαν πρὸ τῆς σαρκὸς τὴν σάρκα ἐκτίσθαι λέγειν καὶ μετὰ τὴν κτίσιν τῆς σαρκὸς πάλιν τὴν σάρκα ὀνομάζειν. ὁ δὲ ἔτι πρὸς τούτοις ἐπιφέρει ἑξῆς λέγων εἶτα «πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι» φησίν· ἐνταῦθα τὰς ἀβύσσους παροιμιωδῶς ὁ προφήτης τὰς τῶν ἁγίων καρδίας εἶναι λέγει τὰς ἐν τῷ ἑαυτῶν βάθει τὴν τοῦ πνεύματος ἐχούσας δωρεάν. καὶ ἐν τούτοις δὲ πρόσσχες, ὅπως εἰς τὴν σάρκα ἐκλαβὼν εἰρῆσθαι τὸ «κύριος ἔκτισέν με», ἔπειτα στενοχωρούμενος ὑπὸ τῆς γραφῆς λεγούσης «πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι», τὰς μὲν ἀβύσσους ἑρμηνεύει τὰς τῶν ἁγίων καρδίας λέγων αὐτὰς εἶναι, οὐ συνορᾷ δὲ ὅτι αἱ τῶν ἁγίων καρδίαι, τοῦ Ἀβραὰμ δηλαδὴ καὶ τοῦ Ἰσαὰκ καὶ τοῦ Ἰακὼβ Μωσέως τε καὶ Ἡλίου καὶ Μελχισεδὲκ καὶ τῶν λοιπῶν προφητῶν, πρὸ τῆς σαρκὸς γεγόνασιν τοῦ σωτῆρος. πῶς οὖν δυνατὸν ἐπὶ τὴν σάρκα ἀναφέρειν 〈τὸ〉 «πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι»; καὶ μεθ᾽ ἕτερα δὲ αὖθις ἐπάγει λέγων τί τοίνυν ἐστὶν 〈καὶ τουτὶ〉 τὸ κεφάλαιον «πρὸ τοῦ προελθεῖν τὰς πηγὰς 〈τῶν ὑδάτων»; τοὺς ἱεροὺς ἀποστόλους εἶναί φησιν〉. τοῦτο δὲ ἡμῖν τὸ μυστήριον παρίστησιν ἡ τῆς Ἐξόδου γραφὴ τοὺς τῶν ἀποστόλων τύπους πάλαι προαγορεύουσα, δώδεκα γὰρ ὄντων τὸν ἀριθμὸν τῶν ἀποστόλων δώδεκα πηγῶν μέμνηται.

καὶ αὖθις ἐπάγει τὸ αὐτὸ γράφων οὕτως εἰκότως οὖν περὶ τῆς κατὰ σάρκα γενέσεως ὁ δεσπότης διὰ τοῦ προφήτου Σολομῶνος λέγοντος «πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων» ἔφη. ἔπειτα ἑξῆς ἕτερά τινα διελθὼν ἐπιφέρει οὐκοῦν ἐπειδήπερ περὶ τῶν προαγόντων εἰρήκαμεν, ἀκόλουθόν ἐστιν καὶ τὸ λεῖπον ἀναπληρῶσαι. λείπει δὲ τὸ κατὰ τὰ ὄρη καὶ τοὺς βουνούς. «πρὸ» γὰρ «τοῦ ὄρη ἑδρασθῆναι» φησὶν «πρὸ δὲ πάντων τῶν βουνῶν γεννᾷ με». ὄρη καὶ βουνοὺς τοὺς ἀποστόλους καὶ τοὺς τῶν ἀποστόλων διαδόχους λέγει, ἵνα παρὰ τοὺς ἄλλους ἀνθρώπους τὴν κατ᾽ αὐτῶν δικαίαν πολιτείαν παροιμιωδῶς σημήνῃ. τοιαύτας τινὰς ἑρμηνείας ἐκθέμενος αὖθις ἐπὶ τὰς ἀποστολικὰς μεταβαίνει φωνάς, τἀναντία τῷ ἀποστόλῳ φθεγγόμενος. ὁ μὲν γὰρ τὸν προόντα υἱὸν τοῦ θεοῦ καὶ «πρωτότοκον πάσης κτίσεως» αὐτὸν εἶναι ἐδίδασκεν. «τὰ πάντα δι᾽ αὐτοῦ, καὶ ἐν αὐτῷ» ἐκτίσθαι, αὐτόν τε εἶναι «πρὸ πάντων» μεγάλῃ βοῇ μαρτυρόμενος· ὁ δὲ ἐπὶ τὴν σάρκα καὶ ταύτην καταβάλλει τὴν θεολογίαν, μικρὸν ὕστερον καὶ ταύτην ἀρνούμενος. λέγει δὲ οὕτως διὰ τοῦτο εἰκότως ἐπιφέρει «ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου». πότε γενόμενος εἰκὼν ἢ ὁπηνίκα τὸ «κατ᾽ εἰκόνα καὶ καθ᾽ ὁμοίωσιν» ἀνείληφεν πλάσμα; πρότερον γάρ, ὥσπερ πολλάκις ἔφην, οὐδὲν ἕτερον ἦν ἢ λόγος.

καὶ ἐπιμένει τὸ αὐτὸ γυμνότερον διασαφῶν, δι᾽ ὧν φησίν οὐκοῦν πρόδηλον, ὅτι πρὸ τῆς τοῦ ἡμετέρου σώματος ἀναλήψεως ὁ λόγος καθ᾽ ἑαυτὸν οὐκ ἦν εἰκὼν τοῦ ἀοράτου θεοῦ· τὴν γὰρ εἰκόνα ὁρᾶσθαι προσήκει, ἵνα διὰ τῆς εἰκόνος τὸ τέως μὴ ὁρώμενον ὁρᾶσθαι δύνηται. καὶ πάλιν προστίθησιν λέγων πῶς οὖν 〈εἰκόνα τοῦ ἀοράτου θεοῦ τὸν τοῦ θεοῦ λόγον〉 Ἀστέριος 〈εἶναι〉 γέγραφεν· αἱ γὰρ εἰκόνες τούτων ὧν εἰσιν εἰκόνες καὶ ἀπόντων δεικτικαί εἰσιν, ὥστε καὶ τὸν ἀπόντα δι᾽ αὐτῶν φαίνεσθαι δοκεῖν. εἰ δὲ τοῦ θεοῦ ἀοράτου ὄντος ἀόρατον εἶναι καὶ τὸν λόγον συμβαίνει, πῶς 〈εἰκὼν τοῦ ἀοράτου θεοῦ〉 καθ᾽ ἑαυτὸν ὁ λόγος εἶναι δύναται, καὶ αὐτὸς ἀόρατος ὤν; ἀδύνατον γὰρ τὸ μὴ ὁρατὸν διὰ τοῦ ἀοράτου φανῆναί ποτε. καὶ ἐν τούτοις δὲ ὁ Μάρκελλος οὐ συνορᾷ, ὅτι εἰ τὴν σάρκα δοίημεν εἶναι τὴν εἰκόνα τοῦ θεοῦ, ὥρα καὶ πάντων ἀνθρώπων τὰς σάρκας καὶ τὰ τῶν σωμάτων πρόσωπα εἰκόνας εἶναι λέγειν τοῦ θεοῦ, ὥστε κατ᾽ αὐτὸν μηδὲν ἐξαίρετον ἐσχηκέναι τὸν σωτῆρα.

ὁ δ᾽ ὥσπερ ἐπιλαθόμενος ὧν μετὰ ταῦτα περὶ τῆς σαρκὸς συνέγραψεν («δούλου μορφὴν» αὐτὴν εἰπὼν ἐξ ἀποστολικῆς παραθέσεως καὶ διὰ τοῦτο μὴ δύνασθαι συνεῖναι τῷ λόγῳ διὰ τὸ «δούλου μορφὴν» εἶναι, ἀλλὰ καὶ γυμνῇ τῇ κεφαλῇ φήσας πῶς ἐγχωρεῖ τὴν ἐκ γῆς τε οὖσαν καὶ μηδὲν ὠφελοῦσαν ἐν τοῖς μέλλουσιν αἰῶσιν συνεῖναι τῷ λόγῳ;), εἶναι εἰκόνα τοῦ ἀοράτου θεοῦ τὴν σάρκα ἐπὶ τοῦ παρόντος [εἶναι] διισχυρίζεται, διαβεβαιούμενος ἀποφαντικῶς ὅτι πρὸ τῆς τοῦ ἡμετέρου σώματος ἀναλήψεως οὐκ ἦν εἰκὼν τοῦ ἀοράτου θεοῦ ὁ λόγος αὐτοῦ. καὶ αὖθις μετὰ τὰ ἐκτεθέντα ἐπιφέρει λέγων διὸ πανταχόθεν δῆλον εἰκόνα τοῦ ἀοράτου θεοῦ ὑπὸ τοῦ ἱεροῦ εἰρῆσθαι ἀποστόλου τὴν προσγενομένην τῷ λόγῳ σάρκα, ἵνα διὰ τοῦ ὁρατοῦ καὶ τὸ ἀόρατον φαίνηται. «εἰκὼν» δὲ «ἐστὶν» φησὶν ὁ ἀπόστολος «τοῦ ἀοράτου θεοῦ». νῦν δηλονότι, ὁπηνίκα τὴν κατ᾽ εἰκόνα τοῦ θεοῦ γενομένην ἀνείληφεν σάρκα, εἰκὼν ἀληθὴς τοῦ ἀοράτου θεοῦ γέγονεν. εἰ γὰρ διὰ τῆς εἰκόνος ταύτης τὸν τοῦ θεοῦ λόγον ἠξιώθημεν γνῶναι, πιστεύειν ὀφείλομεν αὐτῷ τῷ λόγῳ διὰ τῆς εἰκόνος λέγοντι «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν». οὔτε γὰρ τὸν λόγον οὔτε τὸν πατέρα τοῦ λόγου χωρὶς τῆς εἰκόνος ταύτης γνῶναί τινα δυνατόν.

καὶ πάλιν ἐπιφέρει οὕτω γοῦν καὶ ὁ ἀπόστολός φησιν, ὥσπερ μικρῷ πρόσθεν ἔφαμεν «ἐκένωσεν ἑαυτὸν μορφὴν δούλου λαβών», διὰ τῆς μορφῆς τοῦ δούλου τὴν ἀνθρωπίνην ἡμῖν σημαίνων σάρκα, ἣν ὁ δεσπότης ἡμῶν θεὸς τῇ ἑαυτοῦ διαπλάττων σοφίᾳ «ποιήσωμεν ἄνθρωπον» ἔφη «κατ᾽ εἰκόνα ἡμετέραν καὶ ὁμοίωσιν», καλῶς τὴν ἀνθρωπίνην σάρκα ὀνομάζων εἰκόνα. ᾔδει γὰρ ἀκριβῶς ὅτι εἰκὼν ἔσται μικρὸν ὕστερον τοῦ ἑαυτοῦ λόγου. μετὰ ταῦτα πειρᾶται κατασκευάζειν ὅτι καὶ τὸ «ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε» περὶ τῆς σαρκὸς ἐλέγετο, γράφει δὲ οὕτως διὰ τοῦτο τοίνυν τοῦ τὴν ἡμέραν δηλοῦντος ἀστέρος ἑωσφόρου ὑπὸ τοῦ προφήτου Δαυὶδ εἰκότως ὀνομασθέντος, οὐκέτι ζητεῖσθαι δίκαιον τὸν ἑωσφόρον, τίς δήποτε ὢν οὗτος τυγχάνει· οὗτος γὰρ ἦν ὁ τηνικαῦτα φανεὶς ἀστήρ, ὁ φέρων τε καὶ δηλῶν τὴν ἡμέραν τοῖς μάγοις. πρόδηλον οὖν τὸ «πρὸ ἑωσφόρου ἐγέννησά σε» ὑπὸ τοῦ παντοκράτορος εἰρῆσθαι δεσπότου περὶ τοῦ διὰ τῆς παρθένου γεννηθέντος σὺν τῇ ἀνθρωπίνῃ σαρκὶ λόγου, σαφῶς καὶ τοῦτο τοῦ εὐαγγελίου σημαίνοντος, πρότερον μὲν τὸν δεσπότην ἡμῶν διὰ τῆς παρθένου τετέχθαι, ὕστερον δὲ τὸν ἀστέρα φανῆναι τὸν τὴν ἡμέραν δεικνύντα.