Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Περὶ τῆς ἐκκλησιαστικῆς θεολογίας

Εὐσέβιος Καισαρείας

Η προφητική μονοθεΐα και η παιδαγωγική αποσιώπηση του Τριαδικού μυστηρίου στην Παλαιά Διαθήκη

Εξήγηση της έλλειψης αναφοράς στο μυστήριο της Αγίας Τριάδος στα κείμενα της Παλαιάς Διαθήκης, η οποία αποδίδεται σε παιδαγωγική αναγκαιότητα λόγω της επιρρέπειας του αρχαίου Ισραήλ στην πολυθεΐα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 11 από 19

ὃ δὴ καὶ Μάρκελλος ποιῶν, ὡς ἐπὶ κρησφύγετον ἐπὶ τὴν παλαιὰν καταφεύγει γραφὴν καὶ τὰ νηπιάζοντι τῷ Ἰουδαίων λαῷ περὶ τοῦ μὴ εἰδωλολατρεῖν ἕνα δὲ μόνον εἰδέναι τε καὶ σέβειν θεὸν παρηγγελμένα συνάγειν πειρᾶται. ἔνθα καὶ ηὐρόησεν αὐτῷ ἡ περὶ τοῦ ἑνὸς θεοῦ διδασκαλία, χρησίμως τότε καὶ κατὰ καιρὸν εἰδωλολατροῦσιν Ἰουδαίοις παραδεδομένη. καὶ δὴ ἐνταῦθα καταφυγὼν καὶ ὥσπερ ἐν ὀχυρώματι ἑαυτὸν τῇ Ἰουδαϊκῇ περιφράξας σκληροκαρδίᾳ, τὴν ἄρνησιν προὐβάλλετο τοῦ υἱοῦ τοῦ θεοῦ. ἐπάκουσον γοῦν οἵαις κέχρηται φωναῖς, ὧδε γράφων κατὰ λέξιν τίνα τοίνυν τὸν «ἐγώ εἰμι ὁ ὢν» λέγοντα Ἀστέριος εἶναι οἴεται, τὸν υἱὸν ἢ τὸν πατέρα; 〈δύο γὰρ ὑποστάσεις〉, εἰς τὴν ἀνθρωπίνην ἣν ὁ τοῦ θεοῦ λόγος ἀνείληφεν σάρκα ἀφορῶν καὶ δι᾽ αὐτὴν οὕτω φανταζόμενος, 〈πατρός τε καὶ υἱοῦ〉 ἔφησεν 〈εἶναι〉, οὕτω τὸν υἱὸν τοῦ θεοῦ χωρίζων τοῦ πατρός, ὡς καὶ υἱὸν ἀνθρώπου χωρίσειεν ἄν τις τοῦ κατὰ φύσιν πατρός. καὶ ἐπιλέγει ἑξῆς εἰ τοίνυν τὸν πατέρα χωρίζοντα ἑαυτὸν τοῦ υἱοῦ πρὸς τὸν Μωσέα ταῦτ᾽ εἰρηκέναι φήσει, οὐκ εἶναι τὸν υἱὸν θεὸν ὁμολογήσει. πῶς γὰρ ἐγχωρεῖ τὸν λέγοντα «ἐγώ εἰμι ὁ ὢν» μὴ συνομολογεῖν ὅτι κατὰ ἀντιδιαστολὴν τοῦ μὴ ὄντος ὁ ὢν ἑαυτὸν εἶναί φησιν; εἰ δὲ τὸν υἱὸν ὑποστάσει διῃρημένον τοῦτο φάσκοι λέγειν τὸ «ἐγώ εἰμι ὁ ὤν», ταὐτὸν αὖθις περὶ τοῦ πατρὸς λέγειν νομισθήσεται· ἑκάτερον δὲ τούτων ἀσεβές.

καὶ πάλιν 〈ἓν〉 εἶναι τὸν πατέρα καὶ τὸν υἱὸν ἐπιδεῖξαι πειρώμενος, οὕτως γράφει αὐτὸς γὰρ ὁμολογεῖ λέγων «ἐν ἐμοὶ ὁ πατὴρ κἀγὼ ἐν τῷ πατρί»· ὅτι δὲ τοῦτο οὐχ ἁπλῶς οὐδὲ ἀσκόπως εἴρηκεν, δῆλον καὶ ἀφ᾽ ἑτέρας ἀποστολικῆς ῥήσεως· «εἷς» γὰρ ὁ εἰπὼν «κύριος, μία πίστις, ἓν βάπτισμα» «εἷς θεὸς» ἔφη «καὶ πατήρ, ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν». ὁρᾷς ὅτι οὐδ᾽ ἐνταῦθα ἀφίσταται τῆς συμφωνίας, ἀλλὰ καὶ ἐνταῦθα τὸ αὐτὸ πέπονθεν. «εἷς» γὰρ εἰπὼν «κύριος» αὖθις «εἷς θεὸς» ἔφη, ἵνα ἡνίκα ἂν τοῦ ἑνὸς κυρίου μνημονεύῃ περιλαμβάνῃ καὶ τὸν πατέρα, ἡνίκα δ᾽ ἂν περὶ τοῦ πατρὸς λέγῃ μὴ ἐκτὸς εἶναι τὸν λόγον τοῦ θεοῦ μαρτυρῇ. ταῦτα Μάρκελλος εἰπὼν ἑξῆς πλείους συνάγει γραφὰς ἀπὸ τῆς παλαιᾶς διαθήκης εἰς ἀπόδειξιν τοῦ μὴ ὑπάρχειν υἱὸν τῷ θεῷ. μονάδα γοῦν εἶναι ἀδιαίρετον τὸν θεὸν φάσκων, 〈τὸν〉 αὐτὸν εἶναι πατέρα καὶ τὸν αὐτὸν εἶναι υἱὸν παρίστη, γράφων τοῦτον τὸν τρόπον τί οὖν; εἰ μὴ τῷ πνεύματι προσέχοντες δυνάμει ἀδιαίρετον τὴν μονάδα εἶναι νομίζοιμεν, ἆρα οὐχ ἁμαρτησόμεθα, σαφῶς τοῦ λόγου διδάσκοντος ἡμᾶς «κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις»;

τὸ αὐτὸ δὲ καὶ διὰ τοῦ κατὰ Μᾶρκον Εὐαγγελίου κηρύττει· ἑνὸς γάρ τινος γραμματέως προσελθόντος αὐτῷ καὶ πυνθανομένου, τίς εἴη πρώτη τῶν ἐντολῶν, ἀπεκρίνατο πρὸς αὐτὸν οὕτως εἰπὼν «πάντων πρῶτον· ἄκουε, Ἰσραήλ, κύριος ὁ θεὸς ἡμῶν κύριος εἷς ἐστιν, καὶ ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου. αὕτη πρώτη· καὶ δευτέρα ὁμοία ταύτῃ· ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. μείζων τούτων ἄλλη ἐντολὴ οὐκ ἔστιν. καὶ εἶπεν αὐτῷ ὁ γραμματεύς· καλῶς, διδάσκαλε, ἐπ᾽ ἀληθείας εἶπας ὅτι εἷς ἐστιν ὁ θεὸς καὶ οὐκ ἔστιν πλὴν αὐτοῦ». ἀλλ᾽ ὁ μὲν γραμματεὺς διὰ τοῦ νόμου τὴν θεοσέβειαν μεμαθηκέναι δοκῶν, ἐπαινῶν τὸ τοῦ σωτῆρος ῥητὸν φαίνεται «ἄκουε, Ἰσραήλ», λέγοντος «κύριος ὁ θεός σου εἷς ἐστιν» καὶ ὅρκῳ καλῶς εἰρῆσθαι πιστούμενος· «ἐπ᾽ ἀληθείας» γάρ φησιν «εἶπας ὅτι εἷς ἐστιν ὁ θεὸς καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ». οἱ δὲ τὰ τῆς νέας διαθήκης αὐχοῦντες εἰδέναι μυστήρια, οὗτοι καὶ 〈δεύτερον〉 ἀναπλάττειν 〈θεὸν〉 βούλονται 〈ὑποστάσει καὶ δυνάμει χωριζόμενον τοῦ πατρός〉.

τούτοις προστίθησιν κατασκευάζων ὅτι εἷς ἐστιν ὁ θεὸς καὶ ὅτι μή ἐστιν υἱὸς διὰ τούτων ὅτι δὲ τὴν μονάδα κύριον καὶ θεὸν οἶδεν καλεῖν ἡ θεία γραφή, ἤδη καὶ ἐκ τῶν προειρημένων δῆλον γέγονεν, δι᾽ ὧν πρὸς τὸν ἑαυτοῦ θεράποντα Μωσέα ὁ θεὸς ἔφη «εἶπεν δὲ ὁ θεὸς πάλιν πρὸς Μωσέα· οὕτως ἐρεῖς τοῖς υἱοῖς Ἰσραήλ· κύριος ὁ θεὸς τῶν πατέρων ὑμῶν, ὁ θεὸς Ἀβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ, ἀπέσταλκέν με πρὸς ὑμᾶς». ὁρᾷς ὅπως ἓν ἐπιδεικνὺς ἡμῖν ἐνταῦθα πρόσωπον τὸ αὐτὸ κύριον καὶ θεὸν προσαγορεύει. αὖθίς τε ὁμοίως ἡ γραφὴ λέγει «καὶ ἐλάλησεν κύριος πάντας τοὺς λόγους τούτους λέγων· ἐγὼ κύριος ὁ θεός σου, ὁ ἐξαγαγών σε ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας. οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ»· ἀκούεις ὅπως διὰ τῆς ἀντωνυμίας ἕνα εἶναι θεὸν μόνον ἀποφαίνεται. καὶ αὖθις μικρὸν ὕστερον «ἐγώ εἰμι κύριος ὁ θεός σου» φησίν, ἑαυτὸν κύριον καὶ θεὸν εἶναι λέγων. τί δὲ καὶ δι᾽ ἑτέρας γραφῆς μανθάνομεν; «καὶ γνώσῃ σήμερον» φησὶν «καὶ οὐ διαστραφήσῃ τῇ διανοίᾳ, ὅτι κύριος ὁ θεός σου, οὗτος θεὸς ἐν τῷ οὐρανῷ 〈ἄνω〉 καὶ ἐπὶ τῆς γῆς κάτω, καὶ οὐκ ἔστι πλὴν αὐτοῦ». καὶ αὖθις ἐν τῷ αὐτῷ Δευτερονομίῳ «ἄκουε, Ἰσραήλ·» φησὶν «κύριος ὁ θεὸς ἡμῶν κύριος εἷς ἐστιν· καὶ ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης καρδίας σου καὶ ἐξ ὅλης ψυχῆς σου καὶ ἐξ ὅλης διανοίας».

καὶ πάλιν ἐν τῷ αὐτῷ «ἴδετε ἴδετε ὅτι ἐγώ εἰμι, καὶ οὐκ ἔστιν θεὸς πλὴν ἐμοῦ· ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω· πατάξω καὶ ἰάσομαι». πῶς οὖν Ἀστέριος ταῖς ἁγίαις γραφαῖς ἁπλῶς καὶ ἐμφόβως ἀκολουθεῖν προσποιούμενος οὐκ ἔγνω τὸ μέρος τοῦτο λέγον «κύριος ὁ θεός σου, οὗτος θεὸς ἐν τῷ οὐρανῷ 〈ἄνω〉 καὶ ἐπὶ τῆς γῆς κάτω, καὶ οὐκ ἔστιν ἔτι πλὴν αὐτοῦ», καὶ ὅτι «εἷς ἐστιν» καὶ πλὴν αὐτοῦ ἕτερος «οὐκ ἔστιν»; καὶ μεθ᾽ ἕτερα τούτοις αὖθις προστίθησιν λέγων πῶς οὖν ὁ ἱερὸς προφήτης Ἱερεμίας οὐ φανερῶς αὐτὸν ἑτεροδιδασκαλοῦντα ἐλέγξει; τὰ γὰρ κατὰ τὸν σωτῆρα ἡμῖν προφητεύων οὕτως ἔφη «οὗτος ὁ θεὸς 〈ἡμῶν〉, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. ἐξεῦρεν πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ᾽ αὐτοῦ. μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη». καὶ πάλιν προστίθησιν λέγων ἀλλ᾽ ἔοικεν ἐν τῷ λόγῳ ὁ πατὴρ εἶναι, κἂν Ἀστερίῳ μὴ δοκῇ καὶ τοῖς τὰ αὐτὰ ἐκείνῳ φρονοῦσιν. δοκεῖ γὰρ τοῦτο τῷ θεσπεσίῳ προφήτῃ Ἡσαΐᾳ, τῷ δι᾽ ἁγίου λέγοντι πνεύματος «καὶ προσκυνήσουσιν σοι, καὶ ἐν σοὶ προσεύξονται· ὅτι ἐν σοὶ ὁ θεός, καὶ οὐκ ἔστιν ἄλλος πλήν σου. σὺ γὰρ εἶ ὁ θεός.» ὁρᾷς ὅπως πρόρριζον ἀνατρέπει τὴν τῶν ἑτεροδιδασκαλούντων ἔντεχνον κακουργίαν;

καὶ αὖθις ἐπιλέγει εἰ δὲ καὶ βούλει καὶ ἑτέρας ἀκοῦσαι τοῦ αὐτοῦ προφητείας ἕνα ἡμῖν θεὸν βεβαιούσης, «ἐγὼ θεὸς» φησὶν «πρῶτος, καὶ εἰς τὰ ἐπερχόμενα ἐγώ εἰμι»· τὸ γὰρ ἐγὼ ἑνὸς προσώπου δεικτικόν ἐστιν, αἱ γὰρ δύο ῥήσεις ἓν ἡμῖν πρόσωπον σημαίνουσιν. «ἐγὼ» γὰρ εἰπὼν ἐπάγει καὶ τὸ «εἰμί», ὥστε διὰ τῶν δύο τοῦ λόγου μερῶν, ἀντωνυμίας τε καὶ ῥήματος, τὴν τῆς θεότητος μαρτυρεῖσθαι μονάδα. εἰ δὲ δέοιτο καὶ ἑτέρας μαρτυρίας, αὖθις τὸν αὐτὸν αὐτῷ παρέξομαι προφήτην λέγοντα «ἐγὼ πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα, καὶ πλὴν ἐμοῦ οὐκ ἔστιν θεός». εἰ 〈ὑποστάσει διῃρημένον τὸν υἱὸν τοῦ πατρὸς ὡς υἱὸν ἀνθρώπου〉 Ἀστέριος εἶναι οἴεται, ἀπὸ τῆς ἀνθρωπίνης σαρκὸς ἣν δι᾽ ἡμᾶς ἀνέλαβεν σκανδαλιζόμενος, δεικνύτω ἡμῖν τὸν ταῦτα λέγοντα· ἑνὸς γάρ ἐστιν κἀνταῦθα προσώπου ἡ λεγομένη ῥῆσις. τίς οὖν ἔστιν ὁ λέγων «οὐκ ἔστιν πλὴν ἐμοῦ θεός»; ἀκουέτω δὲ καὶ ἑτέρας προφητείας λεγούσης «οὐκ ἔστιν πλὴν ἐμοῦ δίκαιος καὶ σωτήρ». εἰ δύο θεοὺς εἶναι νομίζοι, ἀνάγκη αὐτὸν τὸν ἕτερον μὴ δίκαιον ὁμολογεῖν εἶναι μηδὲ σωτῆρα. εἰ δὲ οὐ δίκαιος οὐδὲ σωτήρ, πῶς ἔτι θεὸς εἶναι δύναται; ἕνα γὰρ ἀποφαίνεται δίκαιον καὶ σωτῆρα εἶναι. καὶ αὖθις «ἔμπροσθέν μου» φησὶν «οὐκ ἐγένετο ἄλλος, καὶ μετ᾽ ἐμὲ οὐκ ἔσται, ἐγὼ θεός, καὶ οὐκ ἔσται παρὲξ ἐμοῦ σῴζων».

εἰ δὲ βούλεται καὶ ἑτέρου προφητικοῦ ἀκοῦσαι ῥητοῦ, τάχα που πρὸς αὐτὸν καὶ τοὺς ὁμοίως περὶ θεότητος αὐτῷ διακειμένους λεχθέν〈τος〉, ἀκουέτω αὐτοῦ Ἡσαΐου λέγοντος «μετανοήσατε, οἱ πλανώμενοι, ἐπιστρέψατε τῇ καρδίᾳ, καὶ μνήσθητε τὰ πρότερα ἀπὸ τοῦ αἰῶνος, ὅτι ἐγὼ ὁ θεὸς καὶ οὐκ ἔστιν πλὴν ἐμοῦ». οὐκ εἶπεν· ἐγὼ θεός, ἵνα καὶ διὰ τῆς τοῦ ἄρθρου προσθήκης ἕνα θεὸν ὄντα σαφῶς ἐπιδείξῃ. τί δὲ καὶ Ὡσηὲ ὁ προφήτης; οὐ καὶ αὐτὸς τὰ αὐτὰ μαρτυρεῖ, «ἐγὼ ἀνήγαγόν σε ἐξ Αἰγύπτου,» λέγων «καὶ θεὸν πλὴν ἐμοῦ οὐ γνώσῃ, καὶ σῴζων οὐκ ἔστιν παρὲξ ἐμοῦ»; αὖθίς τε ὁ Μαλαχίας «οὐχὶ θεὸς εἷς ἔκτισεν ὑμᾶς;» φησὶν «οὐχὶ πατὴρ εἷς πάντων ὑμῶν»; ἀλλὰ τὸν Δαυὶδ φήσει που Ἀστέριος μηδὲν εἰρηκέναι περὶ τούτου, καίτοι πρεσβύτατον παρὰ Μωσέα τῶν ἄλλων προφητῶν ὄντα, καὶ διὰ τοῦτο ἀμφιγνοεῖν, εἴτε δύο θεοὺς ὑποστάσει διῃρημένους νομίζειν εἶναι προσήκει εἴτε καὶ μή. οὐκοῦν ἵνα μὴ τοῦτο λέγῃ, ἀκόλουθον ἡγοῦμαι καὶ αὐτὸν ἐπιδεῖξαι αὐτῷ τὰ αὐτὰ τοῖς προειρημένοις ἁγίοις λέγοντα· «ἄκουσον,» φησὶν «λαός μου, καὶ λαλήσω σοι· Ἰσραήλ, καὶ διαμαρτύρομαί σοι. ἐὰν ἀκούσῃς μου, οὐκ ἔσται ἐν σοὶ θεὸς πρόσφατος, οὐδὲ προσκυνήσεις θεῷ ἀλλοτρίῳ. ἐγὼ γάρ εἰμι κύριος ὁ θεός σου». ὁ αὑτὸν ἐπιδεικνὺς καὶ λέγων «ἐγώ εἰμι», οὐ δῆλός ἐστιν ἕνα θεὸν μόνον εἶναι λέγων, τουτέστιν ἑαυτόν;

ταῦτα πάντα Μάρκελλος καὶ ἔτι τούτων πλείονα ἐπὶ ἀρνήσει τοῦ υἱοῦ τοῦ θεοῦ συνεφόρει, δι᾽ ἀνεπιστημοσύνην οὐ λογισάμενος ὅτι πρὸς τὴν σκληροκαρδίαν τοῦ Ἰουδαίων λαοῦ ἡ τοιαύτη αὐτοῖς παρείχετο διδασκαλία. οὐδὲ γὰρ οἷόν τε ἦν τὸ πνεῦμα τὸ ἅγιον διὰ τῶν προφητῶν τοῦ θεοῦ ἀνθρώποις ἀτελέσιν τὰς φρένας ἐντελῆ παραδοῦναι τὸν τῆς θεοσεβείας λόγον. οὕτω γοῦν αὐτοῖς καὶ θυσίας ἐπιτελεῖν ἐνομοθέτει καὶ σώματος περιτομὴν καὶ σαββάτου φυλακὴν καὶ τοιωνδὶ βρωμάτων ἀποχὴν καὶ καθάρσια σωμάτων σωματικάς τε εὐλογίας, ναὶ μὴν καὶ γῆς ῥεούσης «γάλα καὶ μέλι» ἀλλ᾽ οὐ βασιλείας οὐρανῶν ἐπαγγελίας. ὁ δὲ σωτὴρ καὶ κύριος ἡμῶν ἐρωτηθεὶς πῶς Μωσέως προστάξαντος διδόναι βιβλίον ἀποστασίου καὶ ἀπολύειν τὴν ἑαυτοῦ γυναῖκα τὸν βουλόμενον αὐτὸς τἀναντία διατάττοι τὸν λόγον ἀπέδωκεν καθολικὸν φήσας «Μωσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἔγραψεν· ἀπ᾽ ἀρχῆς δὲ οὐ γέγονεν οὕτως». ταὐτὸν οὖν εἶπεν ἂν καὶ εἴ τις ἤρετο, τί δήποτε θεὸν ἕνα σέβειν παρακελευόμενοι Μωσῆς καὶ οἱ μετ᾽ αὐτὸν προφῆται οὐκ ἐδίδασκον αὐτοὺς τὴν περὶ τοῦ υἱοῦ γνῶσιν· οὐ γὰρ οἷοί τε ἦσαν οἱ συνεχῶς ἀπαγόμενοι τῇ πολυθέῳ πλάνῃ τὴν εὐαγγελικὴν παραδέχεσθαι χάριν.

διὸ πρὸς τὴν σκληροκαρδίαν αὐτῶν τὴν περὶ ἑνὸς θεοῦ διδασκαλίαν ἐποιοῦντο, τέως παιδαγωγοῦντες αὐτοὺς διὰ τοῦ ἀποτρέπειν μὲν τοῦ πολλοὺς εἶναι νομίζειν θεοὺς ἐπάγειν δὲ ἐπὶ τὴν εἰσαγωγὴν τοῦ ἑνός. οὕτω δὲ Μωσῆς ἀτελῆ τὴν διδασκαλίαν τοῖς κατ᾽ αὐτὸν παρεδίδου διὰ τὸ ἀτελὲς αὐτῶν τῆς φρονήσεως, ὡς μηδεμίαν αὐτὸν μνήμην ποιήσασθαι ἀγγέλων κτίσεως ἐν τῷ τῆς κοσμοποιίας λόγῳ, καίτοι τῶν μετὰ ταῦτα προφητῶν οὐ μόνον ἀγγέλων μνημονευσάντων, ἀλλὰ καὶ θείων δυνάμεων καὶ πνευμάτων ἁγίων τῶν τε ὑπερουρανίων θεοῦ λειτουργῶν, περὶ ὧν ὁ Δανιὴλ διδάσκων ἔλεγεν «χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι μυριάδες παρειστήκεισαν ἔμπροσθεν αὐτοῦ». ἀλλὰ γὰρ τούτων ἁπάντων σιωπῇ παρέδωκε τοὺς λόγους Μωσῆς καίπερ οὐκ ὢν αὐτῶν ἐν ἀγνοίᾳ, πάντων δὲ τὴν ἀκριβῆ γνῶσιν προειληφὼς τῷ θείῳ πνεύματι· πλὴν οὐδαμῶς αὐτῶν ἐν τῇ κοσμοποιίᾳ ὡς πρὸς τοῦ θεοῦ γενομένων ἐποιήσατο μνήμην. καὶ τούτου τὴν αἰτίαν οὐδ᾽ ἑτέραν εἴποι ἄν τις ἢ τὴν σκληροκαρδίαν τοῦ λαοῦ γεγενῆσθαι, ὥσπερ οὖν αὐτὸς ἐδίδαξεν ὁ σωτήρ. καὶ ἄλλα δὲ μυρία εἶναι ἐν τῇ τοῦ παντὸς συστάσει μάθοις ἂν ἐκ τῶν τῆς καινῆς διαθήκης ἀναγνωσμάτων οὐδ᾽ ὅλως ἐν τῇ Μωσέως φερόμενα γραφῇ· οὐκ οὖν ἐμνημόνευσεν ἀρχῶν οὐδ᾽ ἐξουσιῶν οὐδὲ κοσμοκρατόρων οὐδὲ πνευματικῶν «τῆς πονηρίας», πρὸς ἃ τὴν πάλην ἡμῖν συνεστάναι φησὶν ὁ θεῖος ἀπόστολος. τί οὖν;

ἐπεὶ μήτε παρὰ Μωσεῖ μήτε παρὰ τοῖς λοιποῖς προφήταις σαφῶς ἔστιν εὑρεῖν τοὺς περὶ τούτων λόγους, ἀπιστητέον τῷ ἀποστόλῳ; ἢ ἐπειδὰν τοῦ τῶν κρειττόνων τάγματος ὁ αὐτὸς πάλιν μνημονεύῃ λέγων τὸν Χριστὸν «ἐν δεξιᾷ» τοῦ θεοῦ καθέζεσθαι «ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ ἀλλὰ καὶ ἐν τῷ μέλλοντι», καὶ αὖθις ἐπειδὰν ὀνομάζῃ θρόνους καὶ κυριότητας καὶ ἀρχὰς καὶ ἐξουσίας λέγων «ἐν αὐτῷ γὰρ ἐκτίσθη τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι», ἆρ᾽ οὐ προσήκει ταῦτα παραδέχεσθαι διὰ τὸ μήτε Μωσέα μήτε τοὺς λοιποὺς προφήτας περὶ τούτων προειληφέναι; ἢ ταὐτὸν καὶ περὶ τούτων ἐροῦμεν, ὡς οὐχ οἷοί τε ἦσαν τοὺς περὶ τούτων πιστεύεσθαι λόγους οἱ «σκληροτράχηλοι καὶ ἀπερίτμητοι τῇ καρδίᾳ καὶ τοῖς ὠσίν»; οἷς οὐδὲ περὶ τῆς ἄνω Ἱερουσαλὴμ ἀνεκάλυπτον οἱ τοῦ θεοῦ προφῆται, ὥσπερ οὖν τῇ ἐκκλησίᾳ Χριστοῦ διασαφῶν καὶ τοὺς περὶ ταύτης λόγους ὁ Παῦλος ἐβόα λέγων «ἡ δὲ ἄνω Ἰερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶν μήτηρ ἡμῶν», καὶ «προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων, πανηγύρει καὶ ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς».

λεγέτω πρὸς ταῦτα Μάρκελλος, εἰ οἷός τέ ἐστιν ἐκ τῶν παλαιῶν γραμμάτων τὴν τούτων προφέρειν διδασκαλίαν. εἰ δὲ μὴ εὑρίσκοι, τὴν αἰτίαν ἀποδιδότω δι᾽ ἣν σεσιώπητο τοῖς τοῦ θεοῦ προφήταις ταῦτά τε πάντα καὶ ἄλλα τούτοις ἀδελφὰ μυρία, περὶ ὧν ὁ αὐτὸς ἀπόστολος ὑπὲρ ἡμῶν ἐδεῖτο τοῦ θεοῦ, «ἵνα ἐξισχύσωμεν καταλαβέσθαι σὺν πᾶσιν τοῖς ἁγίοις τί τὸ πλάτος καὶ μῆκος καὶ βάθος καὶ ὕψος, γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ θεοῦ». καὶ αὐτὸς δὲ ὁ σωτὴρ ἡμῶν πλεῖστα ὅσα μυστήρια περὶ τῆς βασιλείας τῶν οὐρανῶν περί τε τῆς συντελείας τοῦ παντὸς περί τε τῶν ἐπαγγελιῶν ποτὲ μὲν διὰ παραβολῶν ποτὲ δὲ καὶ ἐν ἀπορρήτοις ἐξέφαινεν τοῖς αὐτοῦ μαθηταῖς, πρὸς οὓς ἔλεγεν «ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τοῦ θεοῦ». ὧν οὐκ ἂν εὕροι τις τὰ ἴσα παρὰ Μωσεῖ ἢ παρὰ τοῖς λοιποῖς προφήταις. τί οὖν; ἐπεὶ μὴ τῷ Ἰουδαίων λαῷ παρεδόθη ταῦτα, εἰς ἐπιτήδειον καιρὸν φυλαττόμενα τῇ ἐκκλησίᾳ Χριστοῦ, παρὰ τοῦτο χρῆν ἡμᾶς τὴν δωρηθεῖσαν ἡμῖν χάριν ἀθετεῖν ἢ μειζόνως εὐχαριστεῖν τῷ τῆς τοσαύτης ἡμᾶς καταξιώσαντι γνώσεως; κατὰ τὸν αὐτὸν οὖν τρόπον καὶ τὰς περὶ τοῦ υἱοῦ διδασκαλίας ἐκ τῆς αὐτοῦ καινῆς διαθήκης προσήκοι ἂν ἀπολαμβάνειν, οὐδὲν ξενιζομένους εἰ μὴ τῷ σκληροκαρδίῳ λαῷ τὴν περὶ αὐτοῦ γνῶσιν ἀνεκάλυπτον οἱ τοῦ θεοῦ ἄνθρωποι, εἰς καιρὸν εὔκαιρον τὸν περὶ αὐτοῦ ταμιευόμενοι λόγον.

οὐ γὰρ ἐδόκει ἐπιτήδειον εἶναι τὸ τηνικαῦτα ὑποσυρομένοις ἀνδράσιν ἐπὶ τὴν πολύθεον πλάνην παραδιδόναι τὸ περὶ πατρὸς καὶ υἱοῦ μυστήριον, οἷς οὐδὲ τοὺς περὶ τῶν ὑποβεβηκυιῶν δυνάμεων ἐξεκάλυπτον λόγους, ὡς ἂν μὴ προφάσει ταύτῃ ἐπὶ τὴν Ἑλληνικὴν καταπέσοιεν πολυθεΐαν, οἳ πατέρα «ἀνδρῶν τε θεῶν τε» τὸν παρ᾽ αὐτοῖς ἀνεπλάσαντο θεόν. διόπερ τῆς τοιαύτης αὐτοὺς ἀναστέλλων πλάνης ὁ λόγος τὸν ἕνα θεὸν ἐκήρυττεν, οὐ μὴν πατέρα εἶναι τὸν αὐτὸν ἠρνεῖτο· καὶ τὸν ἀληθῆ δὲ σέβειν ἐδίδασκεν καὶ πλὴν αὐτοῦ μηδένα εἰδέναι παρῄνει, οὐ μὴν ἠρνεῖτο εἶναι αὐτὸν πατέρα. εἰ δὲ καὶ κύριον καὶ θεὸν αὐτὸν καὶ δίκαιον καὶ σωτῆρα ἀπεκάλει, ἀλλ᾽ οὐκ ἀπέκλειεν τοῦ καὶ πατέρα εἶναι αὐτὸν ἡγεῖσθαι τοῦ μονογενοῦς αὐτοῦ καὶ ἀγαπητοῦ υἱοῦ. εἴτ᾽ οὖν ὁ πατὴρ λέγοι εἴθ᾽ ὁ υἱὸς τὸ «ἐγώ εἰμι ὁ ὤν», ἀληθεύοι ἂν ἑκατέρως ὁ λόγος. ὅ τε γὰρ πατὴρ «ὁ ὢν» εἴη ἄν, μόνος αὐτὸς ὢν «ἐπὶ πάντων, καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν θεὸς» ὡς ὁ θεῖος ἐδίδαξεν ἀπόστολος. ὅ τε υἱὸς καὶ αὐτὸς χρηματίζων «ὁ ὢν» ἀληθεύοι ἄν, μόνος ὢν υἱὸς μονογενὴς τοῦ ὄντος· ἀλλὰ καὶ εἰκὼν τοῦ ἀοράτου θεοῦ ὑπάρχων κατὰ τοῦτο εἴη ἂν αὐτοῦ εἰκών, καθ᾽ ὃ μόνος ἦν αὐτὸς «ὁ ὤν»· διὸ καὶ αὐτὸς χρηματίζοι ἂν «ὁ ὤν», ἐπεὶ καὶ θεὸς καὶ κύριος ὁμοίως τῷ πατρὶ καὶ αὐτὸς διὰ πάσης ἀνηγόρευται τῆς θεοπνεύστου γραφῆς.

τοῦτο δέ ἐστιν καὶ ἐκ τοῦ πρὸς τὸν Μωσέα χρηματισμοῦ γνῶναι· λέγει δ᾽ οὖν ἡ γραφὴ «ἐλάλησεν δὲ ὁ θεὸς πρὸς Μωσῆν καὶ εἶπεν πρὸς αὐτόν· ἐγὼ κύριος· καὶ ὤφθην πρὸς Ἀβραὰμ καὶ πρὸς Ἰσαὰκ καὶ πρὸς Ἰακώβ, θεὸς ὢν αὐτῶν». ὁρᾷς ὅπως ὦφθαι ἑαυτὸν τοῖς πατράσιν ἔφη. πότε δὲ ὤφθη, πάλιν ἡ γραφὴ μαρτυρεῖ λέγουσα «ὤφθη δὲ κύριος ὁ θεὸς τῷ Ἀβραὰμ πρὸς τῇ δρυῒ τῇ Μαμβρῇ, καθημένου αὐτοῦ πρὸς τῇ θύρᾳ». πῶς δὲ ὤφθη ἀλλ᾽ ἐν σχήματι ἀνθρωπίνῳ; τίνα δὲ χρῆν πιστεύειν εἶναι τοῦτον ἢ τὸν υἱὸν τοῦ θεοῦ; ὃ δὴ καὶ αὐτὸς ἐν Εὐαγγελίοις παρίστη λέγων πρὸς τοὺς Ἰουδαίους «Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν, καὶ εἶδεν καὶ ἐχάρη»· ὅτε καὶ θαυμασάντων ἐπὶ τῷ λόγῳ προσέθηκεν τὸ «πρὶν Ἀβραὰμ γενέσθαι ἐγώ εἰμι», τὴν προΰπαρξιν ἑαυτοῦ παριστὰς λευκότατα. τί δὴ οὖν συνίστησιν ὁ λόγος ἢ αὑτὸν εἶναι τὸν υἱὸν τοῦ θεοῦ τὸν χρηματίσαντα τῷ Μωσεῖ καὶ εἰρηκότα «ἐγώ εἰμι ὁ ὤν»; αὐτὸς γὰρ τῷ Ἀβραὰμ ὦφθαι ἑαυτὸν ἐδίδαξεν. ὅπως δὲ ἦν αὐτὸς «ὁ ὤν», εἴρηται. καὶ ὁ μέγας δὲ ἀπόστολος Παῦλος οἶδεν τὸν υἱὸν τοῦ θεοῦ μεσίτην γενόμενον τῆς διὰ Μωσέως νομοθεσίας, ἐν οἷς διδάσκει λέγων «ὁ νόμος διαταγεὶς δι᾽ ἀγγέλων, ἐν χειρὶ μεσίτου. ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν». οὐκοῦν ὁ χρηματίσας τῷ Μωσεῖ ὁ μεσίτης ἦν, ἐξ ἐκείνου μεσιτεύων τῇ τῶν ἀνθρώπων σωτηρίᾳ, πρὶν ἢ τὴν σάρκα ἀναλαβεῖν.

τοῦτον δὲ εἶναι Ἰησοῦν Χριστὸν ὁ αὐτὸς ἀπόστολος παρέστησε φήσας «εἷς θεός, εἷς καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Ἰησοῦς Χριστός». εἴτ᾽ οὖν ἐξ αὐτοῦ 〈τοῦ〉 προσώπου λέγοιτο παρὰ Μωσεῖ τὸ «ἐγώ εἰμι ὁ ὤν», εἴθ᾽ ὁ πατὴρ ἦν ὁ δι᾽ αὐτοῦ ταύτην προϊέμενος τὴν φωνήν, ἑκατέρως ἀληθεύοι ἂν ὁ λόγος. μὴ δὴ οὖν ἀπορείτω Μάρκελλος συλλογισμῷ χρώμενος, ὡς οἴεται, ἀφύκτῳ, δι᾽ οὗ φησὶν τίνα τοίνυν τὸν «ἐγώ εἰμι ὁ ὢν» λέγοντα Ἀστέριος εἶναι οἴεται, τὸν υἱὸν ἢ τὸν πατέρα; εἶθ᾽ ἑξῆς συνάγων, ὡς εἰ μὲν ὁ πατὴρ εἴη ὁ ὤν, οὐκέτ᾽ ἔσται ὁ υἱὸς θεός· ὅτι κατὰ ἀντιδιαστολὴν τοῦ μὴ ὄντος ὁ ὢν ἑαυτὸν εἶναί φησιν. εἰ δὲ τὸν υἱὸν ὑποστάσει διῃρημένον τοῦτο φάσκοι λέγειν τὸ «ἐγώ εἰμι ὁ ὤν», ταὐτὸν αὖθις περὶ τοῦ πατρὸς λέγειν νομισθήσεται· ἑκάτερον δὲ τούτων ἀσεβές. ταῦτα δὲ λέγων [ὁ] αὐτὸς ἑκατέρῳ περιπέπτωκεν 〈τῷ〉 ἀτόπῳ, ἕνα μὲν ὁριζόμενος εἶναι τὸν ὄντα, θάτερον δὲ ἀρνούμενος. καὶ τίνα τοῦτον αὐτὸς ἂν εἰδείη. ἢ γὰρ τὸν πατέρα δοὺς τὸν υἱὸν ἀρνήσεται, ἢ τὸν υἱὸν μόνον παραδεξάμενος ἀθετήσει τὸν πατέρα· μᾶλλον δὲ οὔτε πατέρα οὔτε υἱὸν εἰδὼς ἐλεγχθήσεται, ἕνα μόνον διδοὺς τὸν δ᾽ ἕτερον ἐκποδὼν μεθιστάς. κἂν ἀκούῃ δὲ λέγοντος τοῦ θεοῦ «ἐγὼ κύριος ὁ θεός σου, ὁ ἐξαγαγών σε ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας.

οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ», πάλιν κἀνταῦθα μὴ ταραττέσθω τὴν ψυχὴν ἀλλὰ καὶ τῶν ἑξῆς συνημμένων ἀκουέτω· εἰπὼν γὰρ «οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ», ἐπήγαγεν «οὐ ποιήσεις σεαυτῷ εἴδωλον οὐδὲ παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω καὶ ὅσα ἐν τῇ γῇ κάτω καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς. οὐ προσκυνήσεις αὐτοῖς οὐδὲ μὴ λατρεύσεις αὐτοῖς· ἐγὼ γάρ εἰμι κύριος ὁ θεός σου, κύριος ζηλωτής». ὁρᾷς ὅπως διεστέλλετο μὴ τῇ τῶν ἐθνῶν πολυθέῳ πλάνῃ συναπάγεσθαι, μόνον δὲ αὐτὸν εἰδέναι θεὸν καὶ κύριον. τίς δ᾽ ἦν οὗτος; ὁ υἱὸς τὴν εἰκόνα τοῦ πατρὸς ἔχων ἐν ἑαυτῷ ἐξ αὐθεντείας τε αὐτοῦ τοῖς εἰδωλολατρείαν νοσοῦσιν ταῦτα διαταττόμενος. ὡς γὰρ «πάντα δι᾽ αὐτοῦ ἐγένετο», τοῦ πατρὸς διὰ τοῦ σωτῆρος τὴν τῶν γενητῶν ἁπάντων οὐσίαν ὑποστησαμένου, οὕτως αὐτὸς ἦν ὁ πατὴρ τὴν εἰς αὐτὸν γνῶσίν τε καὶ εὐσέβειαν διὰ μεσίτου τοῦ υἱοῦ παραδιδοὺς ἀνθρώποις. τοῦτο δὲ καὶ ὁ ἀπόστολος αὐτοῖς ῥήμασιν Γαλάταις γράφων ἐδίδασκεν, δι᾽ ὧν ἔφη «ὁ νόμος διαταγεὶς δι᾽ ἀγγέλων, ἐν χειρὶ μεσίτου. ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν, ὁ δὲ θεὸς εἷς ἐστιν». κἂν λέγῃ «ἴδετε ἴδετε ὅτι ἐγώ εἰμι, καὶ οὐκ ἔστιν θεὸς πλὴν ἐμοῦ», πάλιν ὁ πατὴρ ἦν ὡς διὰ εἰκόνος καὶ μεσίτου διὰ τοῦ υἱοῦ τοῦτο φάσκων.

εἰ γὰρ δὴ λέγοντος μὲν Ἡσαΐου τοῦ προφήτου «υἱοὺς ἐγέννησα καὶ ὕψωσα» καὶ πάλιν «Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός με οὐ συνῆκεν» καὶ αὖθις «ἐγὼ πᾶσιν τοῖς ἄστροις ἐνετειλάμην, καὶ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανὸν» καὶ ὅσα ἄλλα τοιαῦτα, οὐ τὸν Ἡσαΐαν ταῦτα λέγειν φήσομεν, δι᾽ αὐτοῦ δὲ τὸν ἐν αὐτῷ λαλοῦντα θεόν, οὐχὶ δὴ καὶ ἐπὶ τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ πρέποι ἂν τὸν πατέρα δι᾽ αὐτοῦ χρῆναι ταῦτα διαμαρτύρασθαι τοῖς τῶν τοιῶνδε παραγγελμάτων δεομένοις; εἰδωλολάτραι δ᾽ ἦσαν οὗτοι, ὡς ἡ αὐτὴ διδάσκει γραφὴ λέγουσα «καὶ εἶπεν κύριος· ποῦ εἰσιν οἱ θεοὶ αὐτῶν, ἐφ᾽ οἷς ἐπεποίθεισαν ἐπ᾽ αὐτοῖς; ὧν τὸ στέαρ τῶν θυσιῶν αὐτῶν ἠσθίετε, καὶ ἐπίνετε τὸν οἶνον τῶν σπονδῶν αὐτῶν· ἀναστήτωσαν καὶ βοηθησάτωσαν ὑμῖν, καὶ γενηθήτωσαν ὑμῶν σκεπασταί». τούτοις γὰρ συνῆπται τὸ «ἴδετε ἴδετε ὅτι ἐγώ εἰμι, καὶ οὐκ ἔστιν θεὸς πλὴν ἐμοῦ». κἂν μυριάκις τοίνυν διὰ τοῦ προφήτου βοῶν φάσκῃ «πλὴν ἐμοῦ οὐκ ἔστιν θεὸς» καὶ «πλὴν ἐμοῦ οὐκ ἔστιν δίκαιος καὶ σωτὴρ» καὶ «θεὸν πλὴν ἐμοῦ οὐ γνώσῃ, καὶ σῴζων οὐκ ἔστιν πάρεξ ἐμοῦ» καὶ ὅσα ἄλλα τούτοις ἀδελφὰ ἐν τοῖς λοιποῖς φέρεται προφήταις, θεὸς ἦν καὶ ἐξ ἐκείνου «ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ», καὶ αὐτὸς ἦν ὁ πατὴρ ταῦτα διὰ τοῦ μονογενοῦς υἱοῦ, οἷα δι᾽ ἑρμηνέως, ἀνθρώποις ὑποφθεγγόμενος.

ὁ δὴ καὶ αὐτὸς ὁ υἱὸς ἐν Εὐαγγελίοις παρεδίδου, ἕνα μόνον εἰδέναι διδάσκων θεόν, ἐν οἷς ἔλεγεν «αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσίν σε τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν». αὐτὸς οὖν ὁ ἀληθινὸς ἦν θεός, ὁ εἷς μόνος καὶ ἕτερος οὐκ ἔστιν πλὴν αὐτοῦ, ὁ μὴ μόνον διὰ τῶν προφητῶν ἀλλὰ διὰ τοῦ ἰδίου υἱοῦ ταῦτα κατ᾽ ἐκεῖνο καιροῦ εἰδωλολατρεύοντι τῷ Ἰουδαίων ἐγκελευόμενος ἔθνει. αὐτίκα δ᾽ οὖν ὁ Ἡσαΐας (μᾶλλον δὲ ὁ θεὸς δι᾽ αὐτοῦ) εἰπὼν «πλὴν ἐμοῦ οὐκ ἔστιν θεός. τίς ὥσπερ ἐγώ;» καὶ ἑξῆς «μάρτυρες ὑμεῖς ἐστε εἰ ἔστιν θεὸς πλὴν ἐμοῦ», ἐπήγαγεν τὸ «καὶ οὐκ ἦσαν τότε. οἱ πλάσσοντες καὶ οἱ γλύφοντες πάντες μάταιοι, ποιοῦντες τὰ καταθύμια αὐτῶν». καὶ δι᾽ ὅλης δὲ τῆς αὐτοῦ προφητείας εὕροις ἂν κοπτόμενα τὰ ἄψυχα ξόανα, καὶ παρ᾽ ἑκάστῳ δὲ προφήτῃ ὁμοίως εἰς ἀποτροπὴν τῆς πολυθέου πλάνης τὸν ἕνα θεὸν κηρυττόμενον εὑρήσεις. οὕτω καὶ ἡμεῖς εἰώθαμεν Ἑλλήνων τοῖς δεισιδαίμοσιν ἐν τοῖς πρὸς αὐτοὺς διαλόγοις τὴν μὲν περὶ τοῦ Χριστοῦ διδασκαλίαν εἰς εὔκαιρον ταμιεύεσθαι, τέως δὲ αὐτοῖς τῆς εἰδωλολάτρου πλάνης ἐλέγχους προσφέρειν καὶ τὸν ἕνα εἶναι θεὸν ἀποδεικτικοῖς κατασκευάζειν λόγοις.

μανθανέτω τοίνυν Μάρκελλος, εἰ καταγηράσας ἐν ἐπισκοπῇ τῆς Χριστοῦ ἐκκλησίας οὔπω καὶ νῦν μεμάθηκεν, ὅτι τῷ παλαιῷ λαῷ ἡ τοῦ ἀποκεκρυμμένου μυστηρίου περὶ τοῦ υἱοῦ τοῦ θεοῦ γνῶσις κατάλληλος οὐδαμῶς ἦν, ὀλισθηρῶς ἔχοντι πρὸς εἰδωλολατρείαν, καὶ ὡς μόνῃ τῇ αὐτοῦ ἐκκλησίᾳ «τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν» διὰ τῆς αὐτοῦ χάριτος ἐταμιεύετο, ἐν ᾧ μυστηρίῳ ὁ περὶ τῆς ἁγίας τριάδος πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος περιείχετο λόγος. ὁ δὲ τοσαῦτα συναγαγὼν ὅσα ἂν εἴποι καὶ Ἰουδαίων διδάσκαλος περὶ τῆς ἐκτομῆς ὁμιλῶν ἐν Ἰουδαίων συναγωγῇ, σεμνύνεται τοῖς Χριστοῦ μαθηταῖς ταῦτα προβαλλόμενος, οὐκ εἰδὼς ὅτι πλείονα αὐτοῦ εἴποι ἂν ὁ σωματικὸς Ἰουδαῖος. ἐπὶ τούτοις μὲν οὖν αὐχεῖ, τὰς δ᾽ ἀληθεῖς περὶ τοῦ σωτῆρος ἡμῶν θεολογίας διαστρέφων οὐκ ἐγκαλύπτεται.