μιᾶς δὲ οὔσης ἀρχῆς τε καὶ κεφαλῆς, πῶς ἂν γένοιντο θεοὶ δύο, οὐχὶ δὲ εἷς ἐκεῖνος μόνος ὁ μηδένα ἀνώτερον μηδὲ ἑαυτοῦ αἴτιον ἕτερον ἐπιγραφόμενος, οἰκείαν δὲ καὶ ἄναρχον καὶ ἀγένητον τῆς μοναρχικῆς ἐξουσίας τὴν θεότητα κεκτημένος καὶ τῷ υἱῷ τῆς ἑαυτοῦ θεότητός τε καὶ ζωῆς μεταδούς, ὁ δι᾽ αὐτοῦ τὰ σύμπαντα ὑποστησάμενος, ὁ ἀποστέλλων αὐτόν, ὁ προστάττων αὐτῷ, ὁ ἐντελλόμενος, ὁ διδάσκων, ὁ πάντα αὐτῷ παραδιδούς, ὁ δοξάζων αὐτόν, ὁ ὑπερυψῶν, ὁ ἀναδείξας βασιλέα τῶν ὅλων, ὁ πᾶσαν αὐτῷ τὴν κρίσιν παραδιδούς, ὁ καὶ ἡμᾶς αὐτῷ πείθεσθαι βουλόμενος, ὁ τὸν ἐν δεξιᾷ τῆς μεγαλοπρεπείας αὐτοῦ κατέχειν θρόνον ἐγκελευόμενος ἐν τῷ προσφωνεῖν αὐτῷ καὶ λέγειν «κάθου ἐκ δεξιῶν μου», ὁ διὰ ταῦτα πάντα καὶ αὐτοῦ ὑπάρχων τοῦ υἱοῦ θεός, ᾧ πειθόμενος ὁ μονογενὴς αὐτοῦ παῖς «ἐκένωσεν ἑαυτόν, ἐταπείνωσεν 〈ἑαυτόν〉, μορφὴν δούλου ἀνείληφεν, ὑπήκοος μέχρι θανάτου γέγονεν», ᾧ καὶ προσεύχεται, ᾧ 〈καὶ〉 κελεύοντι πείθεται, ᾧ καὶ εὐχαριστεῖ, ὃν καὶ «μόνον ἀληθινὸν θεὸν» ἡγεῖσθαι ἡμᾶς διδάσκει, μείζονά τε εἶναι ἑαυτοῦ ὁμολογεῖ, ὃν ἐπὶ πᾶσι τούτοις καὶ θεὸν ἑαυτοῦ εἶναι πάντας ἡμᾶς εἰδέναι βούλεται. ὃν οὕτω δοξάζοντα τὸν ἑαυτοῦ πατέρα ἀμοιβαίως ἀντιδοξάζων ὁ πατὴρ καὶ κύριον καὶ σωτῆρα καὶ θεὸν τῶν ὅλων καὶ σύνθρονον τῆς αὐτοῦ βασιλείας ἀνέδειξεν.