Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Περὶ τῆς ἐκκλησιαστικῆς θεολογίας

Εὐσέβιος Καισαρείας

Το ακατάληπτο της θείας γεννήσεως και ο ρόλος του Μονογενούς

Επισήμανση της αδυναμίας κατανόησης του τρόπου γέννησης του Υιού, καθώς και παρουσίαση της μεσιτικής και προνοητικής δράσης του Λόγου στη δημιουργία και την ένσαρκη οικονομία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 3 από 19

οἱ δὲ δύο δόντες ὑποστάσεις, τὴν μὲν ἀγένητον τὴν δ᾽ ἐξ οὐκ ὄντων κτισθεῖσαν, ἕνα μὲν θεὸν ὑφίστανται· ὁ δὲ υἱὸς οὐκέτ᾽ αὐτοῖς οὔτε ὁ μονογενὴς ἔσται οὔτε μὴν κύριος, οὔτε θεός, μηδὲν μὲν ἐπικοινωνῶν τῇ τοῦ πατρὸς θεότητι, τοῖς δὲ λοιποῖς κτίσμασιν, καθ᾽ ὃ ἐξ οὐκ ὄντων ὑπέστη, παραβαλλόμενος. ἀλλ᾽ οὐχ οὕτως ἡ ἐκκλησία· τὸν δ᾽ υἱὸν τοῦ θεοῦ θεὸν καὶ κύριον ἀνακηρύττει, καὶ ἀληθῶς υἱὸν εἶναι καὶ θεὸν διδάσκει· οὐ κατὰ τοὺς πολλοὺς τοὺς ἐπίκλην ὀνομασθέντας υἱούς τε καὶ θεούς, περὶ ὧν εἴρηται «ἐγὼ εἶπα θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες», καθ᾽ ὃ δὲ μόνος αὐτὸς ὁ ἐξ αὐτοῦ γεννηθεὶς τοῦ πατρὸς «ἐν μορφῇ θεοῦ ὑπῆρχεν», «εἰκών» τ᾽ ἦν «τοῦ θεοῦ τοῦ ἀοράτου καὶ πρωτότοκος ἁπάσης κτίσεως». διὸ καὶ τιμᾶν καὶ σέβειν καὶ προσκυνεῖν μόνον αὐτόν, οἷα κύριον καὶ σωτῆρα καὶ θεὸν ἑαυτῆς, μεμάθηκεν. εἰ δὲ φόβον αὐτοῖς ἐμποιεῖ, μή πη ἄρα δύο θεοὺς ἀναγορεύειν δόξαιεν, ἴστωσαν ὡς καὶ τοῦ υἱοῦ πρὸς ἡμῶν ὁμολογουμένου θεοῦ εἷς ἂν γένοιτο θεὸς μόνος ἐκεῖνος, ὁ μόνος ἄναρχος καὶ ἀγέννητος, ὁ τὴν θεότητα οἰκείαν κεκτημένος, αὐτῷ τε τῷ υἱῷ τοῦ εἶναι καὶ τοῦ τοιῷδε εἶναι γεγονὼς αἴτιος· δι᾽ ὃν καὶ αὐτὸς ὁ υἱὸς ὁμολογεῖ ζῆν, ἄντικρυς λέγων «καθὼς ἀπέστειλέν με ὁ ζῶν πατὴρ κἀγὼ ζῶ διὰ τὸν πατέρα» καὶ «ὥσπερ γὰρ ὁ πατὴρ ζωὴν ἔχει ἐν ἑαυτῷ, οὕτως καὶ τῷ υἱῷ ἔδωκεν ζωὴν ἔχειν ἐν ἑαυτῷ».

διὸ καὶ ἡμῶν καὶ ἑαυτοῦ θεὸν εἶναι διδάσκει τὸν πατέρα, ἐν οἷς φησιν «ἀνέρχομαι πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν καὶ θεόν μου καὶ θεὸν ὑμῶν». καὶ κεφαλὴν δὲ αὐτοῦ μὲν τοῦ υἱοῦ τὸν θεόν, τῆς δ᾽ ἐκκλησίας τὸν υἱὸν ὁ μέγας ἀπόστολος διδάσκει, πῆ μὲν λέγων «κεφαλὴ δὲ τοῦ Χριστοῦ ὁ θεός», πῆ δὲ περὶ τοῦ υἱοῦ φάσκων «καὶ αὐτὸν ἔδωκεν κεφαλὴν ὑπὲρ πάντα τῇ ἐκκλησίᾳ, ἥτις ἐστὶν τὸ σῶμα αὐτοῦ». οὐκοῦν τῆς μὲν ἐκκλησίας αὐτὸς ἀρχηγὸς ἂν εἴη καὶ κεφαλή, 〈κεφαλὴ〉 δὲ αὐτοῦ ὁ πατήρ· οὕτως εἷς θεὸς ὁ τοῦ μονογενοῦς υἱοῦ πατήρ, καὶ μία ἡ καὶ αὐτοῦ τοῦ Χριστοῦ κεφαλή.

μιᾶς δὲ οὔσης ἀρχῆς τε καὶ κεφαλῆς, πῶς ἂν γένοιντο θεοὶ δύο, οὐχὶ δὲ εἷς ἐκεῖνος μόνος ὁ μηδένα ἀνώτερον μηδὲ ἑαυτοῦ αἴτιον ἕτερον ἐπιγραφόμενος, οἰκείαν δὲ καὶ ἄναρχον καὶ ἀγένητον τῆς μοναρχικῆς ἐξουσίας τὴν θεότητα κεκτημένος καὶ τῷ υἱῷ τῆς ἑαυτοῦ θεότητός τε καὶ ζωῆς μεταδούς, ὁ δι᾽ αὐτοῦ τὰ σύμπαντα ὑποστησάμενος, ὁ ἀποστέλλων αὐτόν, ὁ προστάττων αὐτῷ, ὁ ἐντελλόμενος, ὁ διδάσκων, ὁ πάντα αὐτῷ παραδιδούς, ὁ δοξάζων αὐτόν, ὁ ὑπερυψῶν, ὁ ἀναδείξας βασιλέα τῶν ὅλων, ὁ πᾶσαν αὐτῷ τὴν κρίσιν παραδιδούς, ὁ καὶ ἡμᾶς αὐτῷ πείθεσθαι βουλόμενος, ὁ τὸν ἐν δεξιᾷ τῆς μεγαλοπρεπείας αὐτοῦ κατέχειν θρόνον ἐγκελευόμενος ἐν τῷ προσφωνεῖν αὐτῷ καὶ λέγειν «κάθου ἐκ δεξιῶν μου», ὁ διὰ ταῦτα πάντα καὶ αὐτοῦ ὑπάρχων τοῦ υἱοῦ θεός, ᾧ πειθόμενος ὁ μονογενὴς αὐτοῦ παῖς «ἐκένωσεν ἑαυτόν, ἐταπείνωσεν 〈ἑαυτόν〉, μορφὴν δούλου ἀνείληφεν, ὑπήκοος μέχρι θανάτου γέγονεν», ᾧ καὶ προσεύχεται, ᾧ 〈καὶ〉 κελεύοντι πείθεται, ᾧ καὶ εὐχαριστεῖ, ὃν καὶ «μόνον ἀληθινὸν θεὸν» ἡγεῖσθαι ἡμᾶς διδάσκει, μείζονά τε εἶναι ἑαυτοῦ ὁμολογεῖ, ὃν ἐπὶ πᾶσι τούτοις καὶ θεὸν ἑαυτοῦ εἶναι πάντας ἡμᾶς εἰδέναι βούλεται. ὃν οὕτω δοξάζοντα τὸν ἑαυτοῦ πατέρα ἀμοιβαίως ἀντιδοξάζων ὁ πατὴρ καὶ κύριον καὶ σωτῆρα καὶ θεὸν τῶν ὅλων καὶ σύνθρονον τῆς αὐτοῦ βασιλείας ἀνέδειξεν.

ἃ δὴ πεπαιδευμένη ἡ ἐκκλησία τοῦ θεοῦ ἑαυτῆς μὲν καὶ θεὸν καὶ κύριον καὶ σωτῆρα τοῦ δ᾽ ἐπὶ πάντων θεοῦ υἱὸν μονογενῆ αὐτὸν γινώσκειν καὶ οὐδένα μὲν ἄλλον τῶν γενητῶν ἀναγορεύειν θεὸν ἀξιοῖ, μόνον δὲ τοῦτον οἶδεν θεόν, ὃν μόνον ὁ πατὴρ ἐξ ἑαυτοῦ ἐγέννα, ὥσπερ οὖν αὐτὸς διὰ Σολομῶνος παρίστη λέγων «πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με», ὧδέ πη ὄρη καὶ βουνοὺς τὰς θείας καὶ ὑπερκοσμίους δυνάμεις αἰνιττόμενος. εἰ δὲ δὴ περιεργάζοιτό τις καὶ πῶς ἂν γεννήσειεν ὁ θεός, πῶς δ᾽ ἔσται πατὴρ 〈ὁ〉 ἐπέκεινα τῶν ὅλων, τὸ τολμηρὸν τοῦ πύσματος κατασιγάσει ὁ φήσας «βαθύτερά σου μὴ ζήτει, καὶ ὑψηλότερά σου μὴ ἐξέταζε. ἃ προσετάγη σοι, ταῦτα διανοοῦ· οὐ γάρ ἐστίν σοι χρεία τῶν κρυπτῶν». καὶ ὁ Παῦλος δὲ εἰπὼν «ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ· ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ» τὸν περαιτέρω χωρεῖν τολμῶντα μὴ ἀνεφίκτοις ἐπιχειρεῖν πειθέτω. ἢ λεγέτω πρότερον αὐτός, ἃ δή φησιν ἐξ οὐκ ὄντων γεγονέναι, πῶς καὶ τίνα τρόπον ὑπέστη, μηδαμῆ μηδαμῶς ὄντα πρότερον. οὐ γὰρ δὴ κατὰ τοὺς παρ᾽ ἡμῖν τεχνίτας ὕλην προϋποκειμένην λαβὼν ταῖς χερσὶν τὸ πᾶν ἐτεκτήνατο.

ὥσπερ δὲ τὸ τῇ φύσει ἀμήχανον ὅσον ἐπ᾽ ἀνθρώποις (λέγω δὲ τὸ μηδαμῶς ὑπάρχον ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι προαγαγεῖν) αὐτῷ δυνατὸν κατέστη, καὶ γέγονεν τῶν ὅλων ποιητὴς οὐ κατὰ ἄνθρωπον, ἀρρήτοις δὲ καὶ ἀφράστοις ἡμῖν λόγοις, οὕτω καὶ πολὺ πλέον ἡ τοῦ μονογενοῦς αὐτοῦ γέννησις ἀνεξερεύνητος καὶ ἀνεξιχνίαστος ἂν εἴη, οὐχ ἡμῖν ὡς ἂν φαίη τις μόνοις, ἀλλὰ καὶ πάσαις ταῖς κρείττοσιν ἢ καθ᾽ ἡμᾶς δυνάμεσιν. τὰ γὰρ μακρῷ τὴν φύσιν ὑποβεβηκότα, κάτω τε καὶ πορρωτάτω τῆς ἀρρήτου καὶ θεϊκῆς καθεστῶτα οὐσίας, πῶς ἂν ἐφίκοιτο τῆς ἐπέκεινα καὶ ἀνωτάτω καταλήψεως; πῶς δ᾽ ἂν τὰ μὴ ὄντα πρότερον, δι᾽ αὐτοῦ δ᾽ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι προαχθέντα, τοῦ προαγαγόντος αἰτίου τε αὐτοῖς τῆς ὑπάρξεως γενομένου σχοίη ἂν τῆς πρώτης γενέσεως τὴν γνῶσιν; ἤ πού γε ἡμεῖς οἱ χθιζοί, «δέρμα καὶ κρέας» ἐνδεδυμένοι, «ὀστέοις καὶ νεύροις» ἐνειρμένοι, καὶ μηδὲ τὰ καθ᾽ ἡμᾶς εἰδότες, τὴν περὶ τῶν ἀρρήτων ἀκίνδυνον ποιησόμεθα ζήτησιν, πῶς ἐγέννα τὸν υἱὸν ὁ πατὴρ πολυπραγμονοῦντες; ὅτι δὲ καὶ τῶν παρὰ πόδας μυρία τὴν ἡμετέραν διαδιδράσκει γνῶσιν, δῆλον ἂν εἴη ἐνθένδε. τίς γὰρ ἂν εἰπεῖν ἔχοι, πῶς καθεῖρκται τῷ σώματι ἡ ψυχή, πῶς ἔξεισιν, πῶς δὲ τὴν ἀρχὴν εἰσεκρίθη, ὁποῖον δὲ αὐτῆς τὸ εἶδος, τί τὸ σχῆμα, τίς ἡ μορφή, τίς ἡ οὐσία;

οὔπω μοι τὸν περὶ δαιμόνων πολυπραγμονεῖν, οὐ τὸν περὶ οὐσίας ἀγγέλων, οὐ τὸν περὶ ἀρχῶν καὶ θρόνων καὶ κυριοτήτων, οὐ τὸν περὶ ἐξουσιῶν καὶ κοσμοκρατόρων. εἰ δ᾽ ἐν τούτοις ἅπασιν ἀμηχανοῦμεν, τί δεῖ τὴν περὶ τῆς ἀνάρχου καὶ ἀγενήτου θεότητος γνῶσιν διερευνᾶσθαι; τί τὰ ἀνέφικτα ἐρωτᾶν, πῶς υἱοῦ μονογενοῦς ὁ θεὸς ὑπέστη πατήρ, ὡς μὴ ἀπαρκούσης ἡμῖν τῆς πατρικῆς φωνῆς πρὸς μαρτυρίαν τοῦ ἀγαπητοῦ, ὃν ἀνεκήρυξεν εἰπὼν «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα, αὐτοῦ ἀκούετε»; εἰ δὴ ἀκούειν αὐτοῦ ἐγκελεύεται, βασιλικῷ νόμῳ πειθαρχοῦντες ἀκούσωμεν τοῦ ἀγαπητοῦ υἱοῦ. τί δὲ οὗτος περὶ ἑαυτοῦ βούλεται ἡμᾶς εἰδέναι, παραστήσει λέγων «οὕτως γὰρ ἠγάπησεν ὁ θεὸς τὸν κόσμον, ὥστε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν ἔχῃ ζωὴν αἰώνιον». πιστευτέον δῆτα αὐτῷ, ὡς ἂν τῆς αἰωνίου τύχοιμεν ζωῆς, «ὁ» γὰρ «πιστεύων» φησὶν «εἰς αὐτὸν ἔχει ζωὴν αἰώνιον»· οὐχ ὁ γινώσκων ὅπως ἐκ τοῦ πατρὸς γεγέννηται, οὐ γὰρ ἄν τινι μετῆν ζωῆς αἰωνίου, εἰ δὴ τοῦτ᾽ εἴρηται ὅτι «μηδεὶς ἔγνω τὸν πατέρα εἰ μὴ ὁ υἱός, μηδὲ τὸν υἱόν τις ἔγνω εἰ μὴ» μόνος ὁ γεννήσας αὐτὸν «πατήρ».

ἀπαρκεῖ τοιγαροῦν ἡμῖν ἡ πίστις πρὸς σωτηρίαν, ἡ θεὸν πατέρα παντοκράτορα παρέχουσα γινώσκειν, καὶ τὸν μονογενῆ αὐτοῦ υἱὸν ἐπιγράφεσθαι σωτῆρα, ὃς δὴ πρὸς τοῖς ἄλλοις καὶ ταῦθ᾽ ὧδε παρεδίδου λέγων «τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστιν, καὶ τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστιν». «πνεῦμα» δὲ «ὁ θεός». διὸ ἕπεται νοεῖν, ὡς καὶ τὸ γεγεννημένον ἐκ τοῦ θεοῦ θεὸς ἂν εἴη. ὅσῳ δὲ τῆς γεώδους σαρκὸς ὁ ἐπέκεινα τῶν ὅλων θεὸς ἀπηλλοτρίωται καὶ ἀπεσχοίνισται τῇ φύσει, τοσούτῳ χρὴ νοεῖν καὶ τῆς τῶν σαρκῶν γενέσεως ἀπηλλοτριῶσθαι τὸν τρόπον, καθ᾽ ὃν ὁ πατὴρ ἐγέννα τὸν υἱόν. οὐ γάρ τι προϊεμένος οὐδ᾽ ἀλλοιούμενος οὐδέ γε παθητικῶς κινούμενος οὐδ᾽ ὅλως τι τῶν ἡμῖν συνεγνωσμένων ὑπομένων, ὑφίστη αὐτόν. οὐδὲ γὰρ σῶμα ἦν, ὡς ἀπόρροιαν ἢ μείωσιν ἢ ἔκτασιν ἢ μεταβολὴν ἢ τροπὴν ἢ ῥοὴν ἢ μέρος ἢ πάθος ἐπ᾽ αὐτῷ λογίσασθαι. τούτων δ᾽ ἐκτὸς ἁπάντων, ἄρρητον ἡμῖν καὶ ἀνεπιλόγιστον, μᾶλλον δὲ πάσῃ γενητῇ φύσει ἀνεξερεύνητον καὶ ἀνεξιχνίαστον τὴν γενεσιουργίαν ὑφίστη. γεννᾷ μὲν οὖν καὶ ἥλιος τὴν αὐγήν, λέγεται δὲ καὶ ὁ υἱὸς «ἀπαύγασμα φωτὸς ἀιδίου» καὶ «ἀπαύγασμα τῆς δόξης», οὐ μὴν κατὰ τὴν αἰσθητὴν τοῦ φωτὸς εἰκόνα· ἐπέκεινα γὰρ παντὸς παραδείγματος ἀρρήτοις αὐτὸν καὶ ἀκαταλήπτοις λόγοις ὑφίστη, καὶ τοῦτον ἕνα καὶ μονογενῆ.

δυσσεβῶν δὲ καὶ ἀθέων ἀνδρῶν τῶν τὴν πολύθεον πλάνην νενοσηκότων ἀποπεφράχθω πᾶν στόμα, οἳ τοῦ μονογενοῦς υἱοῦ τὴν ἐξαίρετον καὶ ἰδιάζουσαν γέννησιν εἰς πλῆθος καταβαλόντες πατέρα «ἀνδρῶν τε θεῶν τε» ἀνειρήκασιν, ὁμοῦ μὲν ἄνδρας μίξαντες θεοῖς, ὁμοῦ δὲ τούτοις ὁμοφυᾶ καὶ τὸν αὐτὸν εἰσηγούμενοι πατέρα. ἀλλ᾽ οἵδε μὲν ἐνεργείᾳ δαιμονικῇ τὸ δυσσεβὲς τουτὶ καὶ ἄθεον προήκαντο ῥῆμα, τῷ θνητῷ καὶ παθητικῷ καὶ ἁμαρτητικῷ γένει τῶν ἀνθρώπων ὁμοφυεῖς καὶ ὁμοπαθεῖς θεοὺς καὶ τὸν τούτων κοινὸν ὑποθέμενοι πατέρα πάντως που τοῖς παισὶν παρωμοιωμένον· ὁ δ᾽ ἐκκλησιαστικὸς κῆρυξ ἑνὸς θεοῦ ἕνα μονογενῆ υἱὸν τοῖς πᾶσιν ἀνακηρύττει, ὃν ὑπὲρ τῆς τῶν γενητῶν ἁπάντων σωτηρίας τε καὶ προνοίας ὑφίστη. ἐπειδὴ γὰρ ἡ τῶν γεγονότων φύσις, ἐν σώμασιν καὶ ἀσωμάτοις ἐμψύχοις τε καὶ ἀψύχοις λογικοῖς τε καὶ ἀλόγοις θνητοῖς τε καὶ ἀθανάτοις τὸ διάφορον κεκτημένη, τῷ ὑπὲρ πάντων καὶ ἐπὶ πάντων θεῷ πελάζειν καὶ τῶν τῆς αὐτοῦ θεότητος μαρμαρυγῶν οὐχ οἵα τε ἦν μετέχειν δι᾽ ὑπερβολὴν τῆς ἀπὸ τοῦ κρείττονος ἐλλείψεως, μακρὰν δὲ καὶ πορρωτάτω φύσεως ἀσθενείᾳ διώλισθεν ἄν, εἰ μὴ θεοῦ σωτῆρος ἔτυχεν βοηθοῦ, εἰκότως ἡ πατρικὴ φιλανθρωπία τὸν αὐτοῦ μονογενῆ παῖδα ἐπὶ πᾶσιν καθίστη, καὶ διὰ πάντων χωροῦντα καὶ τοῖς πᾶσιν ἐπιστατοῦντα καὶ τὰς ἐξ αὐτοῦ χορηγίας ἐπάρδοντα.

πάντων γὰρ ἀθρόως τῶν τε κατ᾽ οὐρανὸν καὶ τῶν ἐπὶ γῆς ποιμένα καὶ σωτῆρα κηδεμόνα τε καὶ φύλακα καὶ ἰατρὸν καὶ κυβερνήτην μόνον αὐτὸν ὁ γεννήσας ἀνέδειξεν πατήρ, τῆς τῶν ὅλων συστάσεώς τε καὶ διοικήσεως μόνῳ τοὺς οἴακας ἐγχειρίσας, ὃ διδάσκει λέγων αὐτὸς «πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου» καὶ αὖθις «ὁ γὰρ πατὴρ φιλεῖ τὸν υἱόν, καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ». ὁ δ᾽ οἷα σοφὸς κυβερνήτης τὸν κλῆρον παρὰ τοῦ πατρὸς ὑποδεδεγμένος, ἐπιβὰς τοῦ σύμπαντος κόσμου ἄνω τε πρὸς τὸν αὐτοῦ πατέρα βλέπων, ἄγει καὶ φέρει πηδαλιουχῶν τὸ πᾶν, οὐδὲ τὸ σμικρότατον τῶν δεομένων τῆς ἐξ αὐτοῦ χορηγίας παρορῶν οὐδ᾽ ὑπερφρονῶν τῶν βραχυτάτων· διὸ δὴ τοῖς πᾶσιν ἐπιπάρεστιν, ἑκάστῳ νέμων τὰ πρόσφορα, τῇ τε τῶν ὅλων θεραπείᾳ δίκην ἰατροῦ τὰ ἁρμόδια πρὸς σωτηρίαν ἐπαρκῶν. ὅθεν εἰκότως οὐδὲ τοῦ κατὰ ἄνθρωπον ὑπερεφρόνησεν βίου, ἀλλὰ καὶ πάλαι πρότερον τοῖς ἐξ αἰῶνος φιλοθέοις ἀνδράσιν τὴν ἐξ αὐτοῦ παρεῖχεν ἐπικουρίαν, ὧδε μὲν 〈ἐν〉 ἀνθρωπείῳ σχήματι τοῖς Ἑβραίων προπάτορσιν ἐπιφαινόμενος ὧδε δὲ τοῖς τούτων ἀπογόνοις ἁρμοδίους διαταττόμενος νόμους, ἤδη δὲ καὶ τοῖς μετέπειτα διὰ προφητῶν μελλούσης αὐτοῦ θεοφανείας ἅπασιν ἐκλάμψειν ἀνθρώποις ἐξεδίδου θεσπίσματα.

ὡς δὲ ὁ τούτων παρήλαυνε χρόνος, ἔργοις ἐπλήρου παλαιῶν χρησμῶν ἀποτελέσματα, καὶ δὴ παρῆν λοιπὸν ἀναμὶξ τῷ θνητῷ βίῳ συναγελαζόμενος, αὐτός τε ἦν ὁ τοῦ θεοῦ μονογενὴς υἱὸς ὡς ἐν ἀγάλματι θείῳ, τῷ τοῦ σώματος ὀργάνῳ, τῷ τῶν ἀνθρώπων καθομιλῶν γένει διδασκαλίαις, θεραπείαις, ἐνθέου σοφίας ἀπορρήτοις παιδεύμασιν. ἤδη δὲ αὐτῶν μέχρι θανάτου πυλῶν ἤλαυνεν πατρικοῦ νεύματος ὑπερβαλλούσῃ φιλανθρωπίᾳ, ὡς ἂν καὶ τοὺς τῇδε τῆς ἑαυτοῦ καταξιώσειεν χάριτος, ἐπὶ τὴν παρ᾽ αὐτῷ ζωὴν ἀνελκύσας. οὕτω «θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ»· καὶ τὴν ἔνσαρκον ὑπέμεινεν οἰκονομίαν, προὼν μὲν αὐτῆς καὶ προϋπάρχων, θεότητι πατρικῆς δόξης τετιμημένος· οὐ μὴν «ἁρπαγμὸν» ἡγούμενος «τὸ εἶναι ἴσα θεῷ, ἑαυτὸν» δ᾽ οὖν κενώσας καὶ «μορφὴν δούλου λαβὼν ἐταπείνωσεν ἑαυτόν, ὑπήκοος» τῷ πατρὶ «γενόμενος μέχρι θανάτου», ἵν᾽ «ὥσπερ» «ὁ θάνατος» «δι᾽ ἑνὸς ἁμαρτήσαντος» «ἀνθρώπου» παντὸς κατεκυρίευσεν γένους, οὕτως καὶ ἡ αἰώνιος ζωὴ διὰ «τῆς αὐτοῦ χάριτος» τῶν εἰς αὐτὸν 〈πιστευόντων〉 καὶ δι᾽ αὐτοῦ τῷ θεῷ καὶ πατρὶ αὐτοῦ γνωριζομένων βασιλεύσειεν.

εἰκότως δὴ ταῦτα κηρύττουσα ἡ ἐκκλησία, ὥσπερ τι κίβδηλον παραχαράξαντα νόμισμα τὴν ἄρνησιν τοῦ υἱοῦ τοῦ θεοῦ, τὸν Σαβέλλιον ἀπεδοκίμασεν, καίτοι θεὸν ἕνα εἰδέναι καὶ πλὴν αὐτοῦ μὴ εἶναι Μαρκέλλῳ παραπλησίως λέγοντα· καὶ αὐτοῦ δὲ τοῦ σωτῆρος ἡμῶν οἱ πρωτοκήρυκες Ἐβιωναίους ὠνόμαζον, Ἑβραϊκῇ φωνῇ πτωχοὺς τὴν διάνοιαν ἀποκαλοῦντες, τοὺς ἕνα μὲν θεὸν λέγοντας εἰδέναι καὶ τοῦ σωτῆρος τὸ σῶμα μὴ ἀρνουμένους, τὴν δὲ τοῦ υἱοῦ θεότητα μὴ εἰδότας. καὶ τὸν Σαμοσατέα δέ, καίπερ Ἰησοῦν τὸν Χριστὸν τοῦ θεοῦ εἶναι διδάσκοντα, θεόν τε ἕνα τὸν ἐπὶ πάντων ὁμοίως ὁμολογοῦντα Μαρκέλλῳ, τῆς ἐκκλησίας τοῦ θεοῦ ἀλλότριον ἀπέφηναν οἱ ἐκκλησιαστικοὶ πατέρες, ὅτι μὴ καὶ υἱὸν θεοῦ καὶ θεὸν πρὸ τῆς ἐνσάρκου γενέσεως ὄντα τὸν Χριστὸν ὡμολόγει. ἀλλ᾽ οὗτος μὲν ὡς εἰς τὸν Χριστὸν ἀσεβῶν τῆς ἐκκλησίας αὐτοῦ μακρὰν ἠλαύνετο· Σαβέλλιος δ᾽ ὡς εἰς αὐτὸν πλημμελῶν τὸν πατέρα, ὃν υἱὸν λέγειν ἐτόλμα, τὴν ἴσην τοῖς ἀθέοις αἱρεσιώταις ὑπεῖχε τιμωρίαν. τὰ ἴσα δ᾽ αὐτῷ ὑπιδόμενος Μάρκελλος παθεῖν, καινοτέραν ἐξεῦρε τῇ πλάνῃ μηχανήν, θεὸν καὶ τὸν ἐν αὐτῷ λόγον ἕνα μὲν εἶναι ὁριζόμενος, δύο δ᾽ αὐτῷ πατρὸς καὶ υἱοῦ χαριζόμενος ἐπηγορίας. οὐ μὴν ἔλαθεν οὐδ᾽ ἐξέφυγεν, ὀψέ ποτε φωραθεὶς τοῖς αὐτὸς αὐτοῦ δικτύοις· πλὴν καὶ πρὶν ἁλῶναι συνειδήσει πληττόμενος εἰς ἀποσκευὴν τῆς ὑπονοίας βλασφημεῖν ὥρμητο τὸν Σαβέλλιον.

ὅπως δὲ τὸν ἄνδρα διέβαλεν ὀνομαστὶ μνημονεύσας αὐτοῦ, ἐπάκουσον ταῦτα περὶ αὐτοῦ γράφοντος αὐταῖς συλλαβαῖς Σαβέλλιος γὰρ καὶ αὐτὸς τῆς ὀρθῆς ὀλισθήσας πίστεως οὔτε τὸν θεὸν ἀκριβῶς ἔγνω οὔτε τὸν ἅγιον αὐτοῦ λόγον. ὁ γὰρ μὴ τὸν λόγον γνοὺς ἠγνόησεν καὶ τὸν πατέρα. «οὐδεὶς» γὰρ «οἶδεν» φησὶν «τὸν πατέρα, εἰ μὴ ὁ υἱός», τουτέστιν ὁ λόγος· 〈ὁ γὰρ λόγος〉 δι᾽ αὑτοῦ τὴν τοῦ πατρὸς παρέχει γνῶσιν. οὕτω γὰρ καὶ πρὸς τοὺς οἰομένους τηνικαῦτα τῶν Ἰουδαίων εἰδέναι τὸν θεόν, ἀθετοῦντας δ᾽ αὐτοῦ τὸν λόγον, δι᾽ οὗ μόνου γινώσκεται ὁ θεός, ἔλεγεν «οὐδεὶς ἐπιγινώσκει τὸν πατέρα εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἂν ὁ υἱὸς ἀποκαλύψῃ». ἐπειδὴ γὰρ ἀδύνατον ἦν ἑτέρως γνῶναι τὸν θεόν, διὰ τοῦ ἰδίου λόγου εἰδέναι αὐτὸν τοὺς ἀνθρώπους διδάσκει, ὥστε ἐσφάλη μὲν κἀκεῖνος μὴ τὸν πατέρα καὶ τὸν τούτου λόγον ἀκριβῶς γνούς. ταῦτα Μάρκελλος ἔγραφεν, τῆς τοῦ Σαβελλίζειν ὑπονοίας καθαίρων ἑαυτὸν μέχρι φωνῆς καὶ λόγου· τῇ γε μὴν γνώμῃ καὶ τῇ πρὸς τὸν ἄνδρα ὁμοφροσύνῃ ἁλίσκεται τοῖς αὐτοῖς ἐκείνῳ περιπειρόμενος βέλεσιν, ὡς ἔμοιγε * * * * * καὶ δι᾽ εὐχῆς ὑπῆρξεν ἂν τὸ μὴ τοῖς αὐτοῖς αὐτὸν περιπεσεῖν· νυνὶ δὲ κάκιον ἢ ἐκεῖνος πλημμελῶν φαίνεται. ὁ μὲν γὰρ τάχα που σφαλλόμενος ἠγνόει· ὁ δ᾽ ὁμολογῶν ἐσφάλθαι τὸν ἄνδρα, κἄπειτα αὑτὸν ὠθῶν ἐπὶ τὸν προφανῆ τῆς αὐτῆς δυσσεβείας κρημνόν, οὐδεμιᾶς γένοιτ᾽ ἂν συγγνώμης ἄξιος.

ἀλλὰ γὰρ διασκεψώμεθα τὰ λελεγμένα. πρῶτον μὲν οὖν 〈ὅτι〉 μήτε τὸν Σαβέλλιον μήτε Ἰουδαίους ἐγνωκέναι τὸν θεὸν ἔφη τῷ μὴ τὸν λόγον ἐγνωκέναι αὐτούς, σκέψασθαι χρὴ ὁποῖον ὑποτίθεται λόγον· εἰ μὲν γὰρ τὸν υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ, τὸν ὑφεστῶτα καὶ ζῶντα, ἀλλ᾽ οὐδ᾽ αὐτὸς τοῦτον ἔγνω. αὐτίκα δ᾽ οὖν τοῦ σωτῆρος ἡμῶν διαφόρως μνημονεύσαντος τοῦ υἱοῦ καὶ πολλάκις μονογενῆ υἱὸν ἀνειπόντος καὶ μηδεπώποτε λόγον ἑαυτὸν ἀποκαλέσαντος, διὰ πάντων δὲ τῶν εὐαγγελίων υἱὸν θεοῦ εἶναι διδάξαντος (ἐφ᾽ ᾧ καὶ μακαρίζει τὸν Πέτρον εἰρηκότα «σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος», καὶ τὴν γνῶσιν αὐτῷ 〈δι᾽〉 ἀποκαλύψεως τοῦ πατρὸς γεγονέναι μαρτυρεῖ φήσας «μακάριος εἶ, Σίμων βὰρ Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέν σοι ἀλλ᾽ ὁ πατήρ μου ὁ οὐράνιος»), ὁ θαυμαστὸς οὗτος ὥσπερ βεβυσμένος τὰ ὦτα ταῦτα κατὰ λέξιν γράφει καὶ διὰ τοῦτο οὐχ υἱὸν θεοῦ ἑαυτὸν ὀνομάζει, ἀλλὰ πανταχοῦ υἱὸν ἀνθρώπου ἑαυτὸν λέγει, ἵνα διὰ τῆς τοιαύτης ὁμολογίας θέσει τὸν ἄνθρωπον διὰ τῆς πρὸς αὐτὸν κοινωνίας υἱὸν θεοῦ γενέσθαι παρασκευάσῃ. ὁρᾷς ὅπως υἱὸν μὲν αὐτὸν τοῦ θεοῦ ὁμολογεῖν οὐ τολμᾷ, ὡς ἂν μὴ ἐκπέσοι τοῦ Σαβελλίου δόγματος· υἱὸν δὲ ἀνθρώπου καλεῖ, δι᾽ ἣν ἀνείληφεν σάρκα. καὶ λόγον δὲ δι᾽ ὅλου τοῦ οἰκείου συγγράμματος ὀνομάζει συνεχῶς ἐπισημαινόμενος, ὡς οὐδὲν ἕτερον ἦν ἢ λόγος.