Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Περὶ τῶν προφητῶν

Εὐσέβιος Καισαρείας

Οι προφήτες από τον Ναούμ έως τη μετεξοριακή περίοδο

Περιγραφή των οραμάτων των προφητών Ναούμ, Αμβακούμ και Σοφονία, καθώς και της δράσης των προφητών Αγγαίου, Ζαχαρία και Μαλαχία κατά την ανοικοδόμηση της Ιερουσαλήμ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 2 από 4

ΝΑΟΥΜ Ο ΤΟΥ ΕΛΚΕΣΑΙΟΥ, Ζʹ. Λῆμμα περὶ τῆς ἀπωλείας Νινευῆ βιβλίον ὁράσεως. Προφητεύει καὶ κηρύττει μὲν καὶ περὶ ἑορτῆς. Προσημαίνει δὲ ἐν αὐτῇ περὶ τοῦ Σωτῆρος, καὶ τὰ λοιπὰ πάντα κατὰ τῆς Νινευῆ, καὶ τοῦ τέλους αὐτῆς, καὶ τῶν ἐχθρῶν τοῦ Ἰσραὴλ παραγγέλλει.

ΑΜΒΑΧΟΥΜ, Ηʹ. Λῆμμα καὶ αὐτὸς εἶδεν· προφητεύει δεόμενος μὲν περὶ τῆς ἁλώσεως τῆς Ἱερουσαλήμ. Προσημαίνων δὲ περὶ τῆς παρουσίας τοῦ Σωτῆρος. Λέγει δὲ καὶ προφητεύει κατὰ τῶν καταφρονητῶν. Εἶτα μεταξὺ προσευχή ἐστι τοῦ προφήτου μετ᾽ ᾠδῆς. Καὶ τρία διαψάλματά ἐστιν ἐν τῇ λεγομένῃ ᾠδῇ ᾄδοντος αὐτοῦ περὶ τῆς παρουσίας τοῦ Σωτῆρος, καὶ τῆς κατὰ θανάτου νίκης.

ΣΟΦΟΝΙΑΣ Ο ΤΟΥ ΧΟΥΣΕΙ, Θʹ. Οὗτος καὶ Ἱερεμίας συνεχρόνησαν ἀλλήλοις. Ἀμφότεροι γὰρ ἐπὶ τοῦ Ἰωσία βασιλέως Ἰούδα ἐπροφήτευσαν. Λόγος δὲ Κυρίου ἐγένετο πρὸς αὐτὸν, καὶ προφητεύει ἐν τῇ Ἱερουσαλὴμ, καὶ παντὶ Ἰούδᾳ· καὶ προλέγει περὶ ἡμέρας ἐσομένης μεγάλης, ὥστε ἐξαρθῆναι πάντα τὰ εἴδωλα, καὶ τὰ ἄλση, καὶ πολὺν θρῆνον καὶ κοπετὸν γίγνεσθαι. Προφητεύει δὲ καὶ περὶ τοῦ Σωτῆρος, καὶ τῆς ἀναστάσεως, ἣν δι᾽ ἡμᾶς ποιεῖ.

Καὶ κατὰ Γάζης καὶ Ἀσκάλωνος, καὶ Ἀζώτου, καὶ τῆς Ἀκκάρων, καὶ κατὰ Μωὰβ, καὶ Ἀμμὼν, καὶ κατὰ Δαμασκοῦ, καὶ κατὰ Νινευῆ, καὶ κατὰ τῶν Αἰθιόπων.

ΑΓΓΑΙΟΣ, Ιʹ. Οὗτος μετὰ τὴν αἰχμαλωσίαν ἐν τῇ ἐπανόδῳ ἐν τῇ Ἱερουσαλὴμ, ἐπὶ Δαρείου βασιλέως Περσῶν, δευτέρου ἔτους αὐτοῦ, τῷ ἕκτῳ μηνὶ γέγονεν. Λόγος Κυρίου ἐγένετο ἐν χειρὶ αὐτοῦ, καὶ προφητεύει τῷ Ζοροβάβελ, καὶ τῷ Ἰησοῦ τῷ τοῦ Ἰωσεδὲκ, καὶ τῷ λαῷ περὶ τῆς οἰκοδομῆς τῆς Ἱερουσαλήμ· προφητεύει δὲ καὶ περὶ τῆς παρελεύσεως τῶν σκιῶν, καὶ περὶ τῆς κλήσεως τῶν ἐθνῶν.

ΖΑΧΑΡΙΑΣ ΥΙΟΣ ΣΑΔΔΩ, ΙΑʹ. Καὶ οὗτος τῷ δευτέρῳ ἔτει Δαρείου προφητεύει. Ἀλλὰ τῷ ὀγδόῳ μηνὶ λόγος Κυρίου ἐγένετο πρὸς αὐτὸν, καὶ ἄγγελος Κυρίου ἐλάλει ἐν αὐτῷ, καὶ προφητεύει πρὸς τοὺς πατέρας, καὶ τὴν Ἱερουσαλήμ.

Πολλὰς δὲ καὶ ποικίλας ὁράσεις βλέπει, καὶ προφητεύει περὶ τοῦ Σωτῆρος διὰ πολλῶν, καὶ σημαίνων αὐτὸν ἔρχεσθαι ἐπὶ ὄνον καὶ πῶλον ὑποζυγίου.

ΜΑΛΑΧΙΑΣ, ΙΒʹ. Καὶ οὗτος μετὰ τὴν αἰχμαλωσίαν γέγονεν ἐπὶ Δαρείου λῆμμα δὲ λόγου Κυρίου ἐν χειρὶ ἀγγέλου αὐτοῦ ἐπὶ τὸν Ἰσραὴλ προφητεύει. Ὀνειδίζει δὲ τὸν Ἰσραὴλ ἐπὶ ταῖς παραβάσεσι, καὶ μέμφεται ἐπὶ τῇ ἀμελείᾳ τῶν δεκάτων, καὶ τῆς πρὸς τοὺς πτωχοὺς κοινωνίας· προφητεύει δὲ περὶ τῆς ἡμέρας τῆς κρίσεως, καὶ τῆς τοῦ Σωτῆρος ἐπιλάμψεως, καὶ πρὸ τῆς παρουσίας τοῦ Σωτῆρος ἀποστέλλεσθαι τὸν Ἡλίαν σημαίνει.