Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Περὶ τῶν προφητῶν

Εὐσέβιος Καισαρείας

Τα προφητικά βιβλία του Ησαΐα και του Ιερεμία

Παρουσίαση των οραμάτων του Ησαΐα περί της παρουσίας του Σωτήρα, και σύνοψη του βιβλίου του Ιερεμία, του Βαρούχ, των Θρήνων και της Επιστολής Ιερεμίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 3 από 4

ΗΣΑΙΑΣ ΥΙΟΣ ΑΜΩΣ. Οὗτος καὶ Ὠσηὲ, καθὰ προεῖπον, συνεχρόνησαν ἀλλήλοις· καὶ γὰρ καὶ οὗτος ἐπὶ Ὀζίου, καὶ Ἰωαθὰμ, καὶ Ἀχὰζ, καὶ Ἐζεχίου βασιλέων Ἰούδα, γέγονεν· ὅρασιν δὲ ἑωρακὼς προφητεύει κατὰ τῆς Ἰουδαίας, καὶ κατὰ Ἱερουσαλήμ. Καὶ λόγος δὲ Κυρίου πρὸς αὐτὸν γέγονε· καὶ τὸ πλεῖστον τῆς προφητείας αὐτοῦ ἐστιν εὐαγγελία περὶ τῆς ἐνσάρκου παρουσίας τοῦ Λόγου τοῦ Θεοῦ, καὶ ὧν ἂν ἐδέξατο δι᾽ ἡμᾶς παθών. Προφητεύει δὲ καὶ ἐπὶ ἔθνη ταῦτα· κατὰ Βαβυλῶνος, ἐπὶ τοὺς ἀλλοφύλους, κατὰ Δαμασκοῦ, ὅρασιν Αἰγύπτου, ὅραμα τῆς Ἰδουμαίας, ὅραμα τῆς φάραγγος Σιὼν, ὅραμα Τύρου, ὅρασιν τῶν τετραπόδων τῶν ἐν τῇ ἐρήμῳ. Διηγεῖται δὲ καὶ τὴν ἔφοδον Σεμναχηρεὶμ, καὶ Ῥαψάκου τὴν ἀλαζονίαν, τήν τε πτῶσιν καὶ ἀπώλειαν αὐτῶν· καὶ ὅτι νοσήσας Ἐζεκίας, καὶ μέλλων ἀποθνήσκειν, εὐξάμενος προσθήκην ἔσχεν ἐτῶν δεκαπέντε. Προφητεύει δὲ καὶ εὐνούχοις, καὶ τοῖς ἔθνεσι ἐν τῷ τέλει περὶ τῆς ἡμέρας τῆς κρίσεως.

ΙΕΡΕΜΙΑΣ Ο ΤΟΥ ΧΕΛΧΙΟΥ, Ἐκ τῶν ἱερέων. Οὗτος, καθὰ προεῖπον, καὶ Σοφονίας συνεχρόνισαν ἑαυτοῖς· παρέμεινε δὲ οὗτος ἕως Ἰωακεὶμ, καὶ ἕως ἑνδεκάτου ἔτους Σεδεκίου βασιλέως Ἰούδα, ἕως αἰχμαλωσίας τοῦ λαοῦ. Ῥῆμα δὲ Θεοῦ ἐγένετο πρὸς αὐτὸν, ὡς ἐγεννήθη λόγος Κυρίου πρὸς αὐτόν· καὶ ἐλέγχει τὰς ἀδικίας τῆς Ἱερουσαλὴμ διὰ πολλῶν· προφητεύει δὲ ἐπὶ Ἱερουσαλὴμ, καὶ περὶ τῆς ἀβροχίας· καὶ ἐπὶ τὰ ἔθνη Αἰλὰμ καὶ τοῦ ἐλθεῖν βασιλέα Βαβυλῶνος, τοῦ ἐκκόψαι τὴν γῆν Αἰγύπτου· καὶ ἐπὶ Βαβυλῶνα· καὶ λόγος, ὃν ἐνετείλατο Κύριος τῷ Ἱερεμίᾳ εἰπεῖν τῷ Σαραία υἱῷ Νηρίου, καὶ τῇ Ἰδουμαίᾳ, καὶ τοῖς υἱοῖς Ἀμμὼν, καὶ τῇ Κηδὰρ βασιλίσσῃ τῆς αὐλῆς, ἣν ἐπάταξε Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος, καὶ τῇ Δαμασκῷ, καὶ τῇ Μωὰβ, καὶ ἐπὶ Ἱερουσαλὴμ, καὶ ἐπὶ Ἰούδαν, καὶ εἰς οἶκον Ῥηχαβεὶμ, καὶ τῶν υἱῶν Ἰωναδὰβ, τοῖς τε Ἰουδαίοις, τοῖς κατοικοῦσιν ἐν γῇ Αἰγύπτου· καὶ τοῖς καθημένοις ἐν Μαγδάλῳ καὶ ἐπὶ Ταφνᾶς, καὶ ἐν γῇ Παθουρῆς. Πρός τε τὸν Βαροὺχ, ὅτε ἔγραψε τοὺς λόγους τούτους ἐν τῷ βιβλίῳ ἀπὸ στόματος Ἱερεμίου.

Περιέχει δὲ τὸ βιβλίον ἐπὶ τέλους, ὅτι οἱ Ἰουδαῖοι ἐπιβουλεύοντες τῷ προφήτῃ, ἔῤῥιψαν αὐτὸν εἰς λάκκον βορβόρου, καὶ Ἀβδεμέλεχ Αἰθίοψ ἀνήγαγεν αὐτόν.

Διὰ τί Βαροὺχ ἐπιγράφει τὸ βιβλίον; Ἐπειδὴ οὗτος γράψας ἀπὸ στόματος Ἱερεμίου τοὺς ἐν τῷ βιβλίῳ λόγους, ἀνέγνω τοῖς ἐν τῇ Βαβυλῶνι αἰχμαλωτισθεῖσι, παραμυθούμενος αὐτοὺς, καὶ ἐπαγγελλόμενος αὐτοῖς τὴν παρὰ Θεοῦ ἐλπίδα.

Διὰ τί Θρῆνοι ἐπιγράφει τὸ βίβλιον; Ἐπειδὴ τοὺς λόγους τούτους ἐθρήνησεν Ἱερεμίας περὶ τῆς Ἱερουσαλὴμ, ὅτε ἑάλω, καὶ αἰχμαλωτίσθη ὁ λαός.

Διὰ τί Ἐπιστολὴ Ἱερεμίου καλεῖται; Ἐπειδὴ ταύτην ἔγραψεν Ἱερεμίας τοῖς ἐν τῇ αἰχμαλωσίᾳ, κατὰ τῶν εἰδώλων ἀσφαλιζόμενος αὐτοὺς, ἵνα μὴ, βλέποντες αὐτὰ, συναπαχθῶσι τοῖς σεβομένοις αὐτά.