Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Περὶ τῶν προφητῶν

Εὐσέβιος Καισαρείας

Τα προφητικά βιβλία του Ιεζεκιήλ και του Δανιήλ

Συνοπτική αναφορά στον βίο, τα οράματα, τις κρίσεις και τις ερμηνείες των προφητών Ιεζεκιήλ και Δανιήλ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 4 από 4

ἸΕΣΕΚΙΗΛ ΥΙΟΣ ΒΟΥΖΙ ΙΕΡΕΩΣ. Οὗτος ἐν τῇ αἰχμαλωσίᾳ γέγονε μετὰ Ἱερεμίαν καὶ τῷ πέμπτῳ ἔτει τῆς αἰχμαλωσίας Ἰωακεὶμ ἤρξατο προφητεύειν. Λόγος δὲ Κυρίου ἐγένετο πρὸς αὐτόν· καὶ ὅρασιν μὲν ἐξαρχῆς ζώου τετραπροσώπου θαυμαστὴν καὶ ἐκπληκτικωτάτην καὶ δυσερμήνευτον ὁρᾷ. Προφητεύει δὲ ἐπὶ τοὺς προφήτας τοῦ Ἰσραὴλ, καὶ περὶ τοῦ ξύλου τῆς ἀμπέλου, καὶ διήγημα περὶ τοῦ ἀετοῦ, καὶ διαμαρτύρεται τῇ Ἱερουσαλὴμ τὰς ἀνομίας, καὶ τὰς ἁμαρτίας αὐτῆς· περί τε τῆς παραβολῆς, ἧς ἔλεγον, οἱ πατέρες ἔφαγον ὄμφακα, καὶ οἱ ὀδόντες τῶν τέκνων ἐμωδίασαν. Καὶ τοῖς υἱοῖς Ἀμμὼν, καὶ περὶ τῆς Ὀολᾶς, καὶ τῆς Ὀλιβᾶς. Καὶ ἐπὶ Σοὺρ θρῆνον, καὶ ἐπὶ Σιδῶνα, καὶ περὶ ἡμέρας Κυρίου, καὶ τῷ Φαραὼ βασιλεῖ Αἰγύπτου, καὶ θρῆνον ἐπὶ Φαραὼ, καὶ τὴν Αἴγυπτον, καὶ ἐπὶ ὄρος Σηεὶρ, καὶ περὶ τῶν ὀστέων τῶν ἀναζησάντων, καὶ ἐπὶ Γὼγ, καὶ τὴν γῆν τοῦ Μαγώγ· τῷ τε ἄρχοντι Τύρου καὶ θρῆνον κατ᾽ αὐτοῦ, καὶ τοῖς υἱοῖς τοῦ λαοῦ αὐτοῦ, καὶ ἐπὶ τοὺς ποιμένας τοῦ Ἰσραήλ· καὶ τὸ τελευταῖον τὴν οἰκοδομὴν τοῦ ναοῦ, καὶ τῆς Ἱερουσαλὴμ διαγράφων προφητεύει.

Διὰ τί Δανιὴλ καλεῖται; Ἐπειδὴ καὶ αὐτὸς ἐν τῇ αἰχμαλωσίᾳ γεγονὼς, ἕως τοῦ βασιλέως Κύρου τοῦ Πέρσου, τὰ μὲν κατὰ Σουσάνναν κρίνει αὐτὸς, καὶ κατακρίνει τοὺς πρεσβυτέρους ὡς συκοφάντας· τὰ δὲ τοῦ βασιλέως ἐνύπνια αὐτὸς ἀπαγγέλλει τε καὶ ἑρμηνεύει· βλέπει δὲ καὶ ὁράσεις τελείας· περὶ μὲν τῶν βασιλειῶν δύο, περὶ δὲ τῆς τοῦ Σωτῆρος παρουσίας, καὶ καταπαύσεως τῆς Ἱερουσαλὴμ, καὶ τῆς Ἀντιχρίστου παρουσίας δύο. Διηγεῖται δὲ περὶ μαρτυρίου Σεδρὰχ, Μησὰχ, Ἀβδεναγὼ, καὶ τῶν ὕμνων αὐτῶν· καὶ ὅτι αὐτοὶ μὲν διεσώθησαν, οἱ δὲ ὑποκαίοντες κατεφλέχθησαν, καὶ μετέγνω βασιλεύς· καὶ ὅτι αὐτὸς διεβλήθη εἰς τὸν λάκκον τῶν λεόντων· τὸ μὲν πρῶτον, ἐπειδὴ τῶν Βαβυλωνίων προσευχομένων Δαρείῳ τῷ βασιλεῖ, μόνος αὐτὸς Θεῷ προσηύχετο· τὸ δὲ δεύτερον διότι τὸν Βὴλ κατέστρεψε· καὶ τὸν δράκοντα ἀνεῖλεν ἐπὶ Κύρου τοῦ βασιλέως, καὶ αὐτὸς μὲν διεσώθη. Καὶ αὐτὸς ἀπὸ τῶν λεόντων ἀνῆλθεν ἐκ τοῦ λάκκου. Οἱ δὲ ἐπιβουλεύσαντες αὐτῷ ἐβλήθησαν εἰς λάκκον, καὶ εὐθὺς κατεβρώθησαν ὑπ᾽ αὐτῶν.