Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Πρὸς Στέφανον ζητήματα

Εὐσέβιος Καισαρείας

Θεολογική διάκριση των γενών και η μαρτυρία του Ιουλίου Αφρικανού

Ανάλυση των φαινομενικών διαφωνιών ως προς τους προγόνους του Ιωσήφ και παράθεση της μαρτυρίας του Ιουλίου Αφρικανού για την υπεράσπιση της ευαγγελικής αλήθειας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 2 από 5

ϛʹ.

Ὧν οὕτως ἐχόντων, δοκῶ μοι καὶ οὕτως τὸν λογισμὸν ἀποδεδωκέναι, καθ᾽ ὃν ὁ μὲν Ματθαῖος ἀρχόμενος τῆς ἑαυτοῦ γραφῆς, πρὸ τῆς συλλήψεως τῆς Μαρίας, καὶ πρὸ τῆς ἐνσάρκου γενέσεως τοῦ Ἰησοῦ, κατὰ καιρὸν ὡς ἐν ἱστορίᾳ προτάττει τὴν κατὰ σάρκα γενεαλογίαν· διὸ καὶ τὰ γένη κατάγει, κάθοδον ἀπὸ τῶν κρειττόνων αἰνιττόμενος τοῦ δηλουμένου· σαρκούμενος γὰρ ὁ Λόγος τοῦ Θεοῦ κατῄει, ὅτι δὴ ἐν μορφῇ Θεοῦ ὑπάρχων ἐκένωσεν ἑαυτὸν μορφὴν δούλου λαβών· ὁ δὲ Λουκᾶς, εἰ μὲν ὁμοίως τῷ Ματθαίῳ τὴν ἔνσαρκον ἔμελλεν αὐτοῦ παρουσίαν δηλοῦν, πάντως ἂν ἐχρήσατο καὶ αὐτὸς τῇ τοῦ γένους ἱστορίᾳ, κατὰ τὸν τῆς συλλήψεως ἢ τῆς ἀποτέξεως καιρόν· καὶ ἀκολούθως ἀπὸ τῶν πρεσβυτέρων ἀρξάμενος, κατῄει ἐπὶ τοὺς τελευταίους· ἐπεὶ δὲ οὐ κατὰ τὴν αὐτὴν τῷ Ματθαίῳ διάνοιαν ἐξέθετο τὴν διήγησιν, εἰκότως τὸν αὐτὸν ἐκείνῳ καιρὸν ὑπερβὰς, ἐπὶ τὴν ἀναγέννησιν τὴν διὰ λουτροῦ παραγίνεται· καὶ ἐνταῦθα τὴν ἐναντίαν ἐκτίθεται τῶν γενῶν διαδοχὴν, ὁμοῦ καὶ ἀνάγων ἀπὸ τῶν ὑστάτων ἐπὶ τὰ πρῶτα, ὁμοῦ καὶ τὴν μνήμην τῶν παρὰ τῷ Ματθαίῳ ὑπαιτίων καὶ ἁμαρτωλῶν ἀνδρῶν ἀποσειόμενος, ἐπειδήπερ ὁ παρὰ τῷ Θεῷ ἀναγεγεννημένος, ἀλλότριος καθίσταται τῆς ἐνσάρκου γενέσεως καὶ τῶν κατὰ σάρκα ἁμαρτωλῶν πατέρων, Υἱὸς ἀποφαινόμενος Θεοῦ, καὶ πάντων τῶν κατὰ Θεὸν ἀνεπιλήπτως βεβιωκότων· οὕτω καὶ τῷ Ἀβραὰμ εἴρητο· «Σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου·» οὐ τοὺς κατὰ σάρκα, τοὺς δὲ ἐν Θεῷ διὰ τὴν εὐσεβείας ὁμοιοτροπίαν αἰνιττομένου τοῦ λόγου.

ζʹ. Εἰκότως τοιγαροῦν ὁ Λουκᾶς, ἅτε τὴν ἀναγέννησιν ἱστορῶν, οὐ τὴν αὐτὴν ὁδεύει τῷ Ματθαίῳ· οὔτ᾽ οὖν τοῦ Σολομῶνος καὶ τῆς Οὐρίου. οὐ τῆς Θάμαρ, οὐ τῆς Ῥοὺθ, οὐ τοῦ Ἰεχονίου καὶ τῶν μεταξὺ διαβεβλημένων ἀνδρῶν τὴν παράθεσιν πεποίηται, ἀλλὰ δι᾽ ἑτέρων ἀνεπιλήπτων ἄνεισι, καὶ δὲ καὶ ἐκ τοῦ προφήτου Νάθαν τὸν ἀναγεγεννημένον εἰσάγει. Καὶ ὁ μὲν παρὰ τῷ Ματθαίῳ κατὰ σάρκα γεγεννημένος, υἱὸς ἦν Ἀβραὰμ, ἐντεῦθεν γενεαλογούμενος, ἐπειδήπερ τῷ Ἀβραὰμ πρώτῳ ἡ ἐπαγγελία δέδοτο τῆς τῶν ἐθνῶν εὐλογίας, οὐκ ἄλλως ἢ διὰ τοῦ ἐκ σπέρματος αὐτοῦ προελευσομένου γενησομένη. Ὁ δὲ ἐν Θεῷ ἀναγεγεννημένος, ἑτέρους πατέρας τοὺς κατὰ Θεὸν ἐπιγραψάμενος, οὐδ᾽ αὐτοὺς ἀληθῶς ἐσχηκὼς, ἀλλ᾽ ὡς ἐνομίζετο διὰ τὴν τῶν ἠθῶν ὁμοιοτροπίαν, ἄνεισιν ἐπὶ τὸν ἀληθῆ Πατέρα μετὰ πάντας χρηματίσας Υἱὸς τοῦ Θεοῦ· ἀλλ᾽ οὗτος μὲν ἐν ἀποῤῥήτοις ἡμῖν ἀποδόσθω ὁ λόγος. Ἵνα δὲ μή τις ἡμᾶς εὑρεσιλογεῖν ὑπολάβοι, καὶ ἱστορίᾳ χρήσομαι παλαιοτάτῃ παρ᾽ ἧς ἔστι τὴν λύσιν εὑρεῖν τῆς νενομισμένης παρ᾽ ἀμφοτέροις τοῖς εὐαγγελισταῖς διαφωνίας. Τῆς δὲ ἱστορίας γέγονε συγγραφεὺς Ἀφρικανὸς, ἀνὴρ λόγιος καὶ τοῖς ἀπὸ τῆς ἔξωθεν παιδείας ὁρμωμένοις ἐπιφανής· οὗ πρὸς ἄλλοις πολλοῖς καὶ καλοῖς λόγοις, καὶ ἐπιστολὴ φέρεται πρὸς Ἀριστείδην περὶ τῆς νενομισμένης τῶν εὐαγγελιστῶν περὶ τὴν Χριστοῦ γενεαλογίαν διαφωνίας· ἔχει δ᾽ οὕτως.

ΑΦΡΙΚΑΝΟΥ. ηʹ. Οὐκ ἀκριβῶς μέντοι τινὲς λέγουσιν, ὅτι δικαίως γέγονεν ἡ διάφορος αὕτη τῶν ὀνομάτων καταρίθμησίς τε καὶ ἐπιμιξία, τῶν τε ἱερατικῶν, ὡς οἴονται, καὶ τῶν βασιλικῶν, ἵνα δειχθῇ δικαίως ὁ Χριστὸς ἱερεύς τε καὶ βασιλεὺς γενόμενος· ὥσπερ τινὸς ἀπειθοῦντος ἢ ἑτέραν ἐσχηκότος ἐλπίδα, ὅτι ὁ Χριστὸς ἀρχιερεύς ἐστι Πατρὸς, τὰς ἡμετέρας πρὸς αὐτὸν εὐχὰς ἀναφέρων, καὶ βασιλεὺς ὑπερκόσμιος, οὓς ἠλευθέρωσε νέμων τῷ Πνεύματι, συνεργὸς εἰς τὴν διακόσμησιν τῶν ὅλων γενόμενος. Καὶ τοῦτο ἡμῖν προσήγγειλεν οὐχ ὁ κατάλογος τῶν φυλῶν, οὐχ ἡ μίξις τῶν ἀναγράπτων γενῶν, ἀλλὰ πατριάρχαι καὶ προφῆται. Μὴ οὖν κατίωμεν εἰς τοσαύτην θεοσεβείας σμικρολογίαν, ἵνα τῇ ἐναλλαγῇ τῶν ὀνομάτων, τὴν Χριστοῦ βασιλείαν καὶ ἱερωσύνην συνιστῶμεν· ἐπεὶ τῇ Ἰούδα φυλῇ τῇ βασιλικῇ, ἡ τοῦ Λευὶ φυλὴ ἱερατικὴ συνεζύγη, τοῦ Ναασσὼν ἀδελφὴν τὴν Ἐλισάβετ Ἀαρὼν ἀξαμένου, καὶ πάλιν Ἐλεάζαρ τὴν θυγατέρα Φατιὴλ, καὶ ἐνθένδε παιδοποιησαμένων. Ἐψεύσαντο οὖν οἱ εὐαγγελισταὶ, συνιστάντες οὐκ ἀλήθειαν, ἀλλ᾽ εἰκαζόμενον ἔπαινον· καὶ διὰ τοῦτο ὁ μὲν διὰ Σολομῶνος ἀπὸ Δαυῒδ ἐγενεαλόγησεν τὸν Ἰακὼβ τὸν τοῦ Ἰωσὴφ πατέρα· ὁ δὲ Νάθαν τοῦ Δαυῒδ, τὸν Ἡλεὶ τὸν τοῦ Ἰωσὴφ ὁμοίως ἄλλων πατέρα· καίτοι ἀγνοεῖν αὐτοὺς οὐκ ἐχρῆν, ὡς ἑκατέρα τῶν κατηριθμημένων τάξις, τὸ τοῦ Δαυΐδ ἐστι γένος, ἡ τοῦ Ἰούδα φυλὴ βασιλική.

Εἰ γὰρ προφήτης ὁ Νάθαν, ἀλλ᾽ οὖν καὶ Σολομὼν, ὅ τε τούτων πατὴρ ἑκατέρου· ἐκ πολλῶν δὲ φυλῶν ἐγίνοντο προφῆται, ἱερεῖς δὲ ἐξ οὐδεμιᾶς τῶν δώδεκα φυλῶν, μόνοι δὲ Λευῖται. Μάτην αὐτοῖς ἄρα πέπλασται τὸ ἐψευσμένον· μηδὲ κρατοίη τοιοῦτος ὁ λόγος ἐν Ἐκκλησίᾳ Χριστοῦ [κατὰ] ἀκριβοῦς ἀληθείας, ὅτι ψεῦδος σύγκειται εἰς αἶνον καὶ δοξολογίαν Χριστοῦ· τίς γὰρ οὐκ οἶδε κἀκεῖνον τὸν ἱερώτατον τοῦ Ἀποστόλου λόγον κηρύσσοντος καὶ διαγγέλλοντος τὴν ἀνάστασιν τοῦ Σωτῆρος ἡμῶν, καὶ διϊσχυριζομένου τὴν ἀλήθειαν, μεγάλῳ φόβῳ λέγοντος, ὅτι εἰ Χριστὸν λέγουσί τινες μὴ ἐγηγέρθαι, ἡμεῖς δὲ τοῦτο καὶ φαμὲν καὶ πεπιστεύκαμεν, καὶ αὐτὸ καὶ ἐλπίζομεν καὶ κηρύσσομεν, καταψευδομαρτυροῦμεν τοῦ Θεοῦ, ὅτι ἤγειρε τὸν Χριστὸν ὃν οὐκ ἤγειρεν· εἰ δὲ οὕτως ὁ δοξολογῶν Θεὸν Πατέρα, δέδοικε μὴ ψευδολόγος δοκοίη, ἔργον παράδοξον διηγούμενος, πῶς οὐκ ἂν δικαίως φοβηθείη, ὅτι διὰ ψευδολογίας ἀληθείας σύστασιν ποριζόμενος, δόξαν οὐκ ἀληθῆ συντιθείς; Εἰ γὰρ τὰ γένη διάφορα, καὶ μηδὲν καταφέρει γνήσιον σπέρμα ἐπὶ τὸν Ἰωσὴφ, εἴρηται δὲ μόνον εἰς σύστασιν τοῦ γεννηθησομένου, ὅτι βασιλεὺς καὶ ἱερεὺς ἔσται ὁ ἐσόμενος, ἀποδείξεως μὴ προσούσης, ἀλλὰ τῆς τῶν λόγων σεμνότητος εἰς ὕμνον ἀδρανῆ φερομένης, δῆλον ὡς τοῦ Θεοῦ μὲν ὁ ἔπαινος οὐχ ἅπτεται, ψεῦδος ὤν· κρίσις δὲ τῷ εἰρηκότι, τὸ οὐκ ὂν, ὡς ὂν κομπάσαντι.