Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Πρὸς Στέφανον ζητήματα

Εὐσέβιος Καισαρείας

Συγκριτική θεώρηση των γενεαλογιών του Ματθαίου και του Λουκά

Εξέταση της δομής, της κατεύθυνσης και της θέσης των γενεαλογιών στα δύο Ευαγγέλια, καθώς και η θεολογική σημασία της ιστορικής τους τοποθέτησης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 1 από 5

αʹ. Περὶ δὲ τοῦ τὸν Ματθαῖον ἄνωθεν κατάγειν τὰς διαδοχὰς, τὸν δὲ Λουκᾶν ἀνάπαλιν πεποιηκέναι, μίαν καὶ τὴν αὐτὴν ὁδὸν πορευθέντας, οὐδὲν ἐπιμέμφεσθαι δεῖ· ἐπεὶ καὶ τοὺς ἀνάντη καὶ ὄρθιον πορείαν ἀνιόντας, καὶ τοὺς ἔμπαλιν διὰ τῆς αὐτῆς κατιόντας, οὐκ ἄν τις ἑτέραν φαίη βαδίζειν, μιᾶς ἀμφοτέροις κειμένης τοῖς τε ἀνιοῦσι καὶ τοῖς κατιοῦσι τρίβου. Τὸν αὐτὸν γοῦν τρόπον καὶ ἐπὶ τῆς τῶν γενῶν διαδοχῆς πάρεστιν, ὅτῳ φίλον ἐπ᾽ ἐξουσίας διὰ τῶν αὐτῶν, τοῖς μὲν κάτωθεν ἐπὶ τοὺς πρόσω ἀνιέναι, τοῖς δὲ ἀπὸ τῶν ἄνωθεν προπατόρων ἀρξαμένοις, ἐπὶ τοὺς ὑστάτους καταλήγειν· οὗτος δὲ καὶ πόῤῥωθεν Ἑβραίοις φίλος ἦν ὁ τρόπος, etc., ut in impressa a nobis epitome, col. 891, lin. 4 a fine, usque ad τοῦ Σωτῆρος ἡμῶν εὐαγγελιστάς, col. 893, lin. 37. Εἰ δ᾽ ὅτι μὴ μέχρι τοῦ Ἀβραὰμ καὶ ὁ Λουκᾶς ἀνιὼν ἔστη, μηδὲ ὁ Ματθαῖος ἀπὸ τοῦ Ἀδὰμ ἤρξατο ἐφ᾽ ὃν κατέληξεν ὁ Λουκᾶς, διαφωνεῖν τις αὐτοὺς λέγοι, οὐκ ὀρθῶς οἴεται· ἑκάτερος γὰρ αὐτῶν οἰκείῳ λογισμῷ τὴν ἔκθεσιν πεποίηται τῆς γραφῆς, ὁ μὲν ἐκ τοῦ Ἀβραὰμ ἀρξάμενος, ὁ δὲ καὶ τὸν Ἀβραὰμ ὑπερβὰς, ἐπί τε τὸν πρῶτον ἄνθρωπον ἀνελθών· καὶ μηδὲ μέχρι τούτου στὰς, τὸν πάντα δὲ λόγον ἐπὶ τὸν Θεὸν ἀναρτήσας· ποία γὰρ ἐν τούτοις μάχη;

Εἰ τῷ μὲν χρήσιμος ἐφάνη ἡ ἀπὸ τοῦ Ἀβραὰμ καὶ ἐπὶ τοὺς ἑξῆς γενεαλογία, διὰ τὴν οἰκονομίαν τοῦ παρ᾽ αὐτῷ λόγου, ὁ δὲ διὰ τὸ τῆς ἐν Χριστῷ παλιγγενεσίας μυστήριον, ἀναβιβάζει τὸν διὰ λουτροῦ γεγεννημένον, ἐπέκεινα ἁπάσης γενέσεως· τήρει γὰρ ὅτι δι᾽ ὅλου τοῦ λόγου σεσιώπηκε τὸ τῆς γενέσεως ὄνομα, ἄγει τε αὐτὸν ἀνάγων, καὶ ἵστησιν οὐκ ἐπί τινα ἀνθρώπων, ἀλλ᾽ ἐπὶ τὸν πάντων Θεὸν, μονονουχὶ προσάγων, ἅτε δὴ Υἱὸν γενόμενον τῷ Πατρί.

βʹ. Ἵνα οὖν καὶ τοῦτο εἰρηκότος τὴν ἀμαθίαν ἐλέγξωμεν, παύσωμεν δὲ τοῦ μηδένα ὑπ᾽ ἀγνοίας ὁμοίας σκανδαλισθῆναι, τὴν ἀληθῆ τῶν γεγονότων ἱστορίαν ἐκθήσομαι· πρότερον δὲ τὴν προταθεῖσαν ἡμῖν πρότασιν καιρός ἐστι ἐπισκέψασθαι· ὁ μὲν Ματθαῖος ἀπὸ τοῦ Ἀβραὰμ ἐπὶ τὸν Δαυῒδ, καὶ οὕτως ἐπὶ τὸν Σολομῶνα καὶ τοὺς τούτου διαδόχους μέχρι τοῦ Ἰακὼβ, ἐξ οὗ Ἰωσὴφ ὁ τοῦ Χριστοῦ χρηματίσας πατὴρ, κάτεισιν· ὁ δὲ Λουκᾶς τὸν Ἰωσὴφ οὐκ ἀπὸ τοῦ Ἰακὼβ εἶναί φησιν ὡς Ματθαῖος, ἀλλ᾽ ἀπὸ τοῦ Ἡλεί· εἶτα ἀπὸ τοῦ Ἡλεὶ ἀνιὼν ἐφ᾽ ἑτέρους χωρεῖ, ὧν οὐδὲ ὅλος ἐμνημόνευσεν ὁ Ματθαῖος· καὶ οὕτως πλαγίαν τινὰ δραμὼν, ἔρχεται οὐκ ἐπὶ τὸν Σολομῶνα τὸν τοῦ Δαυῒδ, ἀλλ᾽ ἐπὶ Νάθαν τὸν καὶ αὐτὸν τοῦ Δαυΐδ· ὀφείλων, εἰ δὴ περὶ τῆς αὐτῆς γενεαλογίας ὁ λόγος ἦν αὐτοῖς, διὰ τῶν αὐτῶν τῷ Ματθαίῳ ἀνελθεῖν, ἢ τὸν Ματθαῖον δι᾽ ὧν ὁ Λουκᾶς χωρῆσαι ὀνομάτων· εἰ δὲ οὕτως οὐ συνηνέχθησαν ἀλλήλοις, ὡς τὸν ἕνα εἰπεῖν τοῦ Ἰακὼβ τὸν Ἰωσὴφ εἶναι υἱὸν καὶ Σολομῶνος υἱοῦ Δαυΐδ· τὸν δὲ ἕτερον, μὴ τοῦ Ἰακὼβ, ἀλλὰ τοῦ Ἡλεὶ καὶ Νάθαν υἱοῦ Δαυΐδ· δι᾽ ὧν ἐοίκασι πολλὴν διαφωνίαν πρὸς ἀλλήλους περιέχειν. —Τί δὴ οὖν εἰς τὸ προταθὲν τοῦτο πρόβλημα εἴποι ἄν τις; φέρε τῆς ψυχῆς διανοίξαντες τὸ ὄμμα, ἀτενῶς ταῖς λέξεσιν αὐτοῖς ἐπερείσωμεν τὴν διάνοιαν, ἴδωμέν τε τί φησιν ὁ Λουκᾶς. «

Καὶ αὐτὸς ὁ Ἰησοῦς ἦν ἀρχόμενος ὡσεὶ ἐτῶν τριάκοντα ὢν υἱὸς ὡς ἐνομίζετο τοῦ Ἰωσὴφ, τοῦ Ἡλεὶ, τοῦ Μελχί·» ἀλλ᾽ οὐχ ὅ γε Ματθαῖος ἐχρήσατο τῇ ὡς ἐνομίζετο φωνῇ, etc., ut in epitome, col. 896, lin. 4, usque ad αὕτη μὲν οὖν ἡ πρώτη ἀπόδοσις.

γʹ. Εἴη δ᾽ ἄν τις καὶ ἄλλος βαθὺς καὶ ἀπόῤῥητος ἐν τοῖς προκειμένοις λόγος. Ματθαῖος μὲν γὰρ ὁμολογουμένως τὴν ἔνσαρκον γένεσιν ἱστορῶν τοῦ Χριστοῦ, καὶ τὸν Ἰωσὴφ ἀποδεῖξαι βουλόμενος ἀληθῶς ἐκ Δαυῒδ, ὅθεν ἐχρῆν τῇ εἰσβολῇ κέχρηται τοῦ λόγου, φήσας, Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, καὶ τὰ ἑξῆς· ἀκολούθως τε τὴν ὅλην ἑξῆς ἱστορίαν τίθησι μετὰ τὸν τῶν προπατόρων κατάλογον, τοὺς Μάγους, τὴν Ἡρώδου μανίαν, τὴν εἰς Αἴγυπτον Ἰησοῦ φυγὴν, τὴν ἐκεῖθεν ἐπάνοδον, τὸν Ἀρχέλαον· καὶ ὡς μετὰ ταῦτα ἤδη λοιπὸν εἰς ἄνδρας Ἰωάννης προβὰς μετὰ τριακοστὸν ἔτος τῆς Ἰησοῦ γενέσεως, ἐπὶ τῆς ἐρήμου κηρύσσει βάπτισμα μετανοίας, πάρεισί τε μετὰ τῶν ἄλλων καὶ ὁ Ἰησοῦς ἐν τῷ Ἰορδάνῃ βαπτισθησόμενος ὑπὸ τοῦ Ἰωάννου· καὶ δὴ συνόρα ἐν τούτοις ὕφος καὶ ἀκολουθίαν ἱστορικῆς διηγήσεως ἣν ὁ Ματθαῖος ἐκτίθεται, Σύρος ἀνὴρ, τελώνης τὸν βίον, τὴν φωνὴν Ἑβραῖος.

δʹ. Ὁ δὲ Λουκᾶς τὸ μὲν γένος ἀπὸ τῆς βοωμένης Ἀντιοχείας ἦν, ἐν ᾗ δὴ οἱ πάντες λογιώτατοι τοὺς Ἴωνας προγόνους αὐχοῦσιν· οὐ μὴν ἀλλὰ πρὸς τῷ κατὰ φύσιν Ἑλληνικῷ τῶν ἀνδρῶν, ἐπήγετό τι πλέον ὁ Λουκᾶς ἐν λόγοις, ἅτε ἰατρικῆς ἔμπειρος ὢν ἐπιστήμης. Ὅμως δὴ ὁ τοιοῦτος τῆς τοῦ κατ᾽ αὐτὸν Εὐαγγελίου γραφῆς ἀρχόμενος, τὰ μὲν κατὰ τὸν Ζαχαρίαν καὶ τὴν Ἐλισάβετ ἱστορεῖ πρῶτα. Εἶτα τὴν πρὸς τὴν Μαρίαν τοῦ Γαβριὴλ ἐπιφάνειαν ἐπισυνάψας, τὰς παραδόξους γενέσεις ἑξῆς τίθησιν, οὐδεμιᾶς μνησθεὶς γενεαλογίας τοῦ Ἰωσήφ· ἔπειτα δωδέκατον ἔτος ἀναγράφων τοῦ Ἰησοῦ, οὔπω καὶ νῦν γενεαλογίας μνημονεύει. Μετὰ δὲ τοὺς Αὐγούστου χρόνους, Τιβερίου διαδεξαμένου τὴν Ῥωμαίων ἡγεμονίαν, κατὰ τὸ πεντεκαιδέκατον αὐτοῦ ἔτος, φησὶ τὸν Ἰωάννην ἐπὶ τῆς ἐρήμου κηρῦξαι μετανοίας βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν· διδασκαλίας τε αὐτοῦ τίθησι, καὶ ἐπὶ τούτοις ἅπασιν, Ἰησοῦ, φησὶ, βαπτισθέντος καὶ προσευξαμένου ἐγένετο ἀνοιγῆναι τὸν οὐρανὸν, καὶ καταβῆναι τὸ Πνεῦμα ὡσεὶ περιστερὰν, καὶ φωνὴν ἐκεῖθεν ἐνεχθῆναι· «Σὺ εἶ ὁ Υἱός μου ὁ ἀγαπητὸς ἐν ᾧ εὐδόκησα.» Ἔνθα γενόμενος, ὥσπερ ἐξ ὕπνου διανήψας, τῆς γενεαλογίας ἀκαίρως, ὡς ἂν οἰηθείη τις, μνημονεύει λέγων, «Καὶ αὐτὸς ἦν ἀρχόμενος ὁ Ἰησοῦς ὡς ἐτῶν τριάκοντα, ὢν υἱὸς ὡς ἐνομίζετο τοῦ Ἰωσὴφ, τοῦ Ἡλεὶ, τοῦ Μελχὶ,» καὶ τῶν λοιπῶν.

εʹ. Τίς τοιγαροῦν ἐν τούτοις οὐκ ἂν ἀπορήσειεν; εἰ Ματθαῖος μὲν λόγου σύνταξιν ἐπιστημόνως φαίνεται πεποιημένος, κατὰ καιρόν τε χρησάμενος τῇ γενεαλογίᾳ, Λουκᾶς δὲ εἰς τοσοῦτον ἤλαυνεν ἀπορίας, ὡς ὅτε μὲν ἐχρῆν κατὰ χώραν τὴν γενεαλογίαν ἐντάξαι, τηνικαῦτα παραλιπεῖν αὐτὴν, ἱστορίαν τε τοσαύτην ἐκθέμενον τὴν ἀπὸ τῆς γενέσεως τοῦ Χριστοῦ μέχρι τριάκοντα ἐτῶν, μηδένα καιρὸν ἐπιτήδειον συνιδεῖν τῆς κατ᾽ αὐτὸν γενεαλογίας· νῦν δὲ ὅτε τριακονταέτης γεγονὼς πάρεισιν ἐπὶ τὸ Ἰωάννου βάπτισμα, παρὰ πάντα λόγον καὶ παρὰ καιρὸν, ὥσπερ τινὰ παρενθήκην εἰσάγει τῆς γραφῆς τὴν γενεαλογίαν. Ἀλλ᾽ εἴ τίς γε αὐτῷ τοιαῦτα ἐμέμψατο, οὐκ ἂν ἠπόρησεν ἀποκρίσεως ὁ θεῖος εὐαγγελιστής· εἶπε δ᾽ ἂν ὡς εἰκὸς θεῖά τινα καὶ σοφὰ καὶ τοῦ ἐν αὐτῷ θείου Πνεύματος ἐπάξια. Ἐγὼ δὲ ἡγοῦμαι αὐτὸν καὶ τὴν κατὰ σάρκα γένεσιν τοῦ Ἰησοῦ γενεαλογεῖν ἐθέλοντα, νῦν τοῦτο πεποιηκέναι· τοῦτο γὰρ εἰ κατὰ γνώμην ἔπραττεν, οὐκ ἠγνόει, ὅτε ἐχρῆν ταύτην ἐκθέσθαι.

Ἐπειδὴ δὲ νῦν τῆς διὰ λουτροῦ ἀναγεννήσεως μέμνηται, Υἱὸν αὐτὸν εἰσάγων Θεοῦ, βούλεται ὡς ἐν ὑποδείγματι παραστῆσαι ὅτι δὴ πᾶς ὁ ἐν Θεῷ ἀναγεννώμενος, κἂν ἀληθῶς υἱὸς ἀνθρώπων εἶναι νομίζοιτο δι᾽ ἣν περίκειται σάρκα, ἀλλ᾽ οὐχ ἵσταταί γε αὐτῷ τὰ τῆς γενέσεως εἰς τοὺς κατὰ σάρκα γονεῖς, οὐδὲ μέχρι τῶν τοῦ σώματος προπατόρων φθάνει· ἀλλ᾽ εἰ καὶ νομίζοιτο ἀνθρώπων εἶναι υἱὸς διὰ τὴν τοῦ σώματος γένεσιν, ὅμως δ᾽ οὖν οὐκ ἀλλότριος τῆς τοῦ Θεοῦ υἱοθεσίας καθέστηκε. Διὸ ἡγοῦμαι αὐτὸν κατὰ καιρὸν καὶ τῇ γενεαλογίᾳ κεχρῆσθαι, καὶ τῇ προσθήκῃ τῆς ὡς ἐνομίζετο φωνῆς. Καὶ γὰρ ἀκόλουθον ἦν, τῆς ἐξ οὐρανῶν μαρτυρίας φησάσης πρὸς τὸν Ἰησοῦν, Σὺ ὁ υἱός μου ὁ ἀγαπητὸς, ἐν σοὶ εὐδόκησα, μηκέτι καὶ ἀνθρώπων ὁμοίως αὐτὸν ἀναγορεῦσαι υἱὸν, μετὰ δὲ τῆς ὡς ἐνομίζετο προσθήκης· Θεοῦ μὲν γὰρ ἀνεκηρύχθη υἱὸς εἶναι φύσει, ἀλλ᾽ οὐχ ὡς ἐνομίζετο· τοῦ δὲ Ἰωσὴφ ἐνομίζετο, ἀλλ᾽ οὐ φύσει υἱὸς ἦν.