Εἰ γὰρ προφήτης ὁ Νάθαν, ἀλλ᾽ οὖν καὶ Σολομὼν, ὅ τε τούτων πατὴρ ἑκατέρου· ἐκ πολλῶν δὲ φυλῶν ἐγίνοντο προφῆται, ἱερεῖς δὲ ἐξ οὐδεμιᾶς τῶν δώδεκα φυλῶν, μόνοι δὲ Λευῖται. Μάτην αὐτοῖς ἄρα πέπλασται τὸ ἐψευσμένον· μηδὲ κρατοίη τοιοῦτος ὁ λόγος ἐν Ἐκκλησίᾳ Χριστοῦ [κατὰ] ἀκριβοῦς ἀληθείας, ὅτι ψεῦδος σύγκειται εἰς αἶνον καὶ δοξολογίαν Χριστοῦ· τίς γὰρ οὐκ οἶδε κἀκεῖνον τὸν ἱερώτατον τοῦ Ἀποστόλου λόγον κηρύσσοντος καὶ διαγγέλλοντος τὴν ἀνάστασιν τοῦ Σωτῆρος ἡμῶν, καὶ διϊσχυριζομένου τὴν ἀλήθειαν, μεγάλῳ φόβῳ λέγοντος, ὅτι εἰ Χριστὸν λέγουσί τινες μὴ ἐγηγέρθαι, ἡμεῖς δὲ τοῦτο καὶ φαμὲν καὶ πεπιστεύκαμεν, καὶ αὐτὸ καὶ ἐλπίζομεν καὶ κηρύσσομεν, καταψευδομαρτυροῦμεν τοῦ Θεοῦ, ὅτι ἤγειρε τὸν Χριστὸν ὃν οὐκ ἤγειρεν· εἰ δὲ οὕτως ὁ δοξολογῶν Θεὸν Πατέρα, δέδοικε μὴ ψευδολόγος δοκοίη, ἔργον παράδοξον διηγούμενος, πῶς οὐκ ἂν δικαίως φοβηθείη, ὅτι διὰ ψευδολογίας ἀληθείας σύστασιν ποριζόμενος, δόξαν οὐκ ἀληθῆ συντιθείς; Εἰ γὰρ τὰ γένη διάφορα, καὶ μηδὲν καταφέρει γνήσιον σπέρμα ἐπὶ τὸν Ἰωσὴφ, εἴρηται δὲ μόνον εἰς σύστασιν τοῦ γεννηθησομένου, ὅτι βασιλεὺς καὶ ἱερεὺς ἔσται ὁ ἐσόμενος, ἀποδείξεως μὴ προσούσης, ἀλλὰ τῆς τῶν λόγων σεμνότητος εἰς ὕμνον ἀδρανῆ φερομένης, δῆλον ὡς τοῦ Θεοῦ μὲν ὁ ἔπαινος οὐχ ἅπτεται, ψεῦδος ὤν· κρίσις δὲ τῷ εἰρηκότι, τὸ οὐκ ὂν, ὡς ὂν κομπάσαντι.