Ἔργον
Εὐσέβιος Καισαρείας – Πρὸς Στέφανον ζητήματα
Οι μεσσιανικές προφητείες και η εκπλήρωσή τους στον Χριστό
Παράθεση γραφικών μαρτυριών για την υπόσχεση του δαβιδικού θρόνου και η σύνδεσή τους με την αρχή της γενεαλογίας του Ματθαίου.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Οι μεσσιανικές προφητείες και η εκπλήρωσή τους στον Χριστό
Παράθεση γραφικών μαρτυριών για την υπόσχεση του δαβιδικού θρόνου και η σύνδεσή τους με την αρχή της γενεαλογίας του Ματθαίου.
θʹ. Τὸν Δαυῒδ πρὸ τῶν ἄλλων καὶ Ματθαῖος ἔταξεν ἐν τῇ κατ᾽ αὐτὸν γενεαλογίᾳ, ἐπειδὴ καὶ πρώτῳ καὶ μόνῳ τῷ Δαυῒδ μεθ᾽ ὅρκου διαβεβαιώσεως ἐξ αὐτοῦ κατὰ σάρκα φῦναι ὁ Χριστὸς ἐθεσπίζετο· γέγραπται γοῦν· «Ὤμοσε Κύριος τῷ Δαυῒδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσῃ αὐτήν· ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου.» Καὶ πάλιν· «Ὤμοσα Δαυῒδ τῷ δούλῳ μου, ἕως τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου.» Καὶ ἐν Παραλειπομένοις· «Καὶ ἔσται ὅταν πληρωθῶσιν αἱ ἡμέραι σου, καὶ κοιμηθήσῃ μετὰ τῶν πατέρων σου, καὶ ἀναστήσω τὸ σπέρμα σου μετὰ σὲ, ὃς ἔσται ἐκ τῆς κοιλίας σου, καὶ ἑτοιμάσω τὴν βασιλείαν αὐτοῦ· αὐτὸς οἰκοδομήσει μοι οἶκον· καὶ ἀνορθώσω τὸν θρόνον αὐτοῦ ἕως εἰς τὸν αἰῶνα· ἐγὼ ἔσομαι αὐτῷ εἰς Πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν.» Τὰ ὅμοια τούτοις καὶ ἐν τῇ δευτέρᾳ τῶν Βασιλειῶν φέρεται· ἀλλ᾽ ἐκεῖνα μὲν κἂν ἑλκυσθείη ἐπὶ τὸν Σολομῶνα, τὰ δ᾽ ἐν χερσὶν ὅτι μηδεμίαν ἔχει κοινότητα πρὸς Σολομῶνα, ὧδ᾽ ἄν τις καταμάθοι. Μετὰ τὴν Σολομῶνος τελευτὴν, πολλοῖς ὕστερον χρόνοις προφητεύων Ἡσαΐας, τοιάδε περὶ τοῦ γενησομένου ἐκ σπέρματος Δαυῒδ προκηρύττει· «Ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί· (πατὴρ δὲ ἦν οὗτος τοῦ Δαυῒδ) καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται· καὶ ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπ᾽ αὐτῷ ἔθνη ἐλπιοῦσι.»
Καὶ περὶ τοῦ ἐπηγγελμένου δὲ τῷ Δαυῒδ θρόνου ὧδε θεσπίζει· «Παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ· καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς Ἄγγελος· μεγάλη ἡ ἀρχὴ αὐτοῦ, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον· ἐπὶ τὸν θρόνον Δαυῒδ καὶ τὴν βασιλείαν αὐτοῦ, κατορθῶσαι αὐτήν.» Διὰ δὲ τῶν ἐκτεθέντων εἴρηται μὲν ὅτι ἐκ τῆς ῥίζης Ἰεσσαὶ καὶ τοῦ Δαβὶδ ἀναστήσεταί τις οὐ τοῦ Ἰσραὴλ ἄρχειν, ἀλλὰ τῶν ἐθνῶν· εἴρηται δὲ ὅτι γεννηθήσεται παιδίον, καὶ ὀνομασθήσεται Υἱὸς, ξένοις ὀνόμασι καὶ τὴν ἀνθρώπων φύσιν ὑπεραίρουσι κεκοσμημένος, ὅτι τε ὁ τοιοῦτος τὸν θρόνον Δαβὶδ ἀναλήψεται, καὶ τὴν βασιλείαν αὐτοῦ κατορθῶσαι αὐτήν.
ιʹ. Ταῦτα δὲ ὅτι μετὰ Σολομῶνα περὶ ἑτέρου τινὸς μέλλοντος ἥξειν προανεφωνεῖτο, παντί τῳ δῆλον. Καὶ ἄλλως δὲ τὰ πρὸς τὸν Δαβὶδ ἐκτεθέντα λόγια οὐκ ἂν ἐφαρμόσαιεν Σολομῶνι, ἀκριβοῦς ἐξετάσεως τυγχάνοντα· σαφῶς γὰρ ὁ χρησμὸς δηλοῖ, ὅτι μετὰ τὸν θάνατον τοῦ Δαβὶδ ἀναστήσεται ὁ θεσπιζόμενος. Σολομὼν δὲ, ζῶντος ἔτι τοῦ Δαβὶδ, νεύματι αὐτοῦ καὶ γνώμῃ διάδοχος τῆς βασιλείας· λέγεται γοῦν ἐπὶ μόνοις ἔτεσι τεσσαράκοντα βασιλεῦσαι ἐπὶ τὸν Ἰσραήλ· πῶς οὖν εἰς αὐτὸν ἐπιφέροιτο τὸ, «Ἀνορθῶσαι τὸν θρόνον αὐτοῦ εἰς τὸν αἰῶνα;» Ἀλλ᾽ εἰ λέγοι τις περὶ τῆς ἐξ αὐτοῦ διαδοχῆς εἰρῆσθαι αὐτὰ, οὐκ ἀγνοητέον ὅτι μέχρις Ἰεχονίου καὶ τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας ἡ ἀπὸ Δαβὶδ καὶ Σολομῶνος διαδοχὴ τῆς βασιλείας διήρκεσε, μηδενὸς μετὰ τὸν Ἰεχονίαν ἐπὶ τὸν θρόνον τῆς βασιλείας τοῦ Δαβὶδ καταστάντος. Πῶς δ᾽ ἂν τῷ φιλογυναίῳ, καὶ οὗ οὐκ ἦν ἡ καρδία τελεία μετὰ Κυρίου Θεοῦ αὐτοῦ, ἐφαρμόσῃς τὰ τοῦ ὅρκου, καὶ τό· «Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν;»
Ἀλλὰ γὰρ ἄντικρυς Σολομῶνος μὲν ἀλλότρια ταῦτα· ἀνάγοιντο δ᾽ ἂν ἐπὶ Χριστὸν, ὃς ἐκ σπέρματος Δαβὶδ ἀναστὰς, οἶκον τῷ Θεῷ οὐκ ἐξ ἀψύχων λίθων, οὐδ᾽ ἐν γωνίᾳ καὶ μέρει γῆς, ἀλλὰ καθ᾽ ὅλης τῆς οἰκουμένης καὶ ἐν πᾶσι τοῖς ἔθνεσιν ἐκ ζώντων καὶ νοερῶν λίθων συνεστήσατο τὴν θεοπρεπῆ αὐτοῦ Ἐκκλησίαν· ᾧ καὶ μόνῳ τὸ, «Αὐτὸς ἔσται μοι εἰς υἱὸν» ἀναφωνούμενον ἁρμόσει· ἐπεὶ καὶ ἐν ἑτέραις Γραφαῖς Υἱὸς ἀναγορεύεται τοῦ Θεοῦ· ἐν τῇ φασκούσῃ, «Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε·» καὶ ἐν τῇ λεγούσῃ, «Κύριος εἶπε πρός με, Υἱός μου εἶ σύ·» πάλιν ἐν ᾗ λέλεκται, «Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με.» Τούτοις γοῦν συνᾴδει καὶ ἡ ἐξ οὐρανῶν ἐπ᾽ αὐτὸν ἐνεχθεῖσα φωνὴ, «Σὺ εἶ ὁ Υἱός μου ὁ ἀγαπητὸς,» φήσασα· καὶ τὰ ἐν ἑβδομηκοστῷ δὲ πρώτῳ ψαλμῷ περιεχόμενα, τὸ «Συμπαραμενεῖ τῷ ἡλίῳ,» καὶ τὸ, «Πάντα τὰ ἔθνη μακαριοῦσιν αὐτὸν,» ἄντικρυς τοῖς περὶ τοῦ Σωτῆρος ἡμῶν θεολογουμένοις συντρέχοι ἄν. Ὅτι δὲ ταῦθ᾽ οὕτως ἔχει, ἀναμφίλεκτος ἡ ἀπὸ τοῦ Ἡσαΐου σύστασις, ὃς μετὰ τὸν Σολομῶνος θάνατον καὶ μετὰ πλείστας ἄλλας τοῦ γένους διαδοχὰς, ἐκ ῥίζης Ἰεσσαὶ καὶ Δαβὶδ ἐξελεύσεσθαί τινα προφητεύει, καὶ τοῦτον ἔσεσθαι Σωτῆρα ἐθνῶν, γυμνῶς οὕτω φάσκων· «Καὶ ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπ᾽ αὐτῷ ἔθνη ἐλπιοῦσιν.» ιαʹ.
Ἀλλὰ γὰρ τοσούτων ἐκδεδομένων χρησμῶν μόνῳ τῷ Δαβὶδ καὶ μεθ᾽ ὅρκου διαβεβαιώσεως περὶ τῆς ἐκ σπέρματος αὐτοῦ γενέσεως τοῦ προφητευομένου, παντός τε ὡς εἰκὸς τοῦ Ἰσραὴλ διὰ τὰς τοσαύτας προῤῥήσεις ὁσημέραι προσδοκῶντος τὸν ἐκ Δαβὶδ γεννηθησόμενον Σωτῆρα καὶ Λυτρωτὴν πάντων ἀνθρώπων, εἰκότως τῶν προσδοκωμένων τὴν ἄφιξιν εὐαγγελιζόμενος ὁ Ματθαῖος, ἐξ αὐτῆς τῆς ἐλπιζομένης προσδοκίας τὴν καταρχὴν τοῦ λόγου πεποίηται, υἱὸν Δαβὶδ φήσας τὸν ἐπιλάμψαντα· μετὰ δὲ τὸν Δαβὶδ ἐπὶ τὸν Ἀβραὰμ ἀνατρέχει, ἐπειδὴ πρώτῳ πάλιν τῷ Ἀβραὰμ περὶ τῆς κλήσεως τῶν ἐθνῶν διάφοροι ἐδέδοντο χρησμοί. Πρὸ γὰρ τῆς Μωϋσέως νομοθεσίας, καὶ πρὸ τοῦ Ἰουδαίων ἔθνους, οὐ μὴν ἀλλὰ καὶ πρὸ τῆς περιτομῆς, ἀλλοεθνὴς ὢν ὁ Ἀβραὰμ καὶ τῆς Χαλδαίων γῆς ὁρμώμενος, ἀπολείπει μὲν τὰ πάτρια, Θεὸν δὲ γνοὺς τὸν ἐπὶ πάντα, μεμαρτύρηται ὡς ἄρα ἐπίστευσε τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην· δίκαιός τε καὶ θεοφιλὴς ἀποπέφανται, οὐ διὰ περιτομῆς σώματος, οὐδὲ διὰ φυλακῆς ἡμέρας Σαββάτου, ἑορτῶν ἢ νουμηνιῶν, οὐδέ γε δι᾽ ἄλλης τινὸς παρὰ Μωϋσεῖ φερομένης ἐθελοθρησκίας, ἀλλὰ δι᾽ ἄλλης Θεοῦ φανείας τε τοῦ ὀφθέντος αὐτῷ Κυρίου (οὗτος δ᾽ ἦν ὁ Σωτὴρ), διά τε σεμνοῦ καὶ ἐναρέτου βίου.
Τοῦτον δ᾽ οὖν αὐτῷ κατορθοῦντι τῆς θεοσεβείας τὸν τρόπον ἡ περὶ τῶν ἐθνῶν δέδοτο ἐπαγγελία, ὡς καὶ αὐτῶν ποτε κατὰ τὸν τοῦ Ἀβραὰμ ζῆλον θεοσεβησόντων, καὶ ἴσης τῷ θεοφιλεῖ καταξιωθησομένων εὐλογίας. Λέλεκται γοῦν πρὸς αὐτὸν, «Καὶ εὐλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς·» καὶ πάλιν· «Ὁδὲ Κύριος εἶπεν, Οὐ μὴ κρύψω ἀπὸ Ἀβραὰμ τοῦ παιδός μου ἃ ἐγὼ ποιῶ· Ἀβραὰμ δὲ γενόμενος ἔσται εἰς ἔθνος μέγα καὶ πολὺ, καὶ εὐλογηθήσεται ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς.» Ὧν οὕτως ἐχόντων, ἀκόλουθον ἦν τῆς τῶν ἐθνῶν κλήσεως προπάτορα ὄντα τὸν Ἀβραὰμ ὑπὸ τοῦ εὐαγγελιστοῦ δεύτερον παραληφθῆναι μετὰ τὸν Δαβίδ. Ἐχρῆν γὰρ τὸν περὶ τῆς γενέσεως τοῦ Σωτῆρος τὰς ὑποσχέσεις εἰληφότα, προτιμηθῆναι τῇ τάξει τοῦ τὰς περὶ τῶν ἐθνῶν ἐπαγγελίας δεξαμένου· δεύτερον δὲ ἐν τῇ γενεαλογίᾳ παραληφθῆναι τὸν τῶν ἐθνῶν ἀρχηγόν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.