Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Εὐσέβιος Καισαρείας – Συναγωγὴ ἀρχαίων μαρτυρίων (ἀποσπάσματα)

Εὐσέβιος Καισαρείας

Μαρτύρια επί Δεκίου και επιστολές του Διονυσίου Αλεξανδρείας

Περιγραφή της αρχής του διωγμού και εκτενής αναφορά σε σειρά μαρτυρίων στην Αλεξάνδρεια, με αναφορές στην Απολλωνία, τον Σαραπίωνα, τον Επίμαχο και άλλους ομολογητές.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Εὐσέβιος Καισαρείας

—

Κεφάλαιο 3 από 5

Γʹ. Ἐπὶ Δεκίου διωγμοῦ κινηθέντος ἐν τῇ αὐτῇ τῶν Ἀλεξανδρέων πόλει, πλεῖστοι τῶν εἰς Χριστὸν ἠλπικότων τοῖς ὑπὲρ αὐτοῦ μαρτυρίοις κατεκοσμήθησαν· ὧν καὶ οὗτοι ἐτύγχανον. Μητρᾶς τις πρεσβύτης περὶ τὰς ἀρχὰς τοῦ διωγμοῦ συλληφθεὶς ὑπὸ τοῦ δημώδους ὄχλου, καὶ ῥήματα ἄθεα λέγειν κελευσθεὶς, ἐπεὶ μὴ ἐπείθετο, ξύλοις τὸ σῶμα παιόμενος, καὶ καλάμοις ὀξέσι τὸ πρόσωπον κεντούμενος καὶ τοὺς ὀφθαλμοὺς, τέλος εἰς τὸ προάστειον ἀχθεὶς καθελέσθαι, καὶ οὕτω τὴν ψυχὴν τῷ Κυρίῳ παρέθετο.

Γυνή τις καλουμένη Κοΐντα, ἐπεὶ μὴ ἐπείθετο τοῖς εἰδώλοις προσκυνεῖν, εἰς εἰδωλεῖον ἀχθεῖσα, σχοίνοις δεθεῖσα τοὺς πόδας, καὶ διὰ πάσης γυμνὴ συρεῖσα τῆς πόλεως, ἐπὶ τὸν αὐτὸν ἀχθεῖσα τόπον, λίθοις ὑπὸ τοῦ πλήθους βαλλομένη ἐτελειώθη. Ἀπολλωνία ἡ παρθένος τε καὶ πρεσβῦτις ἀναγκαζομένη εἰδώλοις θῦσαι, τοὺς ὀδόντας ἐζημίωτο κοπτομένη τὰς σιαγόνας· εἶθ᾽ οὕτως πυρᾶς ἀναφθείσης, ἀπειλοῦντας εἰς αὐτὴν ἐμβαλεῖν τοὺς κατέχοντας, μικρὸν ὑποπαραιτησαμένη καὶ ἀναθεῖσα, συντόνως ἐπεπήδησεν εἰς τὸ πῦρ, καὶ καταπέφλεκται. Καὶ μετ᾽ αὐτὴν Σαραπίωνα καταλαβόντες ἐφέστιον, σκληραῖς βασάνοις αἰκισάμενοι, καὶ πάντα τὰ ἄρθρα διακλάσαντες, ἀπὸ τοῦ ὑπερῴου πρηνῆ κατέῤῥιψαν. Ἰουλιανὸς ποδαγρὸς ὢν, καὶ μήτε στῆναι, μήτε βαδίσαι δυνάμενος, ἅμα δυσὶν ἑτέροις Χριστιανοῖς, τοῖς αὐτὸν φέρουσι προσήχθη· ὧν ὁ μὲν ἕτερος εὐθὺς ἠρνήσατο· ἅτερος δὲ Κρονίων καλούμενος, καὶ αὐτὸς Ἰουλιανὸς, διὰ πάσης τῆς πόλεως καμήλοις ἐποχούμενοι διελθόντες, καὶ ἅμα ὑπὸ τοῦ πλήθους παιόμενοι, τέλος πυρὶ παρεδόθησαν· καί τις τῶν στρατιωτῶν Βησᾶς καλούμενος, παραστὰς ἀπαγομένοις αὐτοῖς, καὶ τοῖς ἐφυβρίζουσιν ἐναντιωθεὶς, ἐμβοησάντων αὐτῶν περιεσχέθη, καὶ τὴν κεφαλὴν ἀπετμήθη.

Ἕτερος δέ τις τὸ μὲν γένος Λίβυς ὑπάρχων, Μάκαρ δὲ τὴν προσηγορίαν, ἐπιμόνως αὐτὸν τοῦ δικαστοῦ προτρεπομένου πρὸς ἄρνησιν, ἐπεὶ μὴ ἐπείσθη, πυρὶ παραδοθεὶς, φερωνύμως τοῦ μακαρίου τετύχηκε τέλους.

Δʹ. Ἐπίμαχός τε μετ᾽ αὐτοὺς καὶ Ἀλέξανδρος, μετὰ πολὺν ὃν ἔμειναν δεσμῶται χρόνον, μυρίας βασάνους διενεγκόντες, ξυστῆράς τε καὶ μάστιγας πυρὶ καὶ οὗτοι ἐφλέχθησαν. Καὶ γυναῖκες δὲ τρεῖς τὸν ἀριθμὸν προσαχθεῖσαι, ἡ μὲν αὐτῶν Ἀμμωναρία καλουμένη, πάνυ φιλονείκως αὐτὴν τοῦ δικαστοῦ βασανίσαντος, ἅτε προαποφηναμένην, ὅτι μηδὲν ὧν ἐκεῖνος κελεύει φθέγξοιτο, ἀληθεύσασα τὴν ἐπαγγελίαν ἀπήχθη· αἱ δὲ λοιπαὶ, Μερκουρία καὶ Διονυσία, αἰδεσθέντος ἀνηνύτοις ἐπιχειρεῖν, καὶ ὑπὸ γυναικῶν ἡττᾶσθαι τοῦ ἄρχοντος, ξίφει τὰς κεφαλὰς ἀφῃρέθησαν, μηκέτι βασάνων πεῖραν λαβοῦσαι.

Ἥρων δὲ, καὶ Ἀτὴρ, καὶ Ἰσίδωρος, καὶ σὺν αὐτοῖς Διόσκορος, παῖς ὢν ὡς ἐτῶν πέντε καὶ δέκα, παραστάντες, οἱ μὲν διαφόροις βασάνοις ἐγκαρτερήσαντες πυρὶ παρεδόθησαν. Διόσκορος δὲ σοφώτατα παῤῥησιασάμενος, καὶ πρὸς τὰς τοῦ ἡγεμόνος πεύσεις ἀνδρείως ἀποκρινάμενος, θαυμάσαντος τὰς ἀποκρίσεις τοῦ ἄρχοντος, καὶ τῆς ἡλικίας οἶκτον λαβόντος, ἀφείθη μάρτυς τέλειος τῇ προαιρέσει γεγενημένος. Νεμεσίων τις Αἰγύπτιος γραφὴν ὡς λῃστὴς ὑπομείνας, καὶ ταῦτα ἀπολυσάμενος, καὶ καταμηνυθεὶς αὖθις ὡς εἴη Χριστιανὸς, διπλαῖς ἢ εἰ λῃστὴς ἦν μάστιξιν ἐτασθεὶς, μεταξὺ δύο λῃστῶν κατεφλέγη, τιμηθεὶς τῷ τοῦ Χριστοῦ παραδείγματι. Ἀμμὼν, καὶ Ζήνων, Πτολεμαῖός τε καὶ Ἰγγένης, καὶ Θεόφιλος ἑστῶτες πρὸ τοῦ δικαστηρίου, καί τινα πρὸς ἄρνησιν ἤδη ῥέποντα νεύμασι πρὸς τὴν ὁμολογίαν ἐπιθαῤῥύνοντες· ἐπεὶ ἔγνωσαν ἀγανακτοῦντας ἐπὶ τούτῳ τοὺς ὄχλους, πρὶν ὑπ᾽ αὐτῶν συλληφθῆναι, Χριστιανοὺς ἑαυτοὺς ἀνεκήρυξαν, καὶ οὕτω τὴν ἐπὶ θανάτῳ ἀπήχθησαν.

Ἰσχυρίων ἐπιτροπεύων τινὶ τῶν ἀρχόντων, ἐπὶ μισθῷ τοῦ μισθοδότου κελεύοντος αὐτὸν θῦσαι, ἐπεὶ μὴ ἐπείσθη τοῦτο ποιῆσαι, βακτηρίαν μεγίστην κατὰ τῆς ἕδρας ὠσθεῖσαν διά τε τῶν σπλάγχνων καὶ τῶν ἐντέρων δεξάμενος, τὸ πνεῦμα παρέδωκε. Ταῦτα ἐκ τῆς ἐπιστολῆς Διονυσίου τοῦ Ἀλεξανδρείας.