Καί τις ἱερὰ καὶ θαυμασία γυνὴ, πλούτῳ, καὶ γένει, καὶ εὐδοξίᾳ παρὰ πᾶσιν Ἀντιοχεῦσι βεβοημένη, παίδων ξυνωρίδα παρθένων διαπρεπῶν ἀναθρεψαμένη, ἐπειδὴ πολὺς ὁ περὶ αὐτὰς κινούμενος φθόνος, λανθανούσας τε καὶ ἐν ἀλλοδαπῇ διατριβούσας ἐπὶ τὴν Ἀντιόχου ἐκάλει· δικτύων δὲ ἤδη στρατιωτικῶν εἴσω περιεβέβληντο, ἐν ἀμηχάνοις ἑαυτήν τε καὶ τὰς παῖδας θεασαμένη, καὶ τὰ ἐξ ἀνθρώπων λογισαμένη δεινὰ, πορνείας τε ἀπειλῆν μηδ᾽ ἄκροις ὠσὶν ἀκούειν ἀνασχομένη, ἀλλὰ καὶ τὸ δουλεῦσαι δαίμοσι πάντων θανάτων καὶ πάσης ἀπωλείας χεῖρον φήσασα εἶναι, μίαν ἑαυτῇ καὶ ταῖς θυγατράσιν ὑπετίθετο λύσιν τούτων ἁπάντων, τὴν ἐπὶ τὸν Κύριον καταφυγήν. Καὶ δὴ τὴν γνώμην ὁμοῦ συνθέμεναι, τά τε σώματα περισταλεῖσαι κοσμίως, ἐπὶ μέσης γενόμεναι τῆς ὁδοῦ, ἐπὶ παραῤῥέοντα ποταμὸν ἑαυτὰς ἠκόντισαν· αἱ δὲ μὲν οὖν ἑαυτάς. Ἄλλην δ᾽ ἐπ᾽ αὐτῆς Ἀντιοχείας ξυνωρίδα παρθένων, τὰ πάντα θεοπρεπῶν καὶ ἀληθῶς ἀδελφῶν, ἐπιδόξων μὲν τὸ γένος, λαμπρῶν δὲ τὸν βίον, νέων τοὺς χρόνους, ὡραίων τὸ σῶμα, σεμνῶν τὴν ψυχὴν, εὐσεβῶν τὸν τρόπον, θαυμαστῶν τὴν σπουδὴν, θαλαττίοις βυθοῖς παρέδοσαν οἱ τῶν δαιμόνων θεραπευταί.