Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Ἀπολογητικὸς περὶ τῆς φυγῆς (εἰς τὸν πατέρα)

Γρηγόριος ὁ Ναζιανζηνός

Ο δισταγμός, η φυγή και η υπακοή στο θείο θέλημα

Αιτιολόγηση της φυγής λόγω του δέους απέναντι στο αξίωμα της ιερωσύνης, παραδείγματα βιβλικών προσώπων και η τελική υπέρβαση της δειλίας με την αποδοχή της ποιμαντικής διακονίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 1 από 3

ΛΟΓΟΣ Θʹ. Ἀπολογητικὸς εἰς τὸν ἑαυτοῦ πατέρα Γρηγόριον, συμπαρόντος αὐτῷ Βασιλείου, ἡνίκα ἐπίσκοπος ἐχειροτονήθη Σασίμων. Αʹ. Πάλιν ἐπ᾽ ἐμὲ χρίσμα καὶ Πνεῦμα· καὶ πάλιν ἐγὼ πενθῶν καὶ σκυθρωπάζων πορεύομαι. Θαυμάζετε ἴσως· καὶ Ἡσαΐας, πρὶν μὲν ἰδεῖν τὴν δόξαν Κυρίου, καὶ τὸν θρόνον τὸν ὑψηλόν τε καὶ ἐπηρμένον, καὶ τὰ περὶ αὐτὸν σεραφὶμ, οὐδὲν τοιοῦτον φθέγγεται, οὔτε ἀποδυσπετεῖ, οὔτε δέδοικεν· ἀλλὰ τοῦ μὲν Ἰσραὴλ καταβοᾷ, ἑαυτοῦ δὲ φείδεται καὶ ἀπέχεται, ὡς οὐδὲν ὑπαιτίου. Ἐπεὶ δὲ ταῦτ᾽ εἶδε, καὶ τῆς φωνῆς ἤκουσε τῆς ἁγίας καὶ μυστικῆς, ὥσπερ τι μᾶλλον ἑαυτοῦ συναισθόμενος· Ὢ τάλας, φησὶν, ἐγὼ, ὅτι κατανένυγμαι, καὶ ὅσα ἑξῆς τοῦ λόγου, ἵνα φύγω τὴν βλασφημίαν. Εὑρίσκω δὲ καὶ Μανωὲ τὸν παλαιὸν ἐκεῖνον ἐν τοῖς κριταῖς, καὶ Πέτρον ὕστερον, τὸ τῆς Ἐκκλησίας ἔρεισμα· τὸν μὲν, Ἀπολώλαμεν, ὦ γύναι, λέγοντα, Θεὸν ἑωράκαμεν, ἐπειδὴ κρείττονος ὄψεως ᾔσθετο ἢ κατὰ τὴν ἑαυτοῦ φύσιν καὶ δύναμιν· τὸν δὲ οὐκ ἐνεγκόντα τὴν τοῦ Σωτῆρος ἐπιστασίαν τε καὶ ἐνέργειαν, ἣν ἐν τῇ ἁλείᾳ τοῖς συμπλέουσιν ἐπεδείξατο, καὶ διὰ τοῦτο θαυμάζοντα μὲν, ἀποπέμποντα δὲ τοῦ πλοίου, καὶ τὴν αἰτίαν προστιθέντα, ὅτι μὴ εἴη ἄξιος θείας ἐπιφανείας καὶ ὁμιλίας.

Βʹ. Καὶ τοῦ ἑκατοντάρχου δὲ ὅταν ἀκούω ἐν τοῖς Εὐαγγελίοις, τὴν μὲν δύναμιν ἀπαιτοῦντος, τὴν δὲ παρουσίαν παραιτουμένου, ὡς οὐ χωρούσης αὐτοῦ τῆς στέγης θεῖον ἀξίωμά τε καὶ μέγεθος, οὐκ ἔχω μέμφεσθαι τῆς δειλίας ἐμαυτὸν ταύτης καὶ τῆς σκυθρωπότητος.

Ὀφθαλμοῦ μὲν γὰρ ἀτονίαν ἥλιος, ψυχῆς δὲ ἀῤῥωστίαν ἐλέγχει Θεὸς ἐπιδημῶν· καὶ τοῖς μέν ἐστι φῶς, τοῖς δὲ πῦρ, ἑκάστῳ κατὰ τὴν ὑποκειμένην ὕλην τε καὶ ποιότητα. Τί ὑπολαμβάνομεν περὶ τοῦ Σαούλ; Ἐχρίσθη μὲν γὰρ, καὶ μετέσχε τοῦ Πνεύματος, καὶ ἦν τότε πνευματικὸς, οὐδ᾽ ἂν ἐγὼ περὶ αὐτοῦ φαίην ἑτέρως, ἀλλὰ καὶ προεφήτευσε, καὶ οὕτω παρ᾽ ἐλπίδα καὶ τὸ εἰκὸς, ὥστε καὶ παροιμίαν γενέσθαι τὸ θαῦμα ἐκεῖνο· Εἰ καὶ Σαοὺλ ἐν προφήταις; εἰς ἔτι καὶ νῦν λεγόμενόν τε καὶ ἀκουόμενον. Ἐπεὶ δὲ οὐχ ὅλον ἑαυτὸν ἐμπαρέσχε τῷ Πνεύματι, οὐδὲ ἐστράφη καθαρῶς εἰς ἄνδρα ἄλλον, ὡς κεχρημάτιστο, ἀλλ᾽ ἐνέμεινέ τι τοῦ παλαιοῦ τῆς κακίας σπινθῆρος, καὶ τοῦ πονηροῦ σπέρματος, καὶ ἦν ἐν αὐτῷ μάχη πνεύματος καὶ σαρκός· τί χρὴ πάντα ἐκτραγῳδεῖν τὰ ἐκείνου; ἴστε τὸ ἐναντίον πνεῦμα, καὶ τὸν ψάλτην, ᾧ κατεπῄδετο.

Πλὴν ἐκεῖνο κἀντεῦθεν γνώριμον, ὅτι, κἂν μὴ τῶν ἀναξίων ἡ χάρις ἅπτηται, μηδὲ πονηροῦ καὶ ἀναρμόστου παντελῶς τοῦ ὀργάνου (εἰς γὰρ κακότεχνον ψυχὴν μὴ εἰσελεύσεσθαι σοφίαν εἴρηται καλῶς, κἀγὼ πείθομαι), ἀλλὰ φυλάξαι γε τὴν ἀξίαν καὶ τὴν ἁρμονίαν, ὡς ὁ ἐμὸς λόγος, ἔργον οὐκ ἔλαττον, ἢ ἀπαρχῆς ἁρμοσθῆναι καλῶς καὶ ἀξιωθῆναι, διὰ τὸ τρεπτὸν καὶ ἀλλοιωτὸν τῆς ἀνθρωπίνης ἕξεώς τε καὶ φύσεως· ᾧ γε καὶ ἡ χάρις αὐτὴ πολλάκις, ἵν᾽ εἴπω τῶν ἡμετέρων κακῶν τὸ σχετλιώτατόν τε καὶ παραδοξότατον, τύφον ἐμποιήσασα καὶ μετεωρίσασα, κατήνεγκεν ἀπὸ Θεοῦ τοὺς οὐ καλῶς προσεγγίσαντας, καὶ κατεβλήθημεν ἐν τῷ ἐπαρθῆναι, ἵνα γένηται καθ᾽ ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία, διὰ τοῦ ἀγαθοῦ μοι κατεργαζομένη θάνατον.

Γʹ. Ταῦτά ἐστιν, ἃ ἐγὼ δεδοικὼς, πικρίας ἐνεπλήσθην καὶ κατηφείας, καί τι τοιοῦτον ἔπαθον, οἷον πρὸς τὰς ἀστραπὰς οἱ παῖδες, ἡδονὴν ἐκπλήξει μιγνύντες ἐκ τοῦ θεάματος· ἠγάπησά τε ὁμοῦ τὸ Πνεῦμα, καὶ ἐφοβήθην· καὶ χρόνου τινὸς ἐδεήθην, εἰς ἐμαυτὸν συστραφεὶς, ἐκνῆψαι καὶ γενέσθαι τῆς ἀσφαλεστέρας μοίρας καὶ κρείττονος, ἵνα, τοῦ λυποῦντος ὑπεξελθόντος, ὥσπερ ζιζανίων ἐν σπέρματι, καὶ τῶν φαύλων λογισμῶν εἰξάντων τοῖς ἀμείνοσι, νικήσῃ καθαρῶς τὸ Πνεῦμα, καί με λαβὸν ἔχῃ πρὸς τὴν ἑαυτοῦ διακονίαν καὶ λειτουργίαν, πρὸς τὸν καταρτισμὸν τοῦ λαοῦ τούτου, πρὸς ψυχῶν κυβέρνησιν, πρὸς διδασκαλίαν τὴν ἐν λόγῳ, καὶ τὴν ἐν ἔργῳ, καὶ ὑποδείγματι, διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν, πρὸς ποιμαντικὴν εὔθετον, ἀποσπῶσαν κόσμου, Θεῷ προσάγουσαν, δαπανῶσαν σῶμα, πνεύματι προστιθεῖσαν, σκότος φεύγουσαν, φωτὶ χαίρουσαν, θῆρας ἐλαύνουσαν, μάνδραν συνάγουσαν, κρημνοὺς φυλασσομένην καὶ ἐρημίας, ὄρεσι καὶ ὕψεσι προσελαύνουσαν. Περὶ ὧν μοι δοκεῖ καὶ ὁ θαυμασιώτατος Μιχαίας λέγειν, χαμόθεν ἡμᾶς ἀνέλκων ἐπὶ τὰ ἡμέτερα ὕψη· Ἐγγίσατε ὄρεσιν αἰωνίοις. Ἀνάστα καὶ πορεύου, ὅτι οὐκ ἔστι σοι αὕτη ἀνάπαυσις, κἂν δοκῇ τισιν εἶναι τὰ χαμαιπετῆ καὶ κάτω στρεφόμενα.