Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Ἀπολογητικὸς περὶ τῆς φυγῆς (εἰς τὸν πατέρα)

Γρηγόριος ὁ Ναζιανζηνός

Προσφώνηση προς τους ποιμένες και αναφορά στη χειροτονία

Λόγος προς τον πατέρα του και τον παριστάμενο Βασίλειο, με αναφορά στην πίεση που υπέστη για τη χειροτονία και εγκωμιασμό του ποιμαντικού τους παραδείγματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 2 από 3

Δʹ. Ταύτην με διδάξατε τὴν ποιμαντικὴν, ὦ φίλοι λοιπὸν ἐμοὶ ποιμένες καὶ συμποιμένες. Ταύτης δότε μοι τὰ συνθήματα, σύ τε ὁ κοινὸς Πατὴρ, καὶ πολλοὺς τῷ χρόνῳ καταρτίσας καὶ παραμείψας ποιμένας, σύ τε ὁ τῆς ἐμῆς φιλοσοφίας βασανιστὴς καὶ κριτής. Ἀλλ᾽ (ὅπως μοι φιλοσόφως δέξῃ τὸν λόγον), ἢ δυνάμεθα, καὶ ἐν μέσῃ ζάλῃ στρεφόμενοι καὶ περιηχούμενοι, ποιμαίνειν ἐπιστημόνως, καὶ ἐκτρέφειν τὸ ποίμνιον; Ὁ φιλανθρωπότερος ἐν προβάτοις (εἰ μή μοι δυσχεραίνῃς), ἡνίκα τῆς ἀλόγου νομῆς μετείχομεν, ἢ ἐν ποιμέσιν, ἡνίκα τῆς πνευματικῆς ἠξιώθημεν. Ἔχεις μὲν, ὅπερ ἐπόθεις, ὑπὸ χεῖρας ἡμᾶς, καὶ νενίκηκας τὸν ἀήττητον· καὶ ἰδού σοι μετὰ καὶ τῶν ἄλλων ὁ λόγος, ὃν εἰδὼς ἐπεζήτεις, καὶ ὃν ἐπαινῶν, ἔβαλλες ἀργοῦντα πολλαῖς τῶν σῶν λόγων καὶ πυκναῖς ταῖς νιφάσιν.

Εʹ. Ἀλλ᾽ ἔχω τι τῇ φιλίᾳ καὶ μέμψασθαι· τίς δικάσει μοι τῶν κοινῶν φίλων; ἢ τίς ἀδέκαστος ἔσται κριτὴς, ἵνα τὴν δικαίαν ἐνέγκῃ ψῆφον, ἀλλὰ μὴ τὸ τῶν πολλῶν πάθῃ, καὶ λάβῃ ἐν κρίσει πρόσωπον; Εἴπω κελεύεις τὴν μέμψιν, καὶ οὐκ ἐπαφήσεις μοι πάλιν τὸν λόγον; Ἐγένετό τι καὶ σοὶ πρὸς ἡμᾶς ἀπόῤῥητον, ὦ θαυμάσιε, πρᾶγμα ὄντως ἀπόῤῥητόν τε καὶ ἄπιστον, καὶ οὔπω πρότερον περὶ ἡμῶν ἀκουσθέν. Οὐκ ἐπείσθημεν, ἀλλ᾽ ἐβιάσθημεν.

Ὢ τοῦ θαύματος! Ὡς γέγονε πάντα καινά! Καὶ ὅσον διέστησεν ἡμᾶς! τί βούλει καὶ εἴπω, τὸν θρόνον, ἢ τὸ τῆς χάριτος μέγεθος; Πλὴν ἡγοῦ, καὶ κατευοδοῦ, καὶ βασίλευε, καὶ ποίμαινε ἡμᾶς ποιμαίνοντας. Ὡς ἕτοιμοί γε ἡμεῖς ἕπεσθαι, καὶ ὑπὸ τῆς σῆς ποιμαντικῆς ψυχῆς ἄγεσθαι τῆς ὑψηλῆς καὶ ἐνθέου· εἰρήσεται γὰρ τἀληθὲς, εἴ τι καὶ παρὰ τὸν νόμον ἐξ ἀγάπης τετολμήκαμεν. Δίδαξον τὴν σὴν ἀγάπην περὶ τὰ ποίμνια, τὸ σὸν ἐπιμελές τε ὁμοῦ καὶ εὐσύνετον, τὴν ἐπιστασίαν, τὰς ἀγρυπνίας, τὴν τῶν σῶν σαρκῶν ὑποχώρησιν, ἣν τῷ πνεύματι ὑπεχώρησαν, τὸ τοῦ σοῦ χρώματος ἄνθος τῇ ποίμνῃ κάμνοντος, τὸ ἐν πραΰτητι σύντονον, τὸ ἐν τῷ πρακτικῷ γαληνόν τε καὶ ἥμερον (πρᾶγμα οὐκ ἐν πολλοῖς εὑρισκόμενον, οὐδὲ πολλὰ ἔχον τὰ παραδείγματα), τοὺς ὑπὲρ τῆς ποίμνης πολέμους, τὰς νίκας ἃς ἐν Χριστῷ σὺ νενίκηκας.