Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Ἀπολογητικὸς περὶ τῆς φυγῆς (εἰς τὸν πατέρα)

Γρηγόριος ὁ Ναζιανζηνός

Αίτημα καθοδήγησης και καταληκτήρια δοξολογία

Το κλείσιμο του λόγου με την αναζήτηση πρακτικών συμβουλών για την ορθή διαποίμανση των πιστών και την καθιερωμένη τριαδική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 3 από 3

Ϛʹ. Εἰπὲ τίσι τῶν νομῶν προσακτέον, ἐπὶ ποίας πηγὰς ἰτέον, καὶ τίνας φευκτέον, ἢ νομὰς, ἢ νάματα· τίνας ποιμαντέον τῇ βακτηρίᾳ, τίνας τῇ σύριγγι· πότε ἀκτέον ἐπὶ νομὰς, καὶ πότε ἀνακλητέον ἀπὸ νομῶν· πῶς πολεμητέον τοῖς λύκοις, καὶ πῶς τοῖς ποιμέσιν οὐ πολεμητέον· καὶ μάλιστα ἐν τῷ νῦν καιρῷ, ὅτε ποιμένες ἠφρονεύσαντο, καὶ διέσπειραν τὰ πρόβατα τῆς νομῆς, ἵνα τοῖς ἁγιωτάτοις προφήταις τὰ αὐτὰ συνοδύρωμαι. Πῶς τὸ ἀσθενὲς ἐνισχύσω, καὶ τὸ πεπτωκὸς ἀναστήσω, καὶ τὸ πλανώμενον ἐπιστρέψω, καὶ τὸ ἀπολωλὸς ἐκζητήσω, καὶ φυλάξω τὸ ἰσχυρόν; Πῶς ταῦτα καὶ μάθω, καὶ φυλάξω κατὰ τὸν ὀρθὸν τῆς ποιμαντικῆς λόγον, καὶ τὸν ὑμέτερον· ἀλλὰ μὴ γένωμαι κακὸς ποιμὴν, τὸ γάλα κατεσθίων, καὶ τὰ ἔρια περιβαλλόμενος, καὶ τὰ παχύτερα κατασφάζων ἢ ἀπεμπολῶν, καὶ τὰ ἄλλα παρεὶς τοῖς θηρίοις καὶ τοῖς κρημνοῖς, ποιμαίνων ἐμαυτὸν, οὐ τὰ πρόβατα, ὅπερ ὠνειδίζοντο οἱ πάλαι προεστῶτες τοῦ Ἰσραήλ.

Ταῦτα διδάσκοιτέ με, καὶ τούτοις στηρίζοιτε τοῖς λόγοις, καὶ μετὰ τούτων ποιμαίνοιτε καὶ συμποιμαίνοιτε τῶν παραγγελμάτων, καὶ σώζοιτε, ὥσπερ τῇ διδασκαλίᾳ, οὕτω καὶ ταῖς εὐχαῖς, ἐμέ τε καὶ τὸ ἱερὸν τοῦτο ποίμνιον, εἰς ἀσφάλειαν ἐμοὶ, εἰς καύχημα ὑμῖν ἐν ἡμέρᾳ ἐπιφανείας καὶ ἀποκαλύψεως τοῦ μεγάλου Θεοῦ, καὶ ἀρχιποιμένος ἡμῶν Ἰησοῦ Χριστοῦ, δι᾽ οὗ καὶ μεθ᾽ οὗ ἡ δόξα Πατρὶ παντοκράτορι σὺν τῷ ἁγίῳ καὶ ζωοποιῷ Πνεύματι καὶ νῦν καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.