Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Ἀπολογητικὸς περὶ τῆς φυγῆς

Γρηγόριος ὁ Ναζιανζηνός

Τα αίτια της επιστροφής, βιβλικά πρότυπα και τελική υποταγή

Η ερμηνεία της φυγής του Ιωνά και άλλων βιβλικών προσώπων, οι λόγοι της επανόδου του συγγραφέα, η υπέρβαση των δισταγμών του και η τελική προσευχή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 8 από 8

ΡΒʹ. Ἔχετε τὴν ἀπολογίαν τὴν ὑπὲρ τῆς φυγῆς, καὶ ἴσως οὐ μετρίαν. Ἃ μὲν οὖν με ἀφ᾽ ὑμῶν ἀπήγαγεν, ὦ φίλοι καὶ ἀδελφοὶ, λυπηρῶς μὲν ἐμοὶ καὶ ὑμῖν ἴσως, ἀναγκαίως δ᾽ οὖν, ὡς γοῦν ἐμαυτῷ τότε ἐδόκουν, ταῦτά ἐστιν· ἐπανήγαγε δέ με μάλιστα μὲν ὁ πρὸς ὑμᾶς πόθος, καὶ τὸ ἀντιποθούντων αἰσθάνεσθαι· οὐδὲν γὰρ οὕτως ἰσχυρὸν πρὸς ἀγάπην, ὡς ἀντιδιδομένη διάθεσις.

ΡΓʹ. Δεύτερον δὲ ἡ ἐμὴ φροντὶς, τὸ ἐμὸν ἔργον, ἡ τῶν ἱερῶν γονέων πολιὰ καὶ ἀσθένεια, ἐπ᾽ ἐποὶ πλέον ἢ τῷ χρόνῳ καμνόντων, Ἀβραὰμ τοῦδε τοῦ πατριάρχου, τῆς τιμίας ἐμοὶ κεφαλῆς καὶ μετ᾽ ἀγγέλων ἀριθμουμένης, καὶ Σάῤῥας, τῆς καὶ πνευματικῶς ὠδινούσης ἡμᾶς ἐν τῇ διδασκαλίᾳ τῆς πίστεως, ὧν γενέσθαι βακτηρία τῷ γήρᾳ, καὶ ὑπερείδειν τὴν ἀσθένειαν, τῶν πρώτων εὐχὴν εὐξάμενος, καὶ μέντοι καὶ πληρώσας ταύτην, ὁπόση δύναμις· ὡς καὶ φιλοσοφίας ὑπεριδεῖν αὐτῆς, τοῦ πάντων ἐμοὶ τιμιωτάτου κτήματος καὶ ὀνόματος, ἢ τό γε ἀληθέστερον εἰπεῖν, τὸ μὴ φιλοσοφεῖν δόξαι πρῶτον φιλοσοφήσας, οὐκ ἤνεγκα διαπεσεῖν μοι τὸν μόχθον ἐκ μιᾶς ὑποθέσεως, οὐδὲ καταλυθῆναι τὴν εὐλογίαν, ἣν καὶ κλέψαι τις ἤδη τῶν πάλαι ὁσίων λέγεται, βρώματι τὸν πατέρα καὶ τριχῶν πλάσματι σοφισάμενος, καὶ τὸ καλὸν οὐ καλῶς δι᾽ ἐπιβουλῆς θηρασάμενος.

Δύο μὲν δὴ ταῦτα τῆς ἐμῆς ἥττης καὶ ἡμερότητος αἴτια. Καὶ ἴσως οὐκ ἄτοπον, ἀμφοτέροις ἐκείνοις εἶξαι καὶ ὑποχωρῆσαι τοὺς λογισμοὺς, ἐπεὶ καὶ τοῦ νικᾶσθαι καιρὸς, ὥσπερ οἶμαι καὶ παντὸς πράγματος· καὶ κρεῖττον ἡττᾶσθαι καλῶς ἢ νικᾷν ἐπισφαλῶς καὶ ἀθέσμως.

ΡΔʹ. Τρίτον δὲ ὃ καὶ μέγιστον, καὶ δὴ τοῦτο εἰπὼν ἔτι, τὰ λοιπὰ σιωπήσομαι. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, καὶ πρός τινα τῶν παλαιῶν ἱστοριῶν ἀναδραμὼν, ἐκεῖθεν εἵλκυσα συμβουλὴν ἐμαυτῷ πρὸς τὰ παρόντα· μὴ γὰρ εἰκῆ ταῦτα συγγεγράφθαι νομίζωμεν, μηδὲ ὄχλον ἄλλως εἶναι ῥημάτων τε καὶ πραγμάτων, ψυχαγωγίας ἕνεκα τῶν ἀκουόντων συγκείμενα, καὶ οἷον ἀκοῆς τι δέλεαρ μέχρι τῆς ἡδονῆς ἱστάμενον. Ταῦτα μὲν παιζόντων μῦθοι καὶ Ἕλληνες, οἳ, τῆς ἀληθείας ὀλίγα φροντίζοντες, τῷ κομψῷ τῶν πλασμάτων καὶ τῷ λίχνῳ τῶν λέξεων καὶ ἀκοὴν καὶ ψυχὴν γοητεύουσιν.

ΡΕʹ. Ἡμεῖς δὲ, οἱ καὶ μέχρι τῆς τυχούσης κεραίας καὶ γραμμῆς τοῦ πνεύματος τὴν ἀκρίβειαν ἕλκοντες, οὔποτε δεξόμεθα, οὐ γὰρ ὅσιον, οὐδὲ τὰς ἐλαχίστας πράξεις εἰκῆ σπουδασθῆναι τοῖς ἀναγράψασι, καὶ μέχρι τοῦ παρόντος μνήμῃ διασωθῆναι· ἀλλ᾽ ἵν᾽ ἡμεῖς ἔχωμεν ὑπομνήματα καὶ παιδεύματα τῆς τῶν ὁμοίων, εἴ ποτε συμπέσοι καιρὸς, διασκέψεως· ὥστε τὰ μὲν φεύγειν, τὰ δὲ αἱρεῖσθαι, οἷον κανόσι τισὶ καὶ τύποις, τοῖς προλαβοῦσιν ἑπόμενοι παραδείγμασι.

ΡϚʹ. Τίς οὖν ἡ ἱστορία καὶ πόθεν ἡ συμβουλή; οὐδὲ γὰρ χεῖρον ἴσως ἀσφαλείας ἕνεκεν τῶν πολλῶν διελθεῖν. Ἔφευγε καὶ Ἰωνᾶς ἀπὸ προσώπου τοῦ Θεοῦ, μᾶλλον δὲ φεύγειν ᾤετο· ἀλλὰ κατελήφθη πελάγει, καὶ χειμῶνι, καὶ κλήρῳ, καὶ γαστρὶ κήτους, καὶ τριημέρῳ ταφῇ, τύπον ἐχούσῃ μυστηρίου μείζονος. Ἀλλ᾽ ἐκεῖνος μὲν, ἵνα μὴ τὴν σκυθρωπὴν καὶ ἄτοπον ἀγγελίαν ἀγγείλῃ τοῖς Νινευΐταις, καὶ μετὰ τοῦτο ψεύστης ἁλῷ, σωθείσης τῇ μετανοίᾳ τῆς πόλεως· οὐ γὰρ τῇ σωτηρίᾳ τῶν πονηρῶν ἐδυσχέραινεν, ἀλλὰ τὴν διακονίαν τοῦ ψεύδους ᾐσχύνετο, καὶ οἷον ἐζηλοτύπει τῆς προφητείας τὸ ἀξιόπιστον, ὅπερ ἐν αὐτῷ καταλυθῆναι κίνδυνος ἦν, οὐ δυναμένων τῶν πολλῶν συνιδεῖν τῆς τοῦ Θεοῦ περὶ ταῦτα οἰκονομίας τὸ βάθος.

ΡΖʹ. Ὡς δὲ ἐγώ τινος ἤκουσα σοφοῦ περὶ ταῦτα ἀνδρὸς, οὐκ ἀτόπως βοηθοῦντος τῷ φαινομένῳ τῆς ἱστορίας ἀτόπῳ, καὶ ἱκανοῦ καταλαβεῖν ἀνδρὸς προφήτου βαθύτητα, οὐδὲ ταῦτα ἦν ἃ τὸν μακάριον Ἰωνᾶν ἐποίει φυγάδα, καὶ εἰς Ἰόππην ἤγαγε, καὶ ἐξ Ἰόππης ἀνήγαγεν ἐπὶ Θαρσεὶς, πελάγει πιστεύσαντα τὴν ἑαυτοῦ κλοπήν· οὔτε γὰρ ἀγνοεῖν τοῦ Θεοῦ τὴν ἐπίνοιαν, προφήτην γε ὄντα, εἰκὸς αὐτὸν ἦν· ὅτι διὰ τῆς ἀπειλῆς, τὸ μὴ παθεῖν τὰ τῆς ἀπειλῆς Νινευΐταις ἐπραγματεύετο κατὰ τὴν μεγάλην αὐτοῦ σοφίαν, καὶ κατὰ τὰ ἀνεξερεύνητα αὐτοῦ κρίματα, καὶ τῶν ὁδῶν αὐτοῦ τὸ ἀνεξιχνίαστόν τε καὶ ἀκατάληπτον· οὔτ᾽, εἴπερ ἠπίστατο, μὴ ἀκολουθῆσαι Θεῷ, δι᾽ οὗ περ ἐβούλετο τρόπου τὴν σωτηρίαν ἐκείνοις μηχανωμένῳ. Τὸ δὲ δὴ καὶ οἴεσθαι, ὡς ἀποκρύψειν ἑαυτὸν τῷ πελάγει ἤλπισεν Ἰωνᾶς, καὶ τὸν μέγαν ὀφθαλμὸν τοῦ Θεοῦ διαλήσεσθαι τῇ φυγῇ, μὴ καὶ παντελῶς ἄτοπον ᾖ καὶ ἀπαίδευτον, καὶ οὐχ ὅπως περὶ προφήτου πιστεύεσθαι δίκαιον, ἀλλ᾽ οὐδὲ περὶ ἄλλου τινὸς τῶν νοῦν ἐχόντων, καὶ μετρίως αἰσθανομένων Θεοῦ καὶ τῆς ὑπὲρ πάντα δυνάμεως.

ΡΗʹ. Ἀλλ᾽ ᾔδει μὲν τοῦτο παντὸς μᾶλλον ὁ Ἰωνᾶς, φησὶν ὁ τὸν λόγον εἰπὼν, καὶ ἐγὼ πείθομαι, εἰς ὅ τι ἔφερε τοῖς Νινευΐταις τὸ κήρυγμα, καὶ ὅτι, τὸν δρασμὸν βουλεύων, τόπον μὲν ἤμειβε, Θεὸν δὲ οὐκ ἔφευγεν· οὐδὲ γὰρ ἄλλος τις ἀνθρώπων, οὐ γῆς ἑαυτὸν κατακρύψας κόλποις, οὐ θαλάσσης βάθεσιν, οὐ πτεροῖς κουφισθεὶς, εἴ τις ἐπίνοια, καὶ ἀναδραμὼν εἰς ἀέρα, οὐχ ᾅδου τοῖς κατωτάτω προσομιλήσας, οὐ νέφους παχύτητα περιβαλόμενος, οὐκ ἄλλο τῶν ἁπάντων οὐδὲν εἰς ἀσφάλειαν τοῦ δρασμοῦ βουλευσάμενος· ἀλλὰ τοῦτο μόνον τῶν πάντων ἀφευκτότατόν τε καὶ ἀμαχώτατον Θεὸς, κατασχεῖν καὶ ὑπὸ χεῖρα λαβεῖν θελήσας, φθάνει τοὺς ταχεῖς, σφάλλει τοὺς συνετοὺς, περιτρέπει τοὺς ἰσχυροὺς, συστέλλει τοὺς ὑψηλοὺς, ἡμεροῖ θράσος, πιέζει δύναμιν.

ΡΘʹ. Οὐ τοίνυν ἠγνόει τοῦ Θεοῦ τὴν κραταιὰν χεῖρα ὁ τοῖς ἄλλοις ταύτην ἀπειλῶν Ἰωνᾶς, οὐδὲ ὡς φευξόμενος εἰς ἅπαν διενοεῖτο τὸ θεῖον, μὴ τοῦτο πιστεύσωμεν· ἀλλ᾽ ἐπειδὴ τὴν ἔκπτωσιν ἑώρα τοῦ Ἰσραὴλ, καὶ μεταβαίνουσαν εἰς τὰ ἔθνη τὴν προφητικὴν χάριν ᾐσθάνετο, διὰ τοῦτο ὑποχωρεῖ τῷ κηρύγματι, καὶ ἀναβάλλεται τὸ ἐπίταγμα· καὶ τὴν κατασκοπὴν τῆς χαρᾶς ἀφεὶς, τοῦτο γὰρ Ἑβραίοις ἡ Ἰόππη δύναται, τὸ παλαιὸν ὕψος λέγω καὶ τὸ ἀξίωμα, εἰς τὸ τῆς λύπης ἑαυτὸν ἔῤῥιψε πέλαγος· καὶ διὰ τοῦτο χειμάζεται, καὶ καθεύδει, καὶ ναυαγεῖ, καὶ ἐξυπνίζεται, καὶ κληροῦται, καὶ ὁμολογεῖ τὴν φυγὴν, καὶ καταποντίζεται, καὶ ὑπὸ τοῦ κήτους καταπίνεται μὲν, οὐκ ἀναλίσκεται δέ· ἀλλ᾽ ἐκεῖ τὸν Θεὸν ἐπικαλεῖται, καὶ, τὸ θαῦμα, Χριστῷ τριήμερος συνεκδίδοται. Ἀλλ᾽ ὁ μὲν περὶ τούτου λόγος ἀναμεινάτω, μικρὸν ὕστερον, ἂν διδῷ Θεὸς, φιλοπονώτερον ἐξεργασθησόμενος.

ΡΙʹ. Νῦν δὲ ὅ μοι λέγειν ὁ λόγος ὡρμήθη, σκοπεῖν ἔπεισί μοι καὶ ὑπολαμβάνειν, ὅτι ἐκείνῳ μὲν τάχα τι καὶ συγγνώμης ἦν, δι᾽ ἣν εἶπον αἰτίαν ὀκνοῦντι τὴν προφητείαν· ἐμοὶ δὲ τίς ἄρα λόγος, ἢ τίς ἀπολογίας ὑπελείπετο τόπος ἐπὶ πλέον ἀφηνιάζοντι, καὶ τὸν οὐκ οἶδ᾽ εἴτ᾽ ἐλαφρὸν εἴτε βαρὺν εἰπεῖν χρὴ, ἀλλὰ τόν γε τεθέντα ζυγὸν τῆς λειτουργίας ἀναινομένῳ;

ΡΙΑʹ. Εἰ γὰρ, ὃ μόνον ἐν τούτοις ἰσχυρόν ἐστιν εἰπεῖν τοῦτο δοίη τις, ὅτι πολλῷ κατωτέρω κείμεθα τοῦ ἱερατεύειν Θεῷ, καὶ ὅτι τῆς Ἐκκλησίας ἄξιον εἶναι χρὴ πρῶτον, εἶτα τοῦ βήματος, καὶ τούτου πρῶτον, εἶτα τῆς προεδρίας· τάχα ἕτερος ἡμᾶς οὐκ ἀφήσει τοῦ τῆς ἀπειθείας ἐγκλήματος. Δεινὴ δὲ ἀπειθείας ἀπειλὴ, καὶ δεινὰ ταύτης τὰ ἐπιτίμια, ὥσπερ γε καὶ τῆς ἑτέρας μερίδος, μηδὲν ὀκνεῖν, μηδὲ ἀναδύεσθαι, μηδὲ, ὥσπερ ὁ Σαοὺλ ἐκεῖνος, τοῖς σκεύεσιν ὑποκρύπτεσθαι τοῖς πατρικοῖς, κἂν πρὸς ὀλίγον καλούμενον ἐπὶ προστασίαν, ἀλλ᾽ ὡς ἐπί τι πρᾶγμα κοῦφον καὶ ῥᾷστον χωρεῖν ἑτοίμως, οὗ μηδὲ μεταθέσθαι ἀσφαλὲς, μηδὲ βουλῇ δευτέρᾳ θεραπεῦσαι τὴν προλαβοῦσαν.

ΡΙΒʹ. Διὰ τοῦτο ἔκαμνον ἐγὼ τοῖς λογισμοῖς τὸ δέον ἀνερευνώμενος, καὶ μέσος δύο φόβων ἱστάμενος, τοῦ τε κατασπῶντος καὶ τοῦ ἀνάγοντος. Καὶ ἐπὶ πλεῖστον τούτοις ἐναπορήσας, καὶ ἀμφοτέρωθεν ἐμαυτὸν ταλαντεύσας, ἢ ὥσπερ ῥεῦμα ἀστάτοις πνεύμασι, τῇδε κἀκεῖσε μετακλιθεὶς, τέλος ἐγενόμην τοῦ σφοδροτέρου, καί με νικήσας, ἔχει παρασύρας ὁ φόβος τῆς ἀπειθείας. Καὶ σκοπεῖτε ὡς ὀρθῶς καὶ δικαίως διαιτῶ τοῖς φόβοις, μήτε τῆς οὐ διδομένης ἐφίεσθαι προστασίας, μήτε ἀπωθεῖσθαι τὴν διδομένην.

Τὸ μὲν γὰρ εἶναι θρασέων, τὸ δὲ ἀπειθῶν, καὶ ἀπαιδεύτων ἀμφότερα. Καὶ μέσος εἰμί τις τῶν τε ἄγαν τολμηρῶν καὶ τῶν λίαν δειλῶν· τῶν μὲν πάσαις ἐπιπηδώντων δειλότερος, τῶν δὲ φευγόντων πάσας θαρσαλεώτερος. Οὕτως ἐγὼ περὶ τούτων γινώσκω.

ΡΙΓʹ. Καὶ, ἔτι διελέσθαι σαφέστερον τῷ μὲν φόβῳ τῆς προστασίας, τάχα ἂν βοηθήσειε καὶ ὁ νόμος τῆς εὐπειθείας, τοῦ Θεοῦ τὴν πίστιν ἀμειβομένου διὰ τῆς ἑαυτοῦ χρηστότητος, καὶ εἰς προστάτην τέλειον καταρτίζοντος, τὸν αὐτῷ θαῤῥήσαντα, καὶ πάσας θέμενον ἐπ᾽ αὐτὸν τὰς ἐλπίδας· τῷ δὲ κινδύνῳ τῆς ἀπειθείας, οὐκ οἶδα τίς ἔσται ὁ βοηθῶν, ἢ τίς ὁ θαῤῥεῖν διακελευόμενος λόγος. Φόβος γὰρ μὴ τοῦτό γε ἀκούσωμεν περὶ ὧν ἐπιστεύθημεν, ὅτι τὰς ψυχὰς αὐτῶν ἐκ τῶν χειρῶν ὑμῶν ἐκζητήσω· καὶ Καθὼς ἀπώσασθέ με τοῦ εἶναι εἰς ἡγουμένους τοῦ λαοῦ μου καὶ ἄρχοντας, οὕτω κἀγὼ ἀπώσομαι ὑμᾶς τοῦ εἶναι ὑμῖν εἰς βασιλέα· καὶ, Καθὼς οὐκ εἰσηκούσατε τῆς φωνῆς μου, ἀλλ᾽ ἐδώκατε νῶτον σκληρὸν, καὶ ἠπειθήσατε· οὕτως ἔσται, ὅταν ἐπικαλέσησθέ με· ἐγὼ δὲ οὐκ ἐπιβλέψω ἐπὶ τὴν προσευχὴν ὑμῶν, οὐδ᾽ εἰσακούσομαι.

Ταύτας μὴ γένοιτο ἐλθεῖν ἡμῖν παρὰ τοῦ δικαίου κριτοῦ τὰς φωνὰς, ᾧ κἂν τὸν ἔλεον ᾄδωμεν, ἀλλὰ καὶ τὴν κρίσιν γε πάντως συνᾴδομεν. ΡΙΔʹ. Ἀλλὰ γὰρ πάλιν ἐπὶ τὴν ἱστορίαν φέρομαι, καὶ τῶν παλαιῶν τοὺς εὐδοκιμωτάτους ἀνασκοπῶν, εὑρίσκω ὅσους πώποτε εἰς ἐπιστασίαν ἢ προφητείαν ἢ χάρις προὐβάλετο, τοὺς μὲν εἴξαντας προθύμως τῇ κλήσει, τοὺς δὲ ἀναβαλομένους τὸ χάρισμα· καὶ οὐδετέρων μεμπτὴν, οὔτε τῶν ὑποχωρησάντων τὴν δειλίαν, οὔτε τῶν ὁρμησάντων τὴν προθυμίαν. Οἱ μὲν γὰρ τῆς διακονίας τὸ μέγεθος ηὐλαβήθησαν· οἱ δὲ τῷ καλοῦντι πιστεύσαντες ἠκολούθησαν.

Πρόθυμος ἦν Ἀαρών· ἀλλὰ Μωσῆς ἀπεμάχετο· ὑπήκουσεν Ἡσαΐας ἑτοίμως· ἀλλ᾽ ἐδεδοίκει τὸ νέον Ἱερεμίας, καὶ οὐ πρότερον τὴν προφητείαν ἐθάῤῥησεν, ἢ παρὰ Θεοῦ λαβεῖν καὶ ὑπόσχεσιν καὶ δύναμιν τῆς ἡλικίας κρείττονα.

ΡΙΕʹ. Τούτοις ἐμαυτὸν ἐγὼ κατεπᾴδω τοῖς λογισμοῖς, καί μοι κατὰ μικρὸν εἴκει τε καὶ μαλάσσεται, ὥσπερ σίδηρος, ἡ ψυχή· καὶ συνεργὸν λαμβάνω τῶν λογισμῶν τὸν χρόνον, καὶ συμβουλίαν τὰ τοῦ Θεοῦ δικαιώματα, οἷς πᾶσαν τὴν ἐμαυτοῦ ζωὴν κατεπίστευσα.

Διὰ τοῦτο οὐκ ἀπειθῶ, οὐδὲ ἀντιλέγω, φησὶν ὁ ἐμὸς Δεσπότης, οὐκ ἐπὶ προστασίαν καλούμενος, ἀλλ᾽ ὡς πρόβατον ἐπὶ σφαγὴν ἀγόμενος· ἀλλὰ καὶ προσπίπτω καὶ ταπεινοῦμαι ὑπὸ τὴν κραταιὰν τοῦ Θεοῦ χεῖρα, καὶ συγγνώμην αἰτοῦμαι τῆς πρὶν ἀργίας καὶ ἀπειθείας, εἴ τί μοι τοῦτο ἔγκλημα.

Ἐσιώπησα μὲν, ἀλλ᾽ οὐκ ἀεὶ σιωπήσομαι. Ὑπεχώρησα μέν τι μικρὸν, ὅσον ἐμαυτὸν ἐπισκέψασθαι, καὶ τῇ λύπῃ δοῦναι παράκλησιν· ἀλλὰ νῦν ὑψοῦν αὐτὸν ἐν Ἐκκλησίᾳ λαοῦ, καὶ ἐν καθέδρᾳ πρεσβυτέρων αἰνεῖν ἐδεξάμην. Εἰ ἐκεῖνα κατηγορίας, ταῦτα συγγνώμης ἄξια.

ΡΙϚʹ. Τί δεῖ μακροτέρων ἡμῖν τῶν λόγων; Ἔχετε ἡμᾶς, ὦ ποιμένες καὶ συμποιμένες· ἔχετε, ὦ ποίμνιον ἱερὸν καὶ Χριστοῦ τοῦ ἀρχιποιμένος ἄξιον· ἔχεις, ὦ πάτερ, εἰς πάντα νενικημένον, καὶ κατὰ τοὺς τοῦ Χριστοῦ νόμους πλέον ἢ τοὺς ἔξωθεν ὑπεξούσιον.

Ἔχεις τὴν εὐπείθειαν, ἀπόδος τὴν εὐλογίαν. Χειραγώγησον καὶ σὺ ταῖς εὐχαῖς, ὁδήγησον τῷ λόγῳ, τῷ πνεύματι στήρισον. Εὐλογία πατρὸς στηρίζει οἴκους τέκνων· καὶ στηριχθείημεν ἐγώ τε καὶ ὁ πνευματικὸς οἶκος οὗτος, ὃν ᾑρετισάμην, ὅν μοι καὶ γενέσθαι κατάπαυσιν εἰς αἰῶνα αἰῶνος εὔχομαι, ἀπὸ τῆς ἐντεῦθεν Ἐκκλησίας ἐπὶ τὴν ἐκεῖθεν παραπεμφθέντι, καὶ πανήγυριν πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς.

ΡΙΖʹ. Ἡ μὲν δὴ πρεσβεία τοσαύτη, καὶ οὕτως εὔλογος· ὁ δὲ Θεὸς τῆς εἰρήνης, ὁ ποιήσας τὰ ἀμφότερα ἓν, καὶ ἀποδοὺς ἡμᾶς ἀλλήλοις, ὁ καθίζων βασιλεῖς ἐπὶ θρόνων, καὶ ἀπὸ γῆς ἐγείρων πτωχὸν, καὶ ἀπὸ κοπρίας ἀνυψῶν πένητα· ὁ ἐκλεξάμενος Δαβὶδ τὸν δοῦλον αὐτοῦ, καὶ ἀναλαβὼν ἐκ τῶν ποιμνίων τῶν προβάτων, ἐλάχιστον ὄντα ἐν τοῖς υἱοῖς Ἰεσσαὶ καὶ νεώτατον· ὁ διδοὺς ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ πρὸς τὴν τοῦ Εὐαγγελίου τελείωσιν, αὐτὸς κρατήσειε τῆς χειρὸς ἡμῶν τῆς δεξιᾶς, καὶ ἐν τῇ βουλῇ αὐτοῦ ὁδηγήσειε, καὶ μετὰ δόξης προσλάβοιτο, ποιμαίνων ποιμαίνοντας, καὶ ὁδηγῶν ὁδηγοῦντας· ὡς ἂν ποιμαίνοιμεν τὸ ποίμνιον αὐτοῦ μετ᾽ ἐπιστήμης, ἀλλὰ μὴ ἐν σκεύεσι ποιμένος ἀπείρου, τὸ μὲν ἐν εὐλογίᾳ, τὸ δὲ ἐν κατάρᾳ τοῖς πάλαι κείμενον· αὐτὸς δοίη δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ· καὶ παραστήσειεν αὐτὸς ἑαυτῷ λαμπρὰν τὴν ποίμνην καὶ ἄσπιλον, καὶ τῆς ἄνω μάνδρας ἀξίαν, ἐν τῇ κατοικίᾳ τῶν εὐφραινομένων, ἐν τῇ τῶν ἁγίων λαμπρότητι· ὡς ἂν ἐν τῷ ναῷ αὐτοῦ πάντες λέγωμεν δόξαν, ποίμνη τε ὁμοῦ καὶ ποιμένες, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ᾧ πᾶσα δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.