ΟΓʹ. Τὸ δὲ ταχὺ τοῦτο καὶ σφαλερὸν, καὶ λίαν κατεσπουδασμένον, μὴ τῶν σπερμάτων ἐκείνοις ἐοικὸς ᾖ, ἃ κατὰ τῶν πετρῶν πεσόντα, καὶ διὰ τὸ μὴ ἔχειν βάθος γῆς, εὐθὺς ἀνακύψαντα, οὐδὲ τὴν πρώτην ἤνεγκε τοῦ ἡλίου θερμότητα· ἢ τῷ κατὰ τῆς ψάμμου τεθέντι θεμελίῳ, μηδὲ ὀλίγον ἀντισχόντι πρὸς τὴν βροχὴν καὶ τὰ πνεύματα. Οὐαί σοι, πόλις, ἧς ὁ βασιλεύς σου νεώτερός ἐστι, φησὶ Σολομῶν· καὶ, Μὴ ἴσθι ταχὺς ἐν λόγοις, τοῦ αὐτοῦ Σολομῶντος φωνὴ, πρᾶγμά τι ἔλαττον, λέγοντος, τὸ περὶ λόγον τάχος τῆς περὶ πρᾶξιν θερμότητος. Καὶ τίς ἐστι παρὰ ταῦτα ὁ τὸ τάχος ἀπαιτῶν πρὸ τῆς ἀσφαλείας καὶ τοῦ συμφέροντος; Τίς ὁ πλάττων, καθάπερ αὐθήμερον τοὺς πηλίνους, τὸν τῆς ἀληθείας προστάτην, τὸν μετὰ ἀγγέλων στησόμενον, καὶ μετὰ ἀρχαγγέλων δοξάσοντα, καὶ ἐπὶ τὸ ἄνω θυσιαστήριον ἀναπέμψοντα τὰς θυσίας, καὶ Χριστῷ συνιερεύσοντα, τὸν ἀναπλάσοντα τὸ πλάσμα, καὶ παραστήσοντα τὴν εἰκόνα, καὶ τῷ ἄνω κόσμῳ δημιουργήσοντα, καὶ τὸ μεῖζον εἰπεῖν, Θεὸν ἐσόμενον, καὶ θεοποιήσοντα;