Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Ἀπολογητικὸς περὶ τῆς φυγῆς

Γρηγόριος ὁ Ναζιανζηνός

Οι απαιτήσεις της ιερωσύνης και το ακατάληπτο της θείας φύσεως

Η μετάβαση στις παραγγελίες της Καινής Διαθήκης, η ανάγκη προσωπικής κάθαρσης έναντι της υποκρισίας, το μεγαλείο του λειτουργήματος και η ανθρώπινη αδυναμία ενώπιον του Θεού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 6 από 8

ΞΘʹ. Καὶ τί μοι τὰ παλαιὰ λέγειν; Τίς δὲ, τοῖς Παύλου κανόσι καὶ ὅροις ἑαυτὸν παρεκτείνων, οὓς περὶ ἐπισκόπων καὶ πρεσβυτέρων ἔταξε, νηφαλίους, σώφρονας εἶναι, μὴ παροίνους, μὴ πλήκτας, διδακτικοὺς, ἀλήπτους ἐν πᾶσι καὶ ἀνεπάφους τοῖς πονηροῖς, οὐ πολὺ τὸ διαφεῦγον εὑρήσει τὴν τῶν κανόνων εὐθύτητα; Τί δαὶ ἃ τοῖς μαθηταῖς Ἰησοῦς ἐπὶ τὸ κήρυγμα πέμπων νομοθετεῖ; ὧν τὸ κεφάλαιον, ἵνα μὴ τὰ καθ᾽ ἕκαστον λέγω, τοιούτους εἶναι τὴν ἀρετὴν, καὶ οὕτως εὐσταλεῖς καὶ μετρίους, καὶ ἔτι συντόμως εἰπεῖν, οὐρανίους, ὥστε οὐχ ἧττον διὰ τὸν τρόπον αὐτῶν, ἢ διὰ τὸν λόγον τρέχειν τὸ Εὐαγγέλιον.

Οʹ. Ἐμὲ δὲ φοβοῦσι καὶ ὀνειδιζόμενοι Φαρισαῖοι καὶ γραμματεῖς ἐλεγχόμενοι· ὧν αἰσχρὸν, εἰ πολὺ περιεῖναι δέον τὴν ἀρετὴν, ὡς διατετάγμεθα, εἴ τι δεοίμεθα τῆς τῶν οὐρανῶν βασιλείας, καὶ τὴν κακίαν φαινοίμεθα χείρους· ὥστε καὶ ὄφεις εἰκότως ἂν ἀκοῦσαι, καὶ γεννήματα ἐχιδνῶν, καὶ ὁδηγοὶ τυφλοὶ, τὸν κώνωπα διυλίζοντες, καὶ τὴν κάμηλον καταπίνοντες, καὶ τάφοι ῥυπαροὶ τὰ ἔνδον, μετ᾽ εὐπρεπείας τῆς ἔξωθεν καὶ παροψίδες καθαραὶ τὸ φαινόμενον, καὶ τἄλλα ὅσα ἐκεῖνοι καὶ εἰσὶ καὶ ἀκούουσι.

ΟΑʹ. Τούτοις ἐγὼ σύνειμι καὶ νύκτωρ καὶ μεθ᾽ ἡμέραν τοῖς λογισμοῖς· ταῦτά μοι τὸν μυελὸν ἐκτήκει, καὶ δαπανᾷ τὰς σάρκας, καὶ οὐκ ἐᾷ θρασὺν εἶναι καὶ ἄνω βλέποντα· ταῦτά μοι ταπεινοῖ τὴν ψυχὴν, καὶ τὸν νοῦν συστέλλει, καὶ τῇ γλώσσῃ δεσμὸν ἐπιτίθησι, καὶ οὐ περὶ προστασίας εἶναι ποιεῖ τὸν λόγον, οὐδὲ τοῦ κατορθοῦν ἄλλους καὶ διευθύνειν, ὃ πολλῆς ἐστι τῆς περιουσίας· ἀλλ᾽ ὅπως ἂν αὐτὸς τὴν ἐρχομένην ὀργὴν διαφύγοιμι, καὶ μικρόν τι τοῦ ἰοῦ τῆς κακίας ἐμαυτὸν ἀποξέσαιμι. Καθαρθῆναι δεῖ πρῶτον, εἶτα καθᾶραι· σοφισθῆναι, καὶ οὕτω σοφίσαι· γενέσθαι φῶς, καὶ φωτίσαι· ἐγγίσαι Θεῷ, καὶ προσαγαγεῖν ἄλλους· ἁγιασθῆναι, καὶ ἁγιάσαι· χειραγωγῆσαι μετὰ χειρῶν, συμβουλεῦσαι μετὰ συνέσεως.

ΟΒʹ. Πότε οὖν ἔσται ταῦτα, φασὶν οἱ ταχεῖς τὰ πάντα, καὶ οὐκ ἀσφαλεῖς, οἱ ῥᾳδίως οἰκοδομοῦντες, καὶ καταλύοντες; Καὶ πηνίκα ὁ λύχνος ἐπὶ τὴν λυχνίαν; Καὶ ποῦ τὸ τάλαντον; οὕτω τὸ χάρισμα λέγοντες. Ταῦτα οἱ θερμότεροι τὴν φιλίαν ἢ τὴν εὐλάβειαν.

Πότε ταῦτα, καὶ τίς ὁ ἐμὸς λόγος, ὦ γενναιότατοι; Οὐ μακρὰ προθεσμία, οὐδὲ γῆρας τὸ ἔσχατον. Κρείσσων γὰρ πολιὰ μετὰ φρονήσεως ἀπαιδεύτου νεότητος, καὶ λελογισμένη βραδύτης τάχους ἀπερισκέπτου· καὶ ὀλιγοχρόνιος βασιλεία μακρᾶς τυραννίδος· ὡς καὶ ὀλίγη μερὶς τιμία πολλῆς κτήσεως ἀτίμου καὶ σφαλερᾶς, καὶ χρυσὸς ὀλίγος μολύβδου πολυταλάντου, καὶ πολλοῦ σκότους. ὀλίγον φῶς.

ΟΓʹ. Τὸ δὲ ταχὺ τοῦτο καὶ σφαλερὸν, καὶ λίαν κατεσπουδασμένον, μὴ τῶν σπερμάτων ἐκείνοις ἐοικὸς ᾖ, ἃ κατὰ τῶν πετρῶν πεσόντα, καὶ διὰ τὸ μὴ ἔχειν βάθος γῆς, εὐθὺς ἀνακύψαντα, οὐδὲ τὴν πρώτην ἤνεγκε τοῦ ἡλίου θερμότητα· ἢ τῷ κατὰ τῆς ψάμμου τεθέντι θεμελίῳ, μηδὲ ὀλίγον ἀντισχόντι πρὸς τὴν βροχὴν καὶ τὰ πνεύματα. Οὐαί σοι, πόλις, ἧς ὁ βασιλεύς σου νεώτερός ἐστι, φησὶ Σολομῶν· καὶ, Μὴ ἴσθι ταχὺς ἐν λόγοις, τοῦ αὐτοῦ Σολομῶντος φωνὴ, πρᾶγμά τι ἔλαττον, λέγοντος, τὸ περὶ λόγον τάχος τῆς περὶ πρᾶξιν θερμότητος. Καὶ τίς ἐστι παρὰ ταῦτα ὁ τὸ τάχος ἀπαιτῶν πρὸ τῆς ἀσφαλείας καὶ τοῦ συμφέροντος; Τίς ὁ πλάττων, καθάπερ αὐθήμερον τοὺς πηλίνους, τὸν τῆς ἀληθείας προστάτην, τὸν μετὰ ἀγγέλων στησόμενον, καὶ μετὰ ἀρχαγγέλων δοξάσοντα, καὶ ἐπὶ τὸ ἄνω θυσιαστήριον ἀναπέμψοντα τὰς θυσίας, καὶ Χριστῷ συνιερεύσοντα, τὸν ἀναπλάσοντα τὸ πλάσμα, καὶ παραστήσοντα τὴν εἰκόνα, καὶ τῷ ἄνω κόσμῳ δημιουργήσοντα, καὶ τὸ μεῖζον εἰπεῖν, Θεὸν ἐσόμενον, καὶ θεοποιήσοντα;

ΟΔʹ. Οἶδα τίνος ἐσμὲν λειτουργοὶ, καὶ ποῦ κείμενοι, καὶ ποῦ πέμποντες· οἶδα τοῦ Θεοῦ τὸ ὕψος, καὶ τὴν ἀνθρωπίνην ἀσθένειαν, καὶ τὴν δύναμιν πάλιν· Οὐρανὸς ὑψηλὸς, γῆ δὲ βαθεῖα. Καὶ τίς ἀναβήσεται τῶν ἐῤῥιμμένων τῇ ἁμαρτίᾳ; Τίς περικείμενος ἔτι τὸν κάτω ζόφον καὶ τῆς σαρκὸς τὴν παχύτητα ὅλῳ νοῒ καθαρῶς ἐποπτεύσει νοῦν ὅλον, καὶ μιγήσεται τοῖς ἑστῶσι καὶ ἀοράτοις ἐν τοῖς ἀστάτοις καὶ ὁρωμένοις;

Μόλις γὰρ ἄν τις ἐνταῦθα τῶν σφόδρα κεκαθαρμένων καὶ εἴδωλον τοῦ καλοῦ θεωρήσειεν, ὥσπερ οἱ τὸν ἥλιον ἐν τοῖς ὕδασι. Τίς ὁ μετρήσας τῇ χειρὶ τὸ ὕδωρ, καὶ τὸν οὐρανὸν σπιθαμῇ, καὶ πᾶσαν τὴν γῆν δρακί; Τίς ἔστησε τὰ ὄρη σταθμῷ, καὶ τὰς νάπας ζυγῷ; Τίς τόπος τῆς καταπαύσεως αὐτοῦ, καὶ τίνι τῶν πάντων ὁμοιωθήσεται;

ΟΕʹ. Τίς ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ, καὶ τῇ σοφίᾳ κατασκευάσας ἄνθρωπον, καὶ εἰς ἓν ἀγαγὼν τὰ διεστῶτα, καὶ μίξας τὸν χοῦν τῷ πνεύματι, καὶ συνθεὶς ζῶον ὁρατὸν καὶ ἀόρατον, πρόσκαιρον καὶ ἀθάνατον, ἐπίγειον καὶ οὐράνιον, ἁπτόμενον Θεοῦ καὶ οὐ περιδρασσόμενον, ἐγγίζον καὶ μακρυνόμενον;

Εἶπα, σοφισθήσομαι, φησὶν ὁ Σολομῶν, καὶ αὐτὴ ἐμακρύνθη ἀπ᾽ ἐμοῦ μακρὸν ὑπὲρ ὃ ἦν, τὴν σοφίαν λέγων. Καὶ ὄντως ὁ προστιθεὶς γνῶσιν προστίθησιν ἄλγημα· οὐ μᾶλλον εὐφραίνοντος τοῦ εὑρεθέντος ἢ ἀνιῶντος τοῦ διαφεύγοντος· ὅπερ, οἶμαι, φιλεῖ συμβαίνειν τοῖς ἔτι διψῶσιν ἀποσπωμένοις ὕδατος· ἢ κρατεῖν τι οὐ δυναμένοις, ἔχειν νομίζουσιν· ἢ οὓς ἀπῆλθεν εὐθὺς ἀστραπὴ περιλάμψασα.

ΟϚʹ. Τοῦτό με ἵστη κάτω, καὶ ταπεινὸν ἐποίει, καὶ εἶναι βέλτιον ἔπειθεν ἀκούειν φωνὴν αἰνέσεως, ἢ ἐξηγητὴν εἶναι τῶν ὑπὲρ δύναμιν· ἡ μεγαλειότης, καὶ τὸ ὕψος, καὶ τὸ ἀξίωμα, καὶ αἱ καθαραὶ φύσεις μόλις χωροῦσαι Θεοῦ λαμπρότητα, ὃν ἄβυσσος καλύπτει, οὗ σκότος ἀποκρυφὴ, φωτὸς ὄντος τοῦ καθαρωτάτου καὶ ἀπροσίτου τοῖς πλείοσιν· ὃς ἐν τῷ παντὶ τῷδε, καὶ τοῦ παντός ἐστιν ἔξω· ὃς καλόν ἐστιν ἅπαν, καὶ ἄνω παντὸς καλοῦ· ὃς νοῦν φωτίζει, καὶ διαφεύγει νοῦ τάχος καὶ ὕψος, ὑποχωρῶν ἀεὶ τοσοῦτον, ὅσον καταλαμβάνεται, καὶ ὑπάγων πρὸς τὰ ἄνω τὸν ἐραστὴν τῷ φεύγειν, καὶ τῷ οἷον κρατούμενος κλέπτεσθαι.