Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Ἀπολογητικὸς περὶ τῆς φυγῆς

Γρηγόριος ὁ Ναζιανζηνός

Η σύγχρονη εκκλησιαστική κρίση και το δέος της διακονίας

Περιγραφή των εσωτερικών ερίδων, της πτώσης του ήθους και της σύγχυσης στην Εκκλησία, καθώς και ο φόβος της ανάληψης της ιερωσύνης εν μέσω αυτών των ταραχών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 7 από 8

ΟΖʹ. Τοσοῦτον μὲν δὴ καὶ τοιοῦτον ἡμῖν τὸ ποθούμενον καὶ σπουδαζόμενον· τοιοῦτον δὲ εἶναι χρὴ τὸν νυμφαγωγὸν τῶν ψυχῶν καὶ προμνήστορα. Ἔμοιγε μὴν δέος, μὴ καὶ τοῦ νυμφῶνος ἔξω ῥιφῶ δεθεὶς χεῖρας καὶ πόδας, ὡς οὐκ ἐνδεδυμένος ἔνδυμα γάμου, ἀλλὰ τολμηρῶς παρενείρας ἐμαυτὸν τοῖς ἐκεῖσε ἀνακειμένοις· καίτοι προσεκλήθην μὲν ἐκ νεότητος, ἵν᾽ εἴπω τι τῶν τοῖς πολλοῖς ἀγνοουμένων, καὶ ἐπ᾽ αὐτὸν ἐπεῤῥίφην ἐκ μήτρας, καὶ ἐδόθην δοτὸς ἐκ μητρικῆς ὑποσχέσεως, καὶ μετὰ τοῦτο τοῖς κινδύνοις ἐβεβαιώθην· καὶ ὁ πόθος συνηυξήθη, καὶ ὁ λογισμὸς συνέδραμε, καὶ πάντα ἔδωκα φέρων τῷ λαχόντι καὶ σώσαντι, κτῆσιν, περιφάνειαν, εὐεξίαν, τοὺς λόγους αὐτοὺς, ὧν τοῦτο ἀπήλαυσα μόνον, τὸ παριδεῖν καὶ ἐσχηκέναι ὧν Χριστὸν προετίμησα. Καὶ ἡδύνθη μοι τὰ τοῦ Θεοῦ λόγια, ὡς κηρία μέλιτος· καὶ τὴν σύνεσιν ἐπεκαλεσάμην, καὶ τῇ σοφίᾳ ἔδωκα φωνήν μου. Καὶ τἄλλα δὴ ταῦτα, οἷον θυμὸν μετρῆσαι, καὶ γλῶσσαν χαλινῶσαι, καὶ ὀφθαλμὸν σωφρονίσαι, καὶ γαστέρα παιδαγωγῆσαι, καὶ δόξαν πατῆσαι τὴν κάτω μένουσαν. Παραφρονῶν λέγω, ἀλλ᾽ οὖν εἰρήσεται· ταῦτα μὲν οὐ τῶν πολλῶν ἴσως ἐγενόμην φαυλότερος.

ΟΗʹ. Τοῦτο δὲ φιλοσοφῆσαι κρεῖττον ἢ καθ᾽ ἡμᾶς, δέξασθαι ψυχῶν ἡγεμονίαν καὶ προστασίαν, καὶ μήπω μηδὲ ποιμαίνεσθαι καλῶς μαθόντας ἡμᾶς, μηδὲ καθαρθέντας τὴν ψυχὴν ὅσον ἄξιον, ἔπειτα ποίμνης ἐπιστατεῖν πιστευθῆναι· καὶ ταῦτα ἐν καιροῖς τοιούτοις, ἐν οἷς ἀγαπητὸν ὁρῶντα τοὺς ἄλλους ἄνω καὶ κάτω στρεφομένους τε καὶ ταρασσομένους, φυγόντα φυγῇ ἐκ τοῦ μέσου, ὑπὸ σκέπην ἀναχωρήσαντα, λαθεῖν τοῦ πονηροῦ τὴν ζάλην καὶ τὴν σκοτόμαιναν· ἡνίκα πολεμεῖ μὲν ἀλλήλοις τὰ μέλη, οἴχεται δὲ τῆς ἀγάπης, εἰ καί τι ἦν λείψανον, ὄνομα δὲ κενὸν ἄλλως ὁ ἱερεὺς, ἐκχυθείσης ἐπ᾽ ἄρχοντας ἐξουδενώσεως, ὥσπερ εἴρηται.

ΟΘʹ. Καὶ εἴθε κενόν· νυνὶ δὲ τρέποιτο εἰς κεφαλὰς ἀθέων ἡ βλασφημία. Φόβος δὲ ἅπας ἐξώρισται τῶν ψυχῶν· ἀντεισῆκται δὲ ἀναίδεια· τοῦ βουλομένου δὲ ἡ γνῶσις, καὶ τὰ βάθη τοῦ Πνεύματος· πάντες δέ ἐσμεν εὐσεβεῖς ἐξ ἑνὸς μόνου τοῦ καταγινώσκειν ἄλλων ἀσέβειαν.

Χρώμεθα δὲ δικασταῖς τοῖς ἀθέοις, καὶ ῥιπτοῦμεν τὰ ἅγια τοῖς κυσὶ, καὶ βάλλομεν τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων, βεβήλοις ἀκοαῖς καὶ ψυχαῖς τὰ θεῖα δημοσιεύοντες· καὶ τὰς τῶν ἐχθρῶν εὐχὰς ἐπιμελῶς ἐκπληροῦμεν οἱ δείλαιοι, καὶ πορνεύοντες ἐν τοῖς ἐπιτηδεύμασιν ἡμῶν οὐκ αἰσχυνόμεθα.

Μωαβῖται δὲ καὶ Ἀμμανῖται, οἷς οὐδ᾽ ἐξῆν παριέναι εἰς Ἐκκλησίαν Κυρίου, τοῖς ἁγιωτάτοις ἡμῶν ἐμβατεύουσιν. Ἠνοίξαμεν δὲ πᾶσιν οὐ πύλας δικαιοσύνης, ἀλλὰ θύρας λοιδορίας τε καὶ τῆς κατ᾽ ἀλλήλων θρασύτητος· καὶ οὗτος ἄριστος ἡμῖν, οὐχ ὃς ἂν μηδὲ ῥῆμα πρόηται ἀργὸν φόβῳ Θεοῦ, ἀλλ᾽ ὃς ἂν τύχῃ πλεῖστα τὸν πλησίον εἰπὼν κακῶς, ἢ διαῤῥήδην, ἢ ἐν αἰνίγμασι· καὶ ὑπὸ τὴν γλῶσσαν αὐτοῦ στρέφων κόπον καὶ πόνον, ἢ ἰὸν ἀσπίδων, εἰπεῖν οἰκειότερον.

Πʹ. Τηροῦμεν δὲ τὰς ἀλλήλων ἁμαρτίας, οὐχ ἵνα θρηνήσωμεν, ἀλλ᾽ ἵνα ὀνειδίσωμεν· οὐδ᾽ ἵνα θεραπεύσωμεν, ἀλλ᾽ ἵνα προσπλήξωμεν, καὶ ἀπολογίαν ἔχωμεν τῶν ἡμετέρων κακῶν τὰ τῶν πλησίον τραύματα. Κακοὺς δὲ καὶ ἀγαθοὺς οὐχ ὁ τρόπος, ἀλλ᾽ ἡ διάστασις καὶ ἡ φιλία χαρακτηρίζει· καὶ ἃ σήμερον ἐπαινοῦμεν, αὔριον ἐκακίσαμεν· καὶ ἃ παρ᾽ ἄλλοις στηλιτεύεται, παρ᾽ ἡμῖν θαυμάζεται· καὶ πάντα συγχωρεῖται προθύμως τῷ ἀσεβεῖν.

Οὕτω τὴν κακίαν ἐσμὲν μεγαλόψυχοι! ΠΑʹ. Γέγονε δὲ πάντα ὡς τὸ ἀπαρχῆς, ὅτε οὔπω κόσμος ἦν, οὐδὲ ἡ νῦν εὐταξία καὶ μόρφωσις· ἀλλὰ συγκεχυμένον τὸ πᾶν καὶ ἀνώμαλον ἐδεῖτο τῆς εἰδοποιοῦ χειρὸς καὶ δυνάμεως. Εἰ βούλει δὲ, ὡς ἐν νυκτομαχίᾳ καὶ σελήνης ἀμυδροῖς φέγγεσιν, ἐχθρῶν ἢ φίλων ὄψεις οὐ διαγινώσκοντες· ἢ ὡς ἐν ναυμαχίᾳ καὶ ζάλῃ, καὶ πνευμάτων ἐμβολαῖς, καὶ ῥοθίῳ ζέοντι, καὶ κυμάτων ἐπιδρομαῖς, καὶ νηῶν ἀραγμοῖς, καὶ κοντῶν ὠθισμοῖς, καὶ κελευστῶν φωναῖς, καὶ πιπτόντων οἰμωγαῖς ὑπερηχούμενοί τε καὶ ἀπορούμενοι, καὶ τῆς ἀνδρείας καιρὸν οὐκ ἔχοντες, φεῦ τοῦ πάθους! ἀλλήλοις περιπίπτομεν, καὶ ὑπ᾽ ἀλλήλων ἀναλισκόμεθα.

ΠΒʹ. Καὶ οὐχ ὁ λαὸς μὲν οὕτως, ὁ δὲ ἱερεὺς ἑτέρως· ἀλλά μοι νῦν ἐκεῖνο πληροῦσθαι δοκεῖ καθαρῶς, τὸ, Γέγονεν ὁ ἱερεὺς καθὼς ὁ λαὸς, ἐν κατάρᾳ πάλαι λεγόμενον. Καὶ οὐχ οἱ πολλοὶ μὲν οὕτως, οἱ δὲ ἁδροὶ τοῦ λαοῦ καὶ προέχοντες ἐναντίως· ἀλλ᾽ οὗτοί γε καὶ φανερῶς πολεμοῦσι τοῖς ἱερεῦσιν, ἐφόδιον ἔχοντες εἰς πειθὼ τὴν εὐσέβειαν· καὶ ὅσοι μὲν περὶ πίστεως τοῦτο πασχόντων, καὶ τῶν ἀνωτάτω ζητημάτων καὶ πρώτων οὐδ᾽ ἐγὼ μέμφομαι, ἀλλ᾽ εἰ δεῖ τἀληθὲς εἰπεῖν, καὶ προσεπαινῶ, καὶ συνήδομαι. Καὶ τούτων εἷς εἴην τῶν ὑπὲρ ἀληθείας ἀγωνιζομένων καὶ τῶν ἀπεχθανομένων· μᾶλλον δὲ καὶ εἶναι καυχήσομαι. Κρείττων γὰρ ἐπαινετὸς πόλεμος εἰρήνης χωριζούσης Θεοῦ· καὶ διὰ τοῦτο τὸν πραῢν μαχητὴν ὁπλίζει τὸ Πνεῦμα, ὡς καλῶς πολεμεῖν δυνάμενον.

ΠΓʹ. Νῦν δέ εἰσί τινες οἱ καὶ περὶ μικρῶν πολεμοῦντες, καὶ εἰς οὐδὲν ὅφελος, καὶ κοινωνοὺς, ὅσους ἂν δύνωνται, τοῦ κακοῦ προσλαμβάνοντες, λίαν ἀμαθῶς καὶ θρασέως. Εἶτα ἐπὶ πᾶσιν ἡ πίστις, καὶ τοῦτο τὸ σεμνὸν ὄνομα ταῖς ἰδίαις αὐτῶν φιλονεικίαις παρασυρόμενον. Ἐκ δὲ τούτων, ὡς τὸ εἰκὸς, μισούμεθα μὲν ἐν τοῖς ἔθνεσι, καὶ ὃ τούτου χαλεπώτερον, οὐδὲ εἰπεῖν ἔχομεν, ὡς οὐ δικαίως· διαβεβλήμεθα δὲ καὶ τῶν ἡμετέρων τοῖς ἐπιεικεστέροις· οὐδὲν γὰρ θαυμαστὸν εἰ τοῖς πλείοσιν, οἳ μόλις ἄν τι καὶ τῶν καλῶν ἀποδέχοιντο.

ΠΔʹ. Τεκταίνουσι δὲ ἐπὶ τῶν νώτων ἡμῶν οἱ ἁμαρτωλοί· καὶ ἃ κατ᾽ ἀλλήλων ἐπινοοῦμεν, κατὰ πάντων ἔχουσι· καὶ γενόναμεν θέατρον καινὸν, οὐκ ἀγγέλοις καὶ ἀνθρώποις, οἷον ὁ γενναιότατος τῶν ἀθλητῶν Παῦλος, πρὸς τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἀγωνιζόμενος, ἀλλὰ πᾶσι μικροῦ τοῖς πονηροῖς, καὶ ἐπὶ παντὸς καιροῦ καὶ τόπου, ἐν ἀγοραῖς, ἐν πότοις, ἐν εὐφροσύναις, ἐν πένθεσιν. Ἤδη δὲ προήλθομεν καὶ μέχρι τῆς σκηνῆς, ὃ μικροῦ καὶ δακρύω λέγων, καὶ μετὰ τῶν ἀσελγεστάτων γελώμεθα· καὶ οὐδὲν οὕτω τερπνὸν τῶν ἀκουσμάτων καὶ θεαμάτων, ὡς Χριστιανὸς κωμῳδούμενος.

ΠΕʹ. Ταῦτα ἡμῖν ὁ πρὸς ἀλλήλους πόλεμος· ταῦτα οἱ λίαν ὑπὲρ τοῦ ἀγαθοῦ καὶ πράου μαχόμενοι· ταῦτα οἱ πλέον ἀγαπῶντες τὸν Θεὸν ἢ ὅσον συμφέρει· καὶ παλαίειν μὲν οὐκ ἔξεστιν ἔξω τῶν νενομισμένων, οὐδ᾽ ἄλλο τι ἀγωνίζεσθαι· ἢ καταβοήσεται καὶ ἀτιμασθήσεται, καὶ ἀπολεῖ τὴν νίκην ὁ ἐκπαλαίων, ἢ ἄλλο τι μὴ καλῶς ἀγωνιζόμενος, μηδὲ κατὰ τοὺς κειμένους ὅρους τῆς ἀγωνίας, κἂν ὅτι γενναῖος ᾖ καὶ τεχνικώτατος· ὑπὲρ Χριστοῦ δὲ ἀγωνιεῖταί τις οὐ κατὰ Χριστὸν, ἔπειτα χαριεῖται τῇ εἰρήνῃ, πολεμῶν ὑπὲρ αὐτῆς ὡς οὐκ ἕξεστι;

ΠϚʹ. Καὶ οἱ μὲν δαίμονες φρίττουσιν εἰς ἔτι καὶ νῦν Χριστοῦ καλουμένου, καὶ οὐδὲ ὑπὸ τῆς κακίας ἡμῶν ἐξίτηλος γέγονεν ἡ τοῦ ὀνόματος τούτου δύναμις· ἡμεῖς δὲ οὐκ αἰσχυνόμεθα τὸ σεμνὸν οὕτω καὶ πρᾶγμα καὶ ὄνομα καθυβρίζοντες· καὶ μονονοὺ φανερῶς αὐτοῦ βοῶντος ἀκούοντες καὶ καθ᾽ ἑκάστην ἡμέραν· Τὸ γὰρ ὄνομά μου βλασφημεῖται δι᾽ ὑμᾶς ἐν τοῖς ἔθνεσι.

ΠΖʹ. Καὶ τὸν μὲν ἔξωθεν οὐ δέδοικα πόλεμον, οὐδὲ τὸν νῦν ἐπαναστάντα θῆρα ταῖς ἐκκλησίαις, καὶ τοῦ πονηροῦ τὸ πλήρωμα, κἂν πῦρ ἀπειλῇ, κἂν ξίφη, κἂν θῆρας, κἂν κρημνοὺς, κἂν βάραθρα, κἂν πάντων γένηται τῶν πώποτε μανέντων ἀπανθρωπότατος, κἂν ταῖς οὔσαις τιμωρίαις προσεξεύρῃ χαλεπωτέρας.

Ἓν ἔχω πρὸς πάντα φάρμακον, μίαν ὁδὸν εἰς νίκην· Ἐν Χριστῷ καυχήσομαι, τὸν ὑπὲρ Χριστοῦ θάνατον. ΠΗʹ. Πρὸς δὲ τὸν ἐμὸν πόλεμον οὐκ ἔχω τίς γένωμαι, τίνα συμμαχίαν ἐξεύρω, τίνα λόγον σοφίας, τί χάρισμα, ποίᾳ πανοπλίᾳ πρὸς τὰς τοῦ πονηροῦ μεθοδείας ὁπλίσομαι. Τίς νικήσει τοῦτον Μωϋσῆς ἐκτείνας τὰς χεῖρας ἐπὶ τοῦ ὄρους, ἵν᾽ ὁ σταυρὸς ἰσχύσῃ τυπούμενος καὶ προμηνυόμενος; Τίς Ἰησοῦς μετὰ τοῦτον, τῷ ἀρχιστρατήγῳ τῶν θείων παρατάξεων συμπαραταττόμενος; Τίς Δαβὶδ, ἢ ψάλλων, ἢ πολεμῶν ἐν σφενδόναις, καὶ ὑπὸ τοῦ Θεοῦ περιεζωσμένος δύναμιν εἰς πόλεμον, καὶ τοὺς δακτύλους εἰς παράταξιν γυμναζόμενος; Τίς Σαμουὴλ, καὶ προσευχόμενος τοῦ λαοῦ καὶ προθυόμενος, καὶ χρίων εἰς βασιλέα τὸν νικᾷν δυνάμενον; Τίς θρηνήσει ταῦτα πρὸς ἀξίαν Ἱερεμίας, θρήνους γράφων ὑπὲρ τοῦ Ἰσραήλ;

ΠΘʹ. Τίς βοήσεται, Φεῖσαι, Κύριε, τοῦ λαοῦ σου, καὶ μὴ δῷς τὴν κληρονομίαν σου εἰς ὄνειδος, τοῦ κατάρξαι αὐτῶν ἔθνη; Τίς περὶ ἡμῶν προσεύξεται Νῶε, καὶ Ἰὼβ, καὶ Δανιὴλ, οἱ συνευχόμενοι καὶ συναριθμούμενοι, ἵνα κοπάσῃ μικρὸν ἡμῖν ὁ πόλεμος, ἵνα γενώμεθα ἡμῶν αὐτῶν, ἵν᾽ ἀλλήλους ποτὲ γνωρίσωμεν, ἵνα μηκέτι ὦμεν ἀνθ᾽ ἑνὸς τοῦ Ἰσραὴλ Ἰούδας καὶ Ἰσραὴλ, μηκέτι Ῥοβοὰμ καὶ Ἱεροβοὰμ, μηκέτι Ἱερουσαλὴμ καὶ Σαμάρεια, αἱ ἐν μέρει διὰ τὰς ἁμαρτίας παραδιδόμεναι, καὶ ἐν μέρει θρηνούμεναι;

ϟʹ. Ἐγὼ μὲν γὰρ ἀσθενέστερος εἶναι τοῦ πολέμου τούτου ὁμολογῶ, καὶ διὰ τοῦτο ἔδωκα τὰ νῶτα, καλύψας τὸ πρόσωπον ἐν τροπῇ, καὶ καταμόνας καθεσθῆναι, ὅτι πικρίας ἐνεπλήσθην, ἐζήτησα καὶ σιωπῆσαι, συνιὼν, ὅτι ὁ καιρὸς πονηρός ἐστιν· ὅτι ἀπελάκτισαν οἱ ἠγαπημένοι, ὅτι γεγόναμεν υἱοὶ ἀφεστηκότες, ἡ ἄμπελος ἡ εὐκληματοῦσα, ἡ ἄμπελος ἡ ἀληθινὴ, πᾶσα καρποφόρος, ὡραία πᾶσα, καλῶς ταῖς σταγόσι ταῖς ἄνωθεν ἀνατέλλουσα· ὅτι ἐστράφη εἰς ἀτιμίαν ἐμοὶ τὸ διάδημα τοῦ κάλλους, τὸ ἀποσφράγισμα τῆς ἐμῆς δόξης, ὁ τῆς καυχήσεως στέφανος· εἰ δέ τις πρὸς ταῦτα τολμηρὸς καὶ γενναῖος, μακάριος οὗτος ἐμοὶ τοῦ θάρσους καὶ τῆς γενναιότητος.

ϟΑʹ. Καὶ οὔπω λέγω τὸν ἔνδον καὶ ἐν ἡμῖν αὐτοῖς, τὸν ἐν τοῖς πάθεσι πόλεμον, ὃν πολεμούμεθα νυκτὸς καὶ ἡμέρας ὑπὸ τοῦ τῆς ταπεινώσεως σώματος, τὰ μὲν κρύβδην, τὰ δὲ φανερῶς· καὶ τῆς ἄνω καὶ κάτω κυμαινούσης ἡμᾶς καὶ στροβούσης, διά τε αἰσθήσεως καὶ τῶν ἄλλων τερπνῶν τοῦ βίου τούτου περιφορᾶς, τοῦ τε πηλοῦ τῆς ἰλύος, ᾧ ἐμπεπήγμεθα, καὶ τοῦ νόμου τῆς ἁμαρτίας ἀντιστρατευομένου τῷ νόμῳ τοῦ πνεύματος, καὶ διαφθείρειν ἐπιχειροῦντος τὴν βασιλικὴν ἐν ἡμῖν εἰκόνα, καὶ ὅσον τῆς θείας ἀποῤῥοίας ἡμῖν συγκαταβέβληται· ὡς μόλις ἄν τις ἑαυτὸν ἢ μακρᾷ φιλοσοφίᾳ παιδαγωγήσας, καὶ ἀποῤῥηγνὺς κατὰ μικρὸν τὸ τῆς ψυχῆς εὐγενὲς καὶ φωτοειδὲς τοῦ ταπεινοῦ καὶ τῷ σκότει συνεζευγμένου, ἢ Θεοῦ τυχὼν ἵλεω, ἢ καὶ ἄμφω ταῦτα, καὶ μελέτην ὅτι μάλιστα ποιούμενος ἄνω βλέπειν τῆς κατασπώσης ὕλης ἐπικρατήσειε.

Πρὶν δὲ ταύτην ὑπερσχεῖν ὅση δύναμις καὶ ἀνακαθᾶραι ἱκανῶς τὴν διάνοιαν, ὑπέρ τε τοὺς ἄλλους μακρῷ γενέσθαι τῇ πρὸς Θεὸν ἐγγύτητι, ἢ ψυχῶν προστασίαν δέξασθαι, ἢ μεσιτείαν Θεοῦ καὶ ἀνθρώπων (τοῦτο γὰρ ἴσως ὁ ἰερεὺς), οὐκ ἀσφαλὲς εἶναι γινώσκω.

ϟΒʹ. Καὶ ὅθεν εἰς τοῦτο ὑπήχθην τὸ δέος; ἵνα μή με τοῦ δέοντος δειλότερον ὑπολαμβάνητε, ἀλλὰ καὶ σφόδρα ἐπαινῆτε τῆς προμηθείας. Ἀκούω μὲν αὐτοῦ Μωσέως, ἡνίκα ἐχρημάτιζεν αὐτῷ ὁ Θεὸς, ὅτι, πλειόνων εἰς τὸ ὄρος προσκεκλημένων, ὧν εἷς ἦν καὶ Ἀαρὼν σὺν τοῖς παισὶ τοῖς δύο τοῖς ἱερεῦσι, καὶ ἑβδομήκοντα πρεσβυτέρων τῆς γερουσίας, οἱ μὲν λοιποὶ προσκυνῆσαι πόῤῥωθεν ἐκελεύσθησαν, ἐγγίσαι δὲ Μωσῆς μόνος, οὐ συναναβῆναι δὲ ὁ λαὸς ὡς οὐ πάντων ὄντος Θεοῦ γενέσθαι πλησίον, πλὴν εἴ τις κατὰ Μωσέα Θεοῦ χωρῆσαι δόξαν δυνάμενος· καὶ ἔτι πρὸ τούτων ἐν ἀρχῇ τῆς νομοθεσίας, τοὺς μὲν ἄλλους σάλπιγγες, καὶ ἀστραπαὶ, καὶ βρονταὶ, καὶ γνόφος, καὶ ὅλον καπνιζόμενον τὸ ὄρος, καὶ ἀπειλαὶ φρικώδεις, κἂν θηρίον θίγῃ τοῦ ὄρους, λιθοβοληθήσεται, καὶ ἄλλα τοιαῦτα δείματα ἵστη κάτω, καὶ μέγα ἦν αὐτοῖς, μόνης ἀκοῦσαι τῆς τοῦ Θεοῦ φωνῆς, εὖ μάλα ἁγνισαμένοις· Μωσῆς δὲ καὶ ἄνεισι, καὶ τῆς νεφέλης εἴσω χωρεῖ, καὶ νομοθετεῖται, καὶ δέχεται πλάκας· τοῖς μὲν πολλοῖς τὰς τοῦ γράμματος, τοῖς δὲ ὑπὲρ τοὺς πολλοὺς τὰς τοῦ πνεύματος.

ϟΓʹ. Ἀκούω δὲ Ναδὰβ καὶ Ἀβιοὺδ, ὅτι, ξένῳ πυρὶ θυμιάσαντες μόνον, ξένῳ καὶ ἀνηλώθησαν κολασθέντες δι᾽ ὧν ἠσέβησαν, καὶ τὸν αὐτὸν εὑρόντες τῆς ἀπωλείας, ὃν καὶ τῆς ἀσεβείας καιρὸν καὶ τόπον· καὶ οὐδὲ Ἀαρὼν ἤρκεσε πρὸς σωτηρίαν αὐτοῖς ὁ πατὴρ, ὁ Μωσέως παρὰ Θεῷ δεύτερος. Γινώσκω δὲ καὶ Ἡλεὶ τὸν ἱερέα, καὶ μικρὸν ὕστερον Ὀζᾶν, τὸν μὲν ὑπὲρ τῆς τῶν παίδων παρανομίας ἀπαιτηθέντα δίκην, ἣν ἐτόλμων κατὰ τῶν θυσιῶν πρὸ καιροῦ τῶν λεβήτων ἀπαρχόμενοι, καὶ ταῦτα οὐκ ἀποδεχόμενον αὐτῶν τὴν ἀσέβειαν, ἀλλὰ πολλὰ πολλάκις ἐπιτιμήσαντα· τὸν δὲ, ὅτι, ψαύσας τῆς κιβωτοῦ μόνον περισπασθείσης ὑπὸ τοῦ μόσχου, τὴν μὲν περιεσώσατο, αὐτὸς δὲ ἀπώλετο, φυλάσσοντος τοῦ Θεοῦ τῇ κιβωτῷ τὸ σεβάσμιον.

ϟΔʹ. Οἶδα δ᾽ ἔγωγε μηδὲ τοὺς ἐν τοῖς σώμασι μώμους τῶν ἱερέων, ἢ τῶν θυμάτων ἀνεξετάστους μένοντας, ἀλλὰ τελείους τέλεια προσάγειν νενομισμένον, σύμβολον, οἶμαι, τοῦτο τῆς κατὰ ψυχὴν ἀρτιότητος· μηδὲ στολῆς τῆς ἱερατικῆς, ἢ σκεύους τινὸς τῶν ἁγίων ψαύειν παντὶ θεμιτὸν ὄν· μηδὲ τὰς θυσίας αὐτὰς, ὑφ᾽ ὧν, καὶ ὅτε, καὶ οὗ μὴ καθῆκον ἦν, ἀναλίσκεσθαι· μηδὲ τὸ ἔλαιον ἀπομιμεῖσθαι τῆς χρίσεως, μηδὲ τὸ θυμίαμα τῆς συνθέσεως· μηδὲ εἰς τὸ ἱερὸν εἰσιέναι, ὅστις ἢ ψυχὴν ἢ σῶμα οὐ καθαρὸς, μέχρι καὶ τῶν μικροτάτων· τοσούτου δεῖ εἰς τὰ ἅγια τῶν ἁγίων προσφοιτᾷν θαῤῥοῦντα, ὧν ἑνὶ καὶ ἅπαξ τοῦ ἐνιαυτοῦ μόνον ἐπιβατὸν ἦν· τοσούτου δεῖ τὸ καταπέτασμα, ἢ τὸ ἱλαστήριον, ἢ τὴν κιβωτὸν, ἢ τὰ χερουβὶμ, ἢ προσβλέπειν εἶναι παντὸς, ἢ προσάπτεσθαι.

ϟΕʹ. Ταῦτα οὖν εἰδὼς ἐγὼ, καὶ ὅτι μηδεὶς ἄξιος τοῦ μεγάλου καὶ Θεοῦ, καὶ θύματος, καὶ ἀρχιερέως, ὅστις μὴ πρότερον ἑαυτὸν παρέστησε τῷ Θεῷ θυσίαν ζῶσαν, ἁγίαν, μηδὲ τὴν λογικὴν λατρείαν εὐάρεστον ἐπεδείξατο, μηδὲ ἔθυσε τῷ Θεῷ θυσίαν αἰνέσεως καὶ πνεῦμα συντετριμμένον, ἣν μόνον ὁ πάντα δοὺς ἀπαιτεῖ παρ᾽ ἡμῶν θυσίαν, πῶς ἔμελλον θαῤῥῆσαι προσφέρειν αὐτῷ τὴν ἔξωθεν, τὴν τῶν μεγάλων μυστηρίων ἀντίτυπον· ἢ πῶς ἱερέως σχῆμα καὶ ὄνομα ὑποδύεσθαι, πρὶν ὁσίοις ἔργοις τελειῶσαι τὰς χεῖρας; πρὶν τὸν ὀφθαλμὸν ἐθίσαι βλέπειν ὑγιῶς τὴν κτίσιν, καὶ εἰς θαῦμα μόνον τοῦ κτίσαντος, ἀλλὰ μὴ ζημίαν τοῦ πλάσαντος; πρὶν τῇ παιδείᾳ Κυρίου ἱκανῶς ἀνοιγῆναι τὰ ὦτα, καὶ προστεθῆναί μοι ὠτίον μὴ βαρέως ἀκούειν δυνάμενον, ἀλλὰ ἐνώτιον χρυσοῦν σαρδίῳ πολυτελεῖ δεθῆναι, λόγον σοφοῦ εἰς οὖς εὐήκοον; πρὶν τὸ στόμα, τὰ χείλη, τὴν γλῶσσαν, τὸ μὲν ἀνοιγῆναι καὶ ἑλκῦσαι πνεῦμα, ἢ πλατυνθῆναι καὶ πληρωθῆναι τῷ πνεύματι λαλουμένων μυστηρίων τε καὶ δογμάτων· τὰ δὲ αἰσθήσει θείᾳ, κατὰ τὴν σοφίαν εἰπεῖν, δεθῆναι, προσθείην δ᾽ ἂν ὅτι καὶ ἐν καιρῷ λυθῆναι· τὴν δὲ πλησθῆναι ἀγαλλιάσεως, καὶ θείας μελῳδίας γενέσθαι πλῆκτρον, ἐξεγειρομένην τῇ δόξῃ, συνεξεγειρομένην ὄρθριον, καὶ μέχρι τοῦ κολληθῆναι τῷ λάρυγγι κάμνουσαν;

πρὶν ἐπὶ πέτραν στῆναι τοὺς πόδας μου, καταρτισθέντας ὡς ἐλάφων, καὶ κατευθυνθῆναί μοι τὰ κατὰ Θεὸν διαβήματα, μὴ παρ᾽ ὀλίγον μηδ᾽ ὅλως ἐκχεόμενα; πρὶν ἅπαν μέλος ὅπλον γενέσθαι δικαιοσύνης, καὶ ἀποθέσθαι πᾶσαν νεκρότητα, καταποθεῖσαν ὑπὸ τῆς ζωῆς, καὶ ὑποχωρήσασαν τῷ πνεύματι;

ϟϚʹ. Τίς μήπω τοῖς ἁγνοῖς καὶ πεπυρωμένοις τοῦ Θεοῦ λογίοις καεὶς τὴν καρδίαν ἐν τῷ διανοιγῆναι αὐτῷ τὰς Γραφάς· μηδὲ ἀπογραψάμενος αὐτὰ τρισσῶς ἐπὶ πλάτος τῆς καρδίας, ὥστε νοῦν ἔχειν Χριστοῦ· μηδὲ τῶν τοῖς πολλοῖς ἀποκρύφων καὶ ἀοράτων καὶ σκοτεινῶν θησαυρῶν εἴσω γενόμενος, ὥστε τὸν ἐν αὐτοῖς κατοπτεῦσαι πλοῦτον, καὶ ἄλλους πλουτίζειν δύνασθαι, πνευματικὰ συγκρίνων πνευματικοῖς;

ϟΖʹ. Τίς μήπω θεωρήσας, ὡς θεωρεῖν ἄξιον, τὴν τερπνότητα Κυρίου, καὶ ἐπισκεψάμενος τὸν ναὸν αὐτοῦ, μᾶλλον δὲ ναὸς γενόμενος Θεοῦ ζῶντος καὶ ζῶν κατοικητήριον Χριστοῦ ἐν πνεύματι; τίς μήπω τύπων καὶ ἀληθείας ἐπιγνοὺς συγγένειαν καὶ διάκρισιν, καὶ τῶν μὲν ἀναχωρήσας, τῇ δὲ προσθέμενος, ἵνα, τὴν τοῦ γράμματος φυγὼν παλαιότητα, τῇ καινότητι δουλεύσῃ τοῦ πνεύματος, καὶ μεταβῇ καθαρῶς ἐπὶ τὴν χάριν ἀπὸ τοῦ νόμου πληρουμένου πνευματικῶς ἐν τῇ καταργήσει τοῦ σώματος;

ϟΗʹ. Τίς μήπω διὰ πασῶν ὁδεύσας τῶν τοῦ Χριστοῦ προσηγοριῶν καὶ δυνάμεων, καὶ ἔργῳ καὶ θεωρίᾳ, τῶν τε ὑψηλοτέρων καὶ πρώτων, καὶ τῶν δι᾽ ἡμᾶς ταπεινοτέρων καὶ τελευταίων, τοῦ Θεοῦ, τοῦ Υἱοῦ, τῆς Εἰκόνος, τοῦ Λόγου, τῆς Σοφίας, τῆς Ἀληθείας, τοῦ Φωτὸς, τῆς Ζωῆς, τῆς Δυνάμεως, τῆς Ἀτμίδος, τῆς Ἀποῤῥοίας, τοῦ Ἀπαυγάσματος, τοῦ Ποιητοῦ, τοῦ Βασιλέως, τῆς Κεφαλῆς, τοῦ Νόμου, τῆς Ὁδοῦ, τῆς Θύρας, τοῦ Θεμελίου, τῆς Πέτρας, τοῦ Μαργαρίτου, τῆς Εἰρήνης, τῆς Δικαιοσύνης, τοῦ Ἁγιασμοῦ, τῆς Ἀπολυτρώσεως, τοῦ Ἀνθρώπου, τοῦ Δούλου, τοῦ Ποιμένος, τοῦ Ἀμνοῦ, τοῦ Ἀρχιερέως, τοῦ Θύματος, τοῦ Πρωτοτόκου πρὸ κτίσεως, Πρωτοτόκου ἐκ τῶν νεκρῶν, τῆς Ἀναστάσεως· τίς τούτων τῶν ὀνομάτων τε καὶ πραγμάτων ἐπακούων εἰκῆ, καὶ μήπω κοινωνήσας τῷ Λόγῳ, μηδὲ μεταλαβὼν αὐτοῦ, καθ᾽ ὃ τούτων ἕκαστόν ἐστί τε καὶ κέκληται;

ϟΘʹ. Τίς, μήπω σχολάσας, μηδὲ μαθὼν λαλεῖν Θεοῦ σοφίαν ἐν μυστηρίῳ τὴν ἀποκεκρυμμένην, ἔτι νήπιος ὢν, ἔτι τρεφόμενος γάλακτι, ἔτι τῶν οὐκ ἀριθμουμένων ἐν τῷ Ἰσραὴλ, οὐδὲ καταλεγομένων εἰς Θεοῦ παράταξιν, μήπω τὸν Χριστοῦ σταυρὸν ὡς ἀνὴρ αἴρειν δυνάμενος, μήπω μηδὲ ἄλλοτι μέλος ὢν ἴσως τῶν τιμιωτέρων, ἔπειτα εἰς κεφαλὴν καταστῆναι Χριστοῦ πληρώματος δέξεται χαίρων καὶ προθυμούμενος;

Οὐκ ἔμοιγε κριτῇ καὶ συμβούλῳ· ἀλλ᾽ οὗτος ὁ φόβων μέγιστος, οὗτος ὁ κινδύνων ἔσχατος παντὶ τῷ συνιέντι καὶ τοῦ κατορθουμένου τὸ μέγεθος, καὶ τῆς διαμαρτίας τὸν ὄλεθρον. Ρʹ. Ἄλλος μὲν οὖν πλείτω κατ᾽ ἐμπορίαν, ἔλεγον, καὶ τὰ μακρὰ διαπεραιούσθω πελάγη, καὶ συμφερέσθω τοῖς ἀνέμοις ἀεὶ καὶ τοῖς κύμασι μεγάλα καὶ κερδήσων, ἂν οὕτω τύχῃ, καὶ κινδυνεύσων, ὅστις πλευστικώτατος ἢ ἐμπορικώτατος· ἐμοὶ δ᾽ οὖν αἱρετώτερον ἐπὶ γῆς ἀνέχοντι, βραχεῖαν αὔλακα τέμνοντι καὶ γλυκεῖαν, πόῤῥωθεν ἀσπαζομένῳ κέρδη καὶ θάλασσαν, ζῇν οὕτως ὅπως ἂν δύνωμαι σὺν ὀλίγῃ καὶ μικρᾷ τῇ μάζῃ, καὶ βίον ἕλκειν ἀσφαλῆ καὶ ἀκύμαντον, ἢ μακρὸν ἀναῤῥιπτεῖν καὶ μέγαν ἐπὶ μεγάλοις κέρδεσι κίνδυνον.

ΡΑʹ. Ὑψηλῷ μὲν γὰρ ζημία τὸ μὴ ἐγχειρεῖν μείζοσι, μηδὲ εἰς πλείους διατείνειν τὴν ἀρετὴν, ἀλλ᾽ ἐπὶ μικρῶν ἵστασθαι, οἷον μεγάλῳ φωτὶ μικρὸν οἶκον αὐγάζοντα, ἢ πανοπλίᾳ νεανικῇ σῶμα παιδικὸν περισκέποντα· μικρῷ δὲ ἀσφάλεια μικρὰ φορτίζεσθαι, ἀλλὰ μὴ, τοῖς ὑπὲρ δύναμιν ἑαυτὸν ὑποτιθέντα, γέλωτά τε ὀφλισκάνειν ὁμοῦ, καὶ προστιθέναι τὸν κίνδυνον· ὥσπερ γε καὶ πύργον οἰκοδομεῖν οὐκ ἄλλῳ τινὶ προσῆκεν ἢ ὃς ἔχει τὰ πρὸς ἀπαρτισμὸν, ὡς ἠκούσαμεν.