Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Διαθήκη

Γρηγόριος ὁ Ναζιανζηνός

Προοίμιο και καθολική κληρονομία υπέρ των πτωχών

Εισαγωγικές διατάξεις της διαθήκης, ορισμός πτωχοτρόφων και ανάδειξη του διακόνου Γρηγορίου ως γενικού κληρονόμου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 1 από 4

Τοῦ ἁγίου Γρηγορίου τοῦ Θεολόγου ἴσον τῆς διαθήκης, μεταγραφὲν ἐκ τοῦ ἀρχετύπου δικαιώματος, ἐν ᾧ καὶ ἰδιόχειροι ὑπογραφαὶ σώζονται ὑπ᾽ αὐτοῦ τε καὶ τῶν ὑπογραψάντων μαρτύρων. Ὑπατείᾳ Φλαβίου Εὐχερίου, καὶ Φλαβίου Εὐαγρίου, τῶν λαμπροτάτων, πρὸ μιᾶς Καλανδῶν Ἰανουαρίων. Γρηγόριος ἐπίσκοπος τῆς καθολικῆς ἐκκλησίας τῆς ἐν Κωνσταντίνου πόλει, ζῶν καὶ φρονῶν, καὶ ὑγιεῖ γνώσει, καὶ ἐῤῥωμένοις τοῖς λογισμοῖς, διεθέμην τὴν διαθήκην μου ταύτην· ἣν κελεύω καὶ βούλομαι εἶναι κυρίαν καὶ βεβαίαν ἐπὶ παντὸς δικαστηρίου καὶ πάσης ἐξουσίας. Ἤδη μὲν γὰρ τὴν ἐμαυτοῦ γνώμην κατέστησα φανερὰν, καὶ πᾶσάν μου τὴν οὐσίαν καθιέρωσα τῇ καθολικῇ ἐκκλησίᾳ τῇ κατὰ Ναζιανζὸν, εἰς τὴν τῶν πτωχῶν διακονίαν, τῶν ὑπὸ τὴν προειρημένην ἐκκλησίαν. Διόπερ καὶ τρεῖς προεστησάμην πτωχοτρόφους εἶναι, κατὰ ταύτην μου τὴν προαίρεσιν, Μάρκελλον τὸν διάκονον καὶ μονάζοντα, καὶ Γρηγόριον τὸν διάκονον, τὸν ἐκ τῆς οἰκίας μου γενόμενον, καὶ Εὐστάθιον τὸν μονάζοντα, τὸν καὶ αὐτὸν ἐκ τῆς οἰκίας μου γενόμενον. Καὶ νῦν δὲ τὴν αὐτὴν συνείδησιν τῇ ἁγίᾳ ἐκκλησίᾳ τῇ κατὰ Ναζιανζὸν φυλάττων, ἔχομαι τῆς αὐτῆς προαιρέσεως.

Ἐὰν οὖν συμβῇ με τέλει τοῦ βίου χρήσασθαι, ἔστω μου κληρονόμος ὁ προειρημένος Γρηγόριος ὁ διάκονος καὶ μονάζων, ὁ γενόμενος ἐκ τῆς οἰκίας μου, ὃν πάλαι ἠλευθέρωσα, ἐξ ὁλοκλήρου πάσης μου τῆς οὐσίας, κινητῆς τε καὶ ἀκινήτου, τῆς πανταχοῦ μοι ὑπαρχούσης· οἱ δὲ λοιποὶ πάντες ἔστωσάν μου ἀποκληρονόμοι. Οὕτω μέν τοι, ὥστε αὐτὸν πᾶσάν μου τὴν οὐσίαν, κινητήν τε καὶ ἀκίνητον, ἀποκαταστῆσαι τῇ ἁγίᾳ καθολικῇ ἐκκλησίᾳ τῇ ἐν Ναζιανζῷ, μηδὲν τὸ παράπαν ὑπεξελόμενον, πλὴν ὧν ἂν ἐν ταύτῃ τῇ διαθήκῃ μού τισιν ἰδικῶς καταλίπω, λεγάτου ἢ φιδεκομμίσσου χάριν· ἀλλὰ πάντα, ὡς προεῖπον, ἀκριβῶς ἀποσῶσαι τῇ ἐκκλησία, ἔχοντα τὸν τοῦ Θεοῦ φόβον πρὸ ὀφθαλμῶν, καὶ εἰδότα ὄτι εἰς διακονίαν τῶν πτωχῶν τῆς αὐτῆς ἐκκλησίας προσέταξα πᾶσάν μου τὴν οὐσίαν προσχωρῆσαι, καὶ ἐπὶ τούτῳ αὐτὸν ἐνεστησάμην κληρονόμον, ὥστε δι᾽ αὐτοῦ τῇ ἐκκλησίᾳ πάντα ἀπαραλείπτως ἀποσωθῆναι.