Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Διαθήκη

Γρηγόριος ὁ Ναζιανζηνός

Ειδικά κληροδοτήματα, απελευθερώσεις οικετών και διατάξεις υπέρ των οικείων

Ειδικές παροχές προς πρόσωπα του στενού περιβάλλοντος, χορήγηση ελευθερίας σε δούλους και ρυθμίσεις για τα συγγενικά πρόσωπα του διαθέτη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 2 από 4

Τοὺς οὖν οἰκέτας, οὒς ἠλευθέρωσα, εἴτε ἐξ ἐμῆς προαιρέσεως, εἴτε ἐξ ἐντολῶν τῶν μακαριωτάτων γονέων μου, τούτους πάντας βούλομαι καὶ νῦν ἐπ᾽ ἐλευθερίας μένειν, καὶ τὰ πεκούλια αὐτοῖς πάντα μένειν βεβαίως καὶ ἀνενόχλητα.

Ἔτι βούλομαι κατασχεῖν τὸν κληρονόμον μου Γρηγόριον τὸν διάκονον, ἅμα τῷ μονάζοντι Εὐσταθίῳ, τοὺς γενομένους ἐκ τῆς οἰκίας μού ποτε, κτῆμα ἐν Ἀριανζοῖς τὸ ἐκ τῶν Ῥηγίνου κατελθὸν εἰς ἡμᾶς. Τὰ δὲ φορβάδια καὶ τὰ πρόβατα, ὅσα ἤδη αὐτοῖς παρὼν ἐκέλευσα δοθῆναι, ὧν καὶ τὴν νομὴν αὐτοῖς καὶ τὴν δεσποτείαν παρέδωκα, ταῦτα μένειν αὐτοῖς ἀνενόχλητα βούλομαι δεσποτείας δικαίῳ.

Ἔτι δὲ ἐξαιρέτως Γρηγόριον τὸν διάκονον καὶ κληρονόμον μου, γνησίως ὑπηρετήσαντά μοι, βούλομαι κατασχεῖν ἰδίῳ δεσποτείας δικαίῳ χρυσίνους τὸν ἀριθμὸν πεντήκοντα. Τῇ αἰδεσιμωτάτῃ παρθένῳ Ῥουσσιανῇ, τῇ συγγεννίδι μου, ῥητὰ ἐκέλευσα καθ᾽ ἕκαστον ἔτος δίδοσθαι πρὸς τὸ ἐλευθερίως αὐτὴν διάγειν· ἅπερ βούλομαι καὶ κελεύω πάντα κατὰ τὸν τύπον, ὃν προσέταξα, ἀνυπερθέτως αὐτῇ δίδοσθαι καθ᾽ ἔτος. Περὶ δὲ οἰκήσεως αὐτῆς, τότε μὲν οὐδὲν διεταξάμην, μὴ εἰδὼς ποῦ μᾶλλον ἀρεστόν ἐστιν αὐτῇ διάγειν· νῦν δὲ καὶ τοῦτο βούλομαι, ὥστε, ἐν οἵῳ ἂν ἐπιλέξηται χωρίῳ, κατασκευασθῆναι αὐτῇ οἰκίαν ἐλευθέρᾳ πρέπουσαν, εὐσχήμονι διαγωγῇ παρθένου· ἥνπερ οἰκίαν ἕξει δηλαδὴ ἀνενοχλήτως εἰς χρῆσιν καὶ καρπείαν μέχρι βίου ζωῆς, μετὰ δὲ ταῦτα ἀποκαταστήσει τῇ ἐκκλησίᾳ. Προστεθῆναι δὲ αὐτῇ βούλομαι καὶ δύο κόρας, ἃς αὐτὴ ἐπιλέξηται, οὕτω μέντοι, ὥστε αὐτῇ παραμεῖναι τὰς κόρας μέχρι τοῦ τῆς ζωῆς αὐτῆς χρόνου. Καὶ εἰ μὲν αὐταῖς εὐχαριστήσειεν, ἐξεῖναι αὐτῇ ἐλευθερίᾳ αὐτὰς τιμῆσαι· εἰ δὲ μὴ, καὶ αὐτὰς διενεγκεῖν τῇ αὐτῇ ἐκκλησίᾳ.

Θεόφιλον τὸν παῖδα, τὸν παραμένοντά μοι, ἤδη ἠλευθέρωσα. Βούλομαι οὖν αὐτῷ καὶ νῦν δοθῆναι λεγάτου χάριν νομίσματα εʹ. Εὐπράξιον δὲ τὸν ἀδελφὸν αὐτοῦ βούλομαι ἐλεύθερον εἶναι, καὶ δοθῆναι αὐτῷ λεγάτου λόγῳ χρυσᾶ νομίσματα εʹ.

Ἔτι βούλομαι Θεοδόσιον τὸν Νοτάριόν μου ἐλεύθερον εἶναι, δοθῆναι δὲ αὐτῷ καὶ λεγάτου λόγῳ χρυσοῦ νομίσματα εʹ. Τὴν γλυκυτάτην μου θυγατέρα Ἀλυπιανὴν (τῶν γὰρ ἄλλων Εὐγενείας τε καὶ Νόννης ὀλίγος ὁ λόγος, ὧν καὶ ὁ βίος ἐπιλήψιμός ἐστι·) βούλομαι συγγνώμην ἔχειν μοι, εἰ μηδὲν αὐτῇ καταλιπεῖν κύριος ἐγενόμην, πάντα προεπαγγειλάμενος τοῖς πτωχοῖς, μᾶλλον δὲ τοῖς μακαριωτάτοις γονεῦσιν ὑποσχομένοις ἀκολουθήσας, ὧν ἀθετῆσαι τὴν γνώμην, οὔθ᾽ ὅσιον, οὔτ᾽ ἀσφαλὲς ἡγοῦμαι.

Ὅσα μέντοι ἐκ τῶν τοῦ μακαρίου μου ἀδελφοῦ Καισαρίου πραγμάτων, ἐν ἐσθῆτι σηρικῇ ἢ λινῇ ἢ ἐρεᾷ ἢ βουριχαλίοις περιλέλειπται, ταῦτα διαφέρειν τοῖς τέκνοις αὐτῆς βούλομαι, καὶ ἐν μηδενὶ μήτ᾽ ἐκείνην, μήτε τὰς ἀδελφὰς αὐτῆς ἐνοχλεῖν, μήτε τῷ κληρονόμῳ μου, μήτε τῇ ἐκκλησίᾳ.