Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Διαθήκη

Γρηγόριος ὁ Ναζιανζηνός

Διευθετήσεις κτηματικών διαφορών και κληροδοτήματα προς κληρικούς

Τακτοποίηση εκκρεμοτήτων περί κτημάτων και συμβολαίων, καθώς και παροχή κληροδοτημάτων προς διακόνους και νοταρίους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 3 από 4

Μελέτιος ὁ γαμβρός μου τὸ κτῆμα τὸ ἐν Ἀπηνζινσῷ τὸ ἐκ τῶν Εὐφημίου, ἴστω κακῶς κατέχων· καὶ ὑπὲρ τούτου καὶ πρότερον ἐπέστειλα πολλάκις τῷ Εὐφημίῳ, ἀνανδρίαν αὐτοῦ καταγινώσκων, εἰ μὴ τὸ ἑαυτοῦ ἀναῤῥύσαιτο. Καὶ νῦν μαρτύρομαι πάντας καὶ ἄρχοντας καὶ ἀρχομένους, ὅτι ἀδικεῖται ὁ Εὐφήμιος· χρὴ γὰρ τῷ Εὐφημίῳ ἀποκαταστῆναι τὸ κτῆμα. Τὴν ὠνὴν τοῦ χωρίου Κανοτάλων τῷ αἰδεσιμωτάτῳ υἱῷ, τῷ ἐπισκόπῳ Ἀμφιλοχίῳ, ἀποκαταστῆναι βούλομαι.

Ἔστι γὰρ ἐν τοῖς χαρτίοις ἡμῶν, καὶ πάντες ἴσασιν ὅτι καὶ τὸ συνάλλαγμα ἐλύθη, καὶ τὴν τιμὴν ἀπέλαβον, καὶ τὴν νομὴν καὶ τὴν δεσποτείαν τοῦ κτήματος πάλαι παρέδωκα. Εὐαγρίῳ τῷ διακόνῳ, πολλά μοι συγκαμόντι καὶ συνεκφροντίσαντι, διὰ πλειόνων τε τὴν εὔνοιαν παραστήσαντι, χάριν ὁμολογῶ καὶ ἐπὶ Θεοῦ καὶ ἐπ᾽ ἀνθρώπων, καὶ τοῖς μείζοσι μὲν αὐτὸν ὁ Θεὸς ἀμείψεται· ἵνα δὲ μηδὲ τὰ μικρὰ τῆς φιλίας σύμβολα παρ᾽ ἡμῶν ἐλλείπῃ, βούλομαι αὐτῷ δοθῆναι κάμασον ἓν, στιχάριον ἓν, πάλλια δύο, χρυσᾶ νομίσματα λʹ.

Ὁμοίως καὶ τῷ γλυκυτάτῳ συνδιακόνῳ ἡμῶν Θεοδούλῳ, τῷ ἡμῶν ἀδελφῷ, δοθῆναι βούλομαι κάμασον ἓν, στιχάρια β᾽, τῶν ἐν τῇ πατρίδι, χρυσᾶ νομίσματα κʹ, ἐκ τοῦ ἐν τῇ πατρίδι λόγου. Ἐλαφίῳ τῷ νοταρίῳ, εὐτρόπῳ ὄντι καὶ καλῶς ἡμᾶς ἀναπαύσαντι ὃν ὑπηρετήσατο χρόνον, βούλομαι δοθῆναι κάμασον ἓν, στιχάρια β, πάλλια τρία, σιγγιλιῶνα, ἐν τῇ πατρίδι χρυσᾶ νομίσματα κʹ.