Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Διαθήκη

Γρηγόριος ὁ Ναζιανζηνός

Τελικές νομικές ρήτρες και υπογραφές μαρτύρων

Επικύρωση της ισχύος της διαθήκης, ιδιόχειρη υπογραφή του διαθέτη Γρηγορίου και βεβαίωση του εγγράφου από τους παριστάμενους επισκόπους και κληρικούς.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 4 από 4

Ταύτην μου τὴν διαθήκην κυρίαν καὶ βεβαίαν εἶναι βούλομαι, ἐπὶ παντὸς δικαστηρίου καὶ πάσης ἐξουσίας. Εἰ δὲ ὡς διαθήκη μὴ ἰσχύσειεν, εἰς βούλησιν εἴτ᾽ οὖν κωδίκελλον, αὐτὴν ἰσχύειν βούλομαι· Ὁ δὲ ἐπιχειρῶν αὐτὴν ἀνατρέπειν, δώσει λόγον ἐν ἡμέρᾳ κρίσεως, καὶ ἕξει τὸν λόγον.

Πρὸς τοὔνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Γρηγόριος ἐπίσκοπος τῆς καθολικῆς ἐκκλησίας τῆς ἐν Κωνσταντινουπόλει, ἀναγνοὺς τὴν διαθήκην καὶ ἀρεσθεὶς πᾶσι τοῖς προγεγραμμένοις, ὑπέγραψα χειρὶ ἐμῇ, καὶ ἰσχύειν αὐτὴν κελεύω καὶ βούλομαι.

Ἀμφιλόχιος ἐπίσκοπος τῆς καθολικῆς ἐκκλησίας τῆς ἐν Ἰκονίῳ, παρὼν τῇ διαθήκῃ τοῦ αἰδεσιμωτάτου ἐπισκόπου Γρηγορίου, καὶ παρακληθεὶς παρ᾽ αὐτοῦ, ὑπέγραψα χειρὶ ἐμῇ. Ὄπτιμος ἐπίσκοπος τῆς κατὰ Ἀντιόχειαν καθολικῆς ἐκκλησίας, παρὼν διατιθεμένῳ τῷ αἰδεσιμωτάτῳ ἐπισκόπῳ Γρηγορίῳ, κατὰ τὰ προγεγραμμένα, καὶ παρακληθεὶς παρ᾽ αὐτοῦ, ὑπέγραψα χειρὶ ἐμῇ.

Θεοδόσιος ἐπίσκοπος τῆς καθολικῆς ἐκκλησίας τῆς ἐν Ἴδῃ, παρὼν τῇ διαθήκῃ τοῦ αἰδεσιμωτάτου ἐπισκόπου Γρηγορίου, καὶ παρακληθεὶς παρ᾽ αὐτοῦ, ὑπέγραψα χειρὶ ἐμῇ. Θεόδουλος ἐπίσκοπος τῆς ἁγίας καθολικῆς ἐκκλησίας τῆς κατὰ Ἀπάμειαν, [παρήμην τῇ διαθήκῃ τοῦ αἰδεσιμωτάτου ἐπισκόπου Γρηγορίου, καὶ παρακληθεὶς παρ᾽ αὐτοῦ, ὑπέγραψα χειρὶ ἐμῇ].

Ἱλάριος ἐπίσκοπος τῆς καθολικῆς ἐκκλησίας τῆς κατὰ Ἰσαυρίαν, παρὼν [διατιθεμένῳ τῷ αἰδεσιμωτάτῳ ἐπισκόπῳ Γρηγορίῳ, καὶ παρακληθεὶς παρ᾽ αὐτοῦ, ὑπέγραψα χειρὶ ἐμῇ]. Θεμίστιος ἐπίσκοπος τῆς κατὰ Ἀδριανούπολιν [τοῦ Θεοῦ ἁγίας ἐκκλησίας, παρήμην ἐν τῇ διαθήκῃ τοῦ αἰδεσιμωτάτου ἐπισκόπου Γρηγορίου, καὶ παρακληθεὶς παρ᾽ αὐτοῦ, ὑπέγραψα χειρὶ ἐμῇ.] Κληδόνιος πρεσβύτερος τῆς καθολικῆς ἐκκλησίας τῆς ἐν Ἰκονίῳ, παρὼν [τῇ διαθήκῃ τοῦ αἰδεσιμωτάτου ἐπισκόπου Γρηγορίου, καὶ παρακληθεὶς παρ᾽ αὐτοῦ, ὑπέγραψα χειρὶ ἐμῇ.] Ἰωάννης ἀναγνώστης καὶ νοτάριος .... τῆς ἁγιωτάτης .... ἐκκλησίας Ναζιανζουπόλεως .... πεποιηκὼς τὸ ἴσον τῆς θείας διαθήκης τῆς ἀποκειμένης ἐν [τῇ κατ᾽ ἐμὲ] ἁγιωτάτῃ ἐκκλησίᾳ, τοῦ ἁγίου καὶ εὐἐμὲ] ἁγιωτάτῃ ἐκκλησίᾳ, τοῦ ἁγίου καὶ εὐδόξου καὶ θεολόγου Γρηγορίου, ἐκδέδωκα.