Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς ἑαυτὸν καὶ πρὸς τοὺς λέγοντας αὐτὸν ἐπιθυμεῖν τοῦ θρόνου τῆς Κωνσταντινουπόλεως

Γρηγόριος ὁ Ναζιανζηνός

Απολογία για τον θρόνο της Κωνσταντινουπόλεως και η θεία κρίση

Απόκρουση των κατηγοριών περί φιλοδοξίας, προβολή της διακονίας της Εκκλησίας και αντιπαραβολή της άδικης ανθρώπινης κρίσης με την αλάνθαστη θεία δικαιοσύνη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 3 από 4

Ϛʹ. Ἐπεὶ δὲ καὶ ταῖς ὕβρεσιν ὁρῶ τινας δυσχεραίνοντας, καὶ συμφορὰν ἑαυτῶν ποιουμένους, τὴν ἀτιμίαν τὴν ἡμετέραν, φέρε, καὶ περὶ ταύτης βραχέα φιλοσοφήσωμεν. Ἐγὼ γὰρ, εἰ μὲν ἀνθρώπινόν τι καὶ μικρὸν ἐννοῶν, ἢ τῆς καθέδρας ταύτης μεταποιούμενος, ἢ τὴν ἀρχὴν ἐπέστην ὑμῖν, μετὰ τῆς πολιᾶς ταύτης, καὶ τῶν ἐῤῥικνωμένων τούτων καὶ χρόνῳ καὶ νόσῳ μελῶν, ἢ νῦν ταύτας φέρω τὰς ἀτιμίας, αἰσχυνοίμην μὲν ἂν τὸν οὐρανὸν καὶ τὴν γῆν, ἃ καὶ τοῖς παλαιοῖς ἔθος μαρτύρεσθαι· αἰσχυνοίμην δ᾽ ἂν τὴν καθέδραν ταύτην, καὶ τὸ ἱερὸν τοῦτο συνέδριον, καὶ τὸν ἅγιον τοῦτον καὶ νεοπαγῆ λαὸν, ἐφ᾽ ὃν τοσαύτη τῶν πονηρῶν δυνάμεων ἡ παράταξις, ἵνα πρὶν συστῆναι λυθῇ, καὶ πρὶν γεννηθῆναι νεκρωθῇ, κατὰ Χριστὸν ἤδη μορφούμενος. Αἰσχυνοίμην δ᾽ ἂν τοὺς ἐμοὺς καμάτους καὶ πόνους, καὶ τὸ ἔσθημα τοῦτο τὸ τρύχινον, καὶ τὴν ἐρημίαν καὶ τὴν ἀναχώρησιν ᾗ συνεζήσαμεν, καὶ τὸν ἄσκευον βίον, καὶ τὴν εὐτελῆ τράπεζαν, μικρὸν τῶν πτηνῶν ἀποδέουσαν.

Ἀληθευέτωσαν δὲ καί τινες περὶ ἡμῶν, ὅτι γυναικὸς ἀλλοτρίας ἐπεθυμήσαμεν, οἱ μηδὲ ἰδίαν ἔχειν θελήσαντες. Ἐχέτωσαν δὲ ἡμῶν καὶ Γαβαωνῖται πλέον, οὓς οὐδὲ εἰς ξυλοκόπους καὶ ὑδροφόρους οἶδ᾽ ὅτι τὸ Πνεῦμα τὸ ἅγιον παραδέχεται, μέχρις ἂν προσίωσι τοῖς ἱεροῖς μετὰ τοιούτων τοῦ βίου καὶ τοῦ λόγου στιγμάτων. Εἰ δὲ τῷ λόγῳ συνηγορήσοντες ἥκομεν, καὶ τῇ χήρᾳ καὶ τῇ ἀνάνδρῳ τέως Ἐκκλησίᾳ τὰ δυνατὰ συνεισοίσοντες, οἶόν τινες ἐπίτροποι καὶ κηδεμόνες, ἄλλῳ νυμφαγωγήσοντες, ὃς ἐὰν ἄξιος τοῦ κάλλους φανῇ, καὶ πλείονα τὰ ἐξ ἀρετῆς ἔδνα προσενέγκῃ τῇ βασιλίδι, πότερον, ἐπαινετοὶ τῆς προθυμίας, ἢ ψεκτοὶ τῆς ὑπονοίας; ὅτι τοῖς ἀλλοτρίοις κρινόμεθα πάθεσιν.

Ὡς δὴ σύ γε, ὦ βέλτιστε, καὶ εἰ νηῒ χειμαζομένῃ χεῖρα ὀρέγομεν ἢ πολιορκουμένῃ πόλει, ἢ ὑπὸ πυρὸς οἰκίᾳ δαπανωμένῃ, ἢ σκάφεσι βοηθοῦντες, ἢ φάλαγξιν, ἢ σβεστηρίοις ὀργάνοις, πάντως ἂν ἢ καταποντιστὰς ἡμᾶς ὠνόμασας, ἢ τῆς πόλεως, ἢ τῆς οἰκίας ἐραστὰς, ἀλλ᾽ οὐ προστάτας καὶ κηδεμόνας.

Ζʹ. Ἀλλ᾽ οὐχ οὕτω, φησὶ, δοκεῖ τοῖς πολλοῖς. Τί δέ μοι διαφέρει, ᾧ τοῦ εἶναι πλεῖον ὁ λόγος, μᾶλλον δὲ πᾶς; Τοῦτο γὰρ, ἢ κατέκρινεν, ἢ ἐδικαίωσεν· ἢ ἄθλιον πεποίηκεν, ἢ μακάριον. Τὸ δὲ δοκεῖν, οὐδὲν πρὸς ἡμᾶς, ὤσπερ οὐδὲ ὄναρ ἀλλότριον.

Οὐχ οὕτω, φησὶ, δοκεῖς τοῖς πολλοῖς, ἄνθρωπε. Ἡ γῆ δὲ δοκεῖ τοῖς ἰλιγγιῶσιν ἑστάναι; τοῖς δὲ μεθύουσι νήφειν οἱ νήφοντες, ἀλλ᾽ οὐκ ἐπὶ κεφαλὴν βαδίζειν, ἢ περιτρέπεσθαι; τὸ μέλι δὲ, οὐ πικρόν ἐστιν, ὅτε καὶ οἷς νομίζεται, νοσοῦσί τε καὶ κακῶς διακειμένοις;

Ἀλλ᾽ οὐ παρὰ τοῦτο τὰ πράγματα οὕτως ἔχει, ὡς δοκεῖ τοῖς πάσχουσιν. Δεῖξον οὖν ὑγιαίνοντας τοὺς οὕτως ὑπειληφότας, καὶ τότε ἡμῖν παραίνεσον μετατίθεσθαι· ἢ καταγίνωσκε, μὴ πειθομένων, ἀλλ᾽ ἐπὶ τῆς αὐτῆς ἱσταμένων κρίσεως. Οὐχ οὕτω δοκῶ τοῖς πολλοῖς, Θεῷ δὲ οὕτω· καὶ οὐ δοκῶ, πεφανέρωμαι δὲ τῷ εἰδότι τὰ πάντα πρὶν γενέσεως αὐτῶν, τῷ πλάσσοντι καταμόνας τὰς καρδίας ἡμῶν, τῷ συνιέντι εἰς πάντα τὰ ἔργα ἡμῶν, τὰ κινήματα, καὶ τὰ διανοήματα, μεθ᾽ ὧν τὰ πραττόμενα, ὃν λανθάνει τῶν ὄντων οὐδὲν, οὐδὲ λαθεῖν δύναται, ὃς ἑτέρως ὁρᾷ τὰ ἡμέτερα, ἢ ὡς ὁρῶσιν ἄνθρωποι.

Ἄνθρωπος μὲν γὰρ εἰς πρόσωπον, ὁ δὲ Θεὸς εἰς καρδίαν. Ἤκουσας τῆς Γραφῆς λεγούσης, καὶ πίστευε. Οὗ φροντιστέον μᾶλλον, ἢ πάντων ὁμοῦ τῶν ἄλλων, τοῖς γε νοῦν ἔχουσιν. Ἢ δύο μὲν ἀνθρώποις περὶ τοῦ αὐτοῦ πράγματος συμβούλοις χρώμενος, συνετωτέρῳ τε καὶ ἀμαθεστέρῳ, οὐκ ἂν εὖ φρονεῖν ἔδοξας, εἰ τὸν συνετώτερον παρεὶς, τῷ ἀμαθεστέρῳ κατηκολούθησας; οὐδὲ γὰρ ὁ Ῥοβοὰμ ἐπῃνέθη, ὅτι τὴν βουλὴν τῶν πρεσβυτέρων ἀτιμάσας, τὴν τῶν νεωτέρων ἔστησε. Θεοῦ δὲ καὶ ἀνθρώπων ἐξεταζομένων, προτιμήσεις τὰ τῶν ἀνθρώπων;

Οὐ σύ γε, ἂν ἐμοὶ πείθῃ, καὶ φρονῇς ἄμεινον. Ηʹ. Ἀλλ᾽ αἰσχυνόμεθά σου, φησὶ, ταῖς ὕβρεσιν. Ἐγὼ δὲ ὑμῖν, ὅτι αἰσχύνεσθε. Εἰ μὲν γὰρ ὀρθῶς ταῦτα πάσχομεν, αἰσχυντέον ἡμῖν μᾶλλον, ἢ ὑμῖν ἐφ᾽ ἡμῖν· οὐχ ὅτι ἀτιμαζόμεθα μᾶλλον, ἢ ὅτι ἐσμὲν ἀτιμίας ἄξιοι· εἰ δὲ ἀδίκως, τῶν ὑβριζόντων τὸ ἔγκλημα, καὶ ὑπὲρ ἐκείνων μᾶλλον, ἢ ὑπὲρ ἡμῶν ἀγανακτητέον· ἐκεῖνοι γὰρ οἱ κακῶς πάσχοντες. Εἰ δέ με ὄντα κακὸν, ἄριστον ὑπελάμβανες, τί με ποιεῖν ἐχρῆν; Εἶναι μᾶλλον κακὸν, ἵνα πλέον ἀρέσκω σοί;

Οὐκ ἂν τοῦτο ἐμαυτῷ συνεβούλευσα. Οὕτως οὐδὲ, εἰ κατορθοῦντά με πταίειν ὑπολαμβάνεις, τοῦ κατορθοῦν διὰ σὲ μεταθήσομαι. Ζῶ γὰρ, οὐ σοὶ μᾶλλον ἢ ἐμαυτῷ· καὶ σύμβουλον ἔχω περὶ πάντων τὸν λόγον, καὶ τὰ τοῦ Θεοῦ δικαιώματα, ὑφ᾽ ὧν ἁλίσκομαι μὲν πολλάκις, οὐδενὸς κατηγοροῦντος· ἀφίεμαι δὲ, πολλῶν κατακρινόντων. Καὶ τοῦτο μόνον οὐκ ἔστι διαφυγεῖν, τὸ ἔνδον καὶ ἐν ἡμῖν αὐτοῖς δικαστήριον, πρὸς ὃ βλέποντας μόνον, τὴν εὐθεῖαν ὁδὸν ἰτέον. Τὸ δοκεῖν δὲ, ἂν μὲν ὑπάρχῃ, δεξόμεθα, ἵν᾽ εἴπω τι καὶ ἀνθρώπινον· ἂν δὲ ἀντιπίπτῃ, χαίρειν ἐάσομεν, καὶ οὐδὲν τοῦ εἶναι διὰ τὸ δοκεῖν ἀφαιρήσομεν.

Θʹ. Καὶ γὰρ οὕτως ἔχει· ὁ μέν τινος ἕνεκεν τὸ καλὸν ἐπιτηδεύων, οὐ βέβαιος εἰς ἀρετήν. Ὁμοῦ τε γὰρ παρῆλθεν ἐκεῖνο, καὶ τοῦ καλοῦ στήσεται· ὥσπερ ὁ κέρδους ἕνεκεν πλέων, τοῦ πλεῖν, ἂν μὴ παρῇ τὸ κερδαίνειν. Ὁ δὲ αὐτὸ δι᾽ ἑαυτὸ τιμῶν τε καὶ περιέπων, ἐπειδὴ τοῦ ἑστῶτος ἐρᾷ, ἑστῶσαν ἔχει καὶ τὴν περὶ αὐτὸ προθυμίαν· ὥστε θεῖόν τι πάσχων, καὶ τὸ τοῦ Θεοῦ δύνασθαι λέγειν· Ἐγὼ δὲ, ὁ αὐτός εἰμι, καὶ οὐκ ἠλλοίωμαι. Οὔκουν μεταποιηθήσεται, οὐδὲ μετατεθήσεται. οὐδὲ συμμεταπεσεῖται τοῖς καιροῖς καὶ τοῖς πράγμασιν, ἄλλοτε ἄλλος γινόμενος, καὶ πολλὰς μεταλαμβάνων χρόας, ὥσπερ τὰς τῶν πετρῶν οἱ πολύποδες, αἷς ἂν ὁμιλήσωσι· μενεῖ δὲ ὁ αὐτὸς ἀεὶ, πάγιος ἐν οὐ πεπηγόσι, καὶ ἐν στρεφομένοις ἄστροφος· πέτρα τις, οἶμαι, πρὸς ἐμβολὰς ἀνέμων τε καὶ κυμάτων, οὔτε τινασσομένη, καὶ δαπανῶσα περὶ ἑαυτὴν τὰ προσπίπτοντα. Ταῦτα μὲν εἰς τοσοῦτον· οὐδὲ γάρ μοι σχολὴ ταῖς γλώσσαις μάχεσθαι, καὶ ταῦτα ἴσως πλείω τοῦ δέοντος.