Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς ἑαυτόν, ὅτε ἐκ τοῦ ἀγροῦ ἐπανῆλθε, μετὰ τὰ κατὰ Μάξιμον γενόμενα

Γρηγόριος ὁ Ναζιανζηνός

Προτροπή σε έμπρακτη πίστη και φιλανθρωπία

Κάλεσμα προς τους πιστούς για απόδειξη της ορθοδοξίας τους όχι μόνο μέσω των δογμάτων, αλλά μέσω της ενάρετης ζωής, της ελεημοσύνης και της διακονίας προς τον συνάνθρωπο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 2 από 6

Εʹ. Τίνα μὲν θεωρίαν τῶν ὑψηλῶν, ἢ παρ᾽ ἐμοῦ λαβόντες ἐφυλάξατε, ἢ παρ᾽ ὑμῶν αὐτῶν εἰσηνέγκατε, ἢ περὶ θεολογίας, ἢ περὶ τῶν ἄλλων δογμάτων, ἃ πολλὰ καὶ πολλάκις ὑμῖν παρεθέμην; Ζητῶ γὰρ οὐ τὸ δάνειον μόνον, ἀλλὰ καὶ τὸν τόκον· οὐ τὸ τάλαντον μόνον, ἀλλὰ καὶ τὴν ἐργασίαν· μή τις κατακρύψας καὶ καταχώσας τὸ πιστευθὲν, ἔτι καὶ καταψεύδηται τοῦ πιστεύσαντος, ὡς σκληροῦ τε καὶ τῶν ἀλλοτρίων ἐπιθυμοῦντος.

Τίνα δὲ πρᾶξιν τῶν ἐπαινουμένων, ἢ μηδὲ τῆς ἀριστερᾶς γινωσκούσης, ἐκαρποφορήσατε, ἢ ὥστε λάμπειν τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων· ἵν᾽ ἐκ τοῦ καρποῦ τὸ δένδρον δειχθῇ, καὶ διὰ τῶν μαθητῶν ὁ διδάσκαλος γνωρισθῇ, καὶ εἴπῃ τις τῶν ἐποπτευόντων τὰ ἡμέτερα (πολλοὶ δέ εἰσιν, οἱ μὲν δι᾽ εὐδοκίαν, οἱ δὲ καὶ περιέργως), ὅτι ὄντως ὁ Θεὸς ἐν ὑμῖν ἐστιν, οὐ κηρυσσόμενος ὑγιῶς μόνον, ἀλλὰ καὶ λατρευόμενος; Ὡς γὰρ οὐκ ἔστι χωρὶς πίστεως πρᾶξις ἔγκριτος (ἐπειδὴ καὶ δόξης ἕνεκεν οἱ πολλοὶ τὸ καλὸν ἐπιτηδεύουσι, καὶ φύσεως οὕτως ἔχοντες)· οὕτω καὶ ἡ πίστις χωρὶς ἔργων νεκρά. Καὶ μή τις ὑμᾶς ἀπατάτω κενοῖς λόγοις τῶν πάντα συγχωρούντων ἑτοίμως, ὑπὲρ ἑνὸς τοῦ ἀσεβεῖν ἐν τοῖς δόγμασι, καὶ φαῦλον καταβαλλόντων μισθὸν φαύλου πράγματος.

Δείξατε οὖν ἐκ τῶν ἔργων τὴν πίστιν, τῆς χώρας ὑμῶν τὸ γόνιμον, εἰ μὴ εἰς κενὸν ἐσπείραμεν, εἰ δράγμα τι ἐν ὑμῖν, τοῦ ποιῆσαι ἄλευρα ἰσχὺν ἔχον, καὶ ἀποθηκῶν ἄξιον, ἵνα καὶ προθυμότερον ὑμᾶς γεωργήσωμεν. Τίς εἰς ἑκατὸν καρποτοκεῖ, τίς εἰς ἑξήκοντα, τίς τὸ τελευταῖον κἂν εἰς τριάκοντα· ἢ τίς ἔμπαλιν ἀπὸ τοῦ τριάκοντα εἰς τὸν ἑξήκοντα προελθὼν (ἔχομεν γὰρ καὶ ταύτην ἐν τοῖς Εὐαγγελίοις τὴν τάξιν), εἰς τὸν ἑκατὸν ἐτελεύτησεν· ἵνα προβαίνων, ὡς ὁ Ἰσαὰκ, μέγας γένηται, πορευόμενος ἐκ δυνάμεως εἰς δύναμιν, καὶ τὰς ᾠδὰς τῶν Ἀναβαθμῶν ᾄδων, καὶ ἀναβάσεις ἐν τῇ καρδίᾳ τιθέμενος;

Ϛʹ. Ζητῶ τὸν καρπὸν πλεονάζοντα εἰς λόγον ὑμῶν. Ὑμέτερον γὰρ, οὐκ ἐμὸν, τὸ κέρδος· εἰ δὲ καὶ ἡμέτερον, ὅτι ὑμέτερον, ἀντιστρεφούσης τῆς ὠφελείας ἀφ᾽ ὑμῶν εἰς ἡμᾶς, ὥσπερ ἐν ταῖς αὐγαῖς τῶν ἀντανακλάσεων. Εἰ ἐπτωχοτροφήσατε, εἰ ἐξενοδοχήσατε, εἰ ἁγίων πόδας ἐνίψατε, εἰ τρυφῶντες τῇ καταργουμένῃ γαστρὶ (δεδόσθω γὰρ), καὶ διὰ τῶν ἐντολῶν ἐτρυφήσατε; ὡς οὐκ ἔστι ταύτης τρυφή τις ἀμείνων, οὐδὲ μονιμωτέρα τοῖς τρυφᾷν ἐθέλουσιν.

Εἴ τινας τῶν λειτουργούντων τῷ θυσιαστηρίῳ, καὶ καλῶς πενομένων (δότε γάρ μοι καὶ τοῦτο εἰπεῖν), εἰς δύναμιν ἀνεπαύσατε, ἵν᾽ ἀπερισπάστως μᾶλλον τῷ θυσιαστηρίῳ παρεδρεύωσι, καὶ μεταλαμβάνοντες τῶν ὑμετέρων, τὰ παρ᾽ ἑαυτῶν ἀντεισφέρωσιν; ὡς αἰσχρὸν ταῦτα καὶ ἡμᾶς ἀπαιτεῖν, καὶ μὴ παρέχειν ὑμᾶς. Οὐκ ἐνουθέτησα δὲ ταῦτα, ἵνα οὕτως ἐν ἐμοὶ γένηται (καλὸν γάρ μοι μᾶλλον ἀποθανεῖν, ἢ κενωθῆναί μου τὸ καύχημα, καὶ ἄμισθόν μοι γενέσθαι τὸ Εὐαγγέλιον ἐνταῦθα καρπωσαμένῳ.

Τὸ μὲν γὰρ εὐαγγελίσασθαι, τῆς ἀνάγκης· ἡ φιλοτιμία δὲ, τὸ ἀδάπανον)· ἀλλ᾽ ἵν᾽ ὑμεῖς μάθητε Χριστὸν εὖ ποιεῖν, διὰ τοῦ καὶ τῶν μικρῶν τινα εὖ ποιεῖν. Ἐπειδὴ, ὡς πάντα ὅσα ἐγὼ, πλὴν ἁμαρτίας, ἐγένετο δι᾽ ἐμέ· οὕτω καὶ τὰ ἐλάχιστα τῶν ἐμῶν εἰς ἑαυτὸν ἀναδέχεται· κἂν στέγης μεταδῷς, κἂν ἐνδύματος, κἂν ἐν φυλακῇ ἐπισκέψῃ, κἂν ἀῤῥωστοῦντα ἴδῃς· τὸ φαυλότατον, κἂν ποτηρίῳ ψυχροῦ μόνῳ καταψύξῃς γλῶσσαν πιεζομένου, ὥσπερ ἐδεῖτο Λαζάρου τοῦ πένητος ὁ κάμνων ἐν τῇ φλογὶ πλούσιος, καί τι τῆς ἐνταῦθα τρυφῆς ἀντιλαβὼν, καὶ τοῦ περιορᾷν Λάζαρον πεινῶντα καὶ ἡλκωμένον, τὸ ἐκεῖθεν δεῖσθαι Λαζάρου, καὶ μὴ τυγχάνειν.