Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς ἑαυτόν, ὅτε ἐκ τοῦ ἀγροῦ ἐπανῆλθε, μετὰ τὰ κατὰ Μάξιμον γενόμενα

Γρηγόριος ὁ Ναζιανζηνός

Η αληθινή ευγένεια και η υπεροχή της ενάρετης φιλοσοφίας

Θεολογική προσέγγιση της πραγματικής ευγένειας που βασίζεται στο κατ' εικόνα, και προβολή της υπεροχής της πνευματικής ζωής απέναντι στις υλικές μεταβολές, τις στερήσεις και τα πάθη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 4 από 6

Σκοπῶμεν δὲ οὕτως· Εὐπατρίδης ἐστίν; ἀντεπιδείξεται τὴν εὐτροπίαν τῷ αἵματι· ὥστε διχόθεν εὐδοκιμεῖν, καὶ γενεαλογούμενος, καὶ ὁρώμενος. Δυσγενὴς τὸν ἀνδριάντα καὶ τὸν πηλὸν (εἴπερ τι μέγα πηλὸς πηλοῦ διαφέρει); ἀντεισοίσει τὴν νοουμένην εὐγένειαν, καὶ ἣν ἕκαστος ἑαυτὸν διαπλάττει πρὸς τὸ χεῖρον ἢ βέλτιον· τὴν δὲ ἄλλην παραγράψεται, ὅση σπείρεται ἢ γράφεται, ὡς οὐδενὸς ἀξίαν καὶ κίβδηλον. Ἔστι γάρ τι γένος τρισσόν· τὸ μὲν ἄνωθεν ἠργμένον, ὃ πάντες ἐσμὲν εὐγενεῖς ἐπ᾽ ἴσης, ἐπεὶ κατ᾽ εἰκόνα Θεοῦ γεγόναμεν· τὸ δὲ ἀπὸ σαρκὸς ἐρχόμενον, οὐκ οἶδ᾽ εἴ τις εὐγενὴς, τοῦτο φθορᾷ συνιστάμενον· τὸ δὲ ἀπὸ κακίας ἢ ἀρετῆς γνωριζόμενον, οὗ μᾶλλον καὶ ἧττον μεταλαμβάνομεν, ὅσον ἂν, οἶμαι, ἢ τηρήσωμεν τὴν εἰκόνα, ἢ διαφθείρωμεν. Ταύτην ἀγαπήσει τὴν εὐγένειαν ὅγε ἀληθῶς σοφὸς καὶ φιλόσοφος. Τὸ γὰρ τέταρτον γένος, τότε ἀξιώσω λόγου, τὸ ἐν γράμμασι καὶ προστάγμασιν, ὅταν καὶ κάλλος ἀποδέξωμαι τὸ ἐν χρώμασι, καὶ πίθηκον αἰδεσθῶ λέοντα εἶναι κεκελευσμένον.

ΙΑʹ. Νέος ἐστί; Κατὰ τῶν παθῶν ἀνδρισθήσεται, καὶ τοῦτο ἀπολαύσει τῆς νεότητος, τὸ μὴ τὰ νέων παθεῖν, ἀλλὰ δεῖξαι πρεσβυτικὴν φρόνησιν ἐν ἀκμαίῳ τῷ σώματι· καὶ χαιρήσει τῇ νίκῃ πλέον ἢ οἱ ἐν Ὀλυμπίᾳ στεφανούμενοι· νικήσει γὰρ ἐν κοινῷ θεάτρῳ τῇ οἰκουμένῃ, καὶ νίκην ἄπρατον. Νεύει πρὸς γῆρας; Ἀλλ᾽ οὐχὶ γηράσει καὶ τὴν ψυχήν· δέξεται τὴν διάλυσιν, ὡς προθεσμίαν ἀναγκαίας ἐλευθερίας· ἡδέως πρὸς τὰ ἑξῆς μεταβήσεται, ἔνθα οὐκ ἔστιν ἄωρος, οὐδὲ πρεσβύτης, ἀλλὰ πάντες τὴν πνευματικὴν ἡλικίαν τέλειοι. Ὥρας ἔλαχεν; Ἀντιστίλψει τὸ κάλλος τῷ κάλλει, τὸ τῆς ψυχῆς τῷ τοῦ σώματος. Παρῆλθε τὸ ἄνθος ἀνεπηρέαστον; νεύει πρὸς ἑαυτὸν, οὐδὲ οἶδεν ὁρώμενος. Αἰσχρὸς τὸ φαινόμενον; ἀλλ᾽ εὐφυὴς τὸ κρυπτόμενον, ὥσπερ ἐν κάλυκι ῥόδον ἀνθηρὸν οὐκ ἀνθηρᾷ καὶ ἀνόδμῳ τὸ εὐωδέστατον. Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων; οὐδὲ καιρὸν δίδωσι τὸ ἐκτὸς καθορᾶσθαι, μεταστρέφων τὸν θεατὴν πρὸς τὸν ἐντὸς ἄνθρωπον.

Εὐεκτεῖ; Χρήσεται τῇ ὑγιείᾳ πρὸς τὸ βέλτιστον· νουθετήσει, πλήξει, λόγῳ παῤῥησιάσεται, ἀγρυπνήσει, χαμευνήσει, νηστεύσει, κενώσει τὴν ὕλην, θεωρήσει τὰ ἐπίγεια καὶ τὰ οὐράνια, κατὰ πᾶσαν σπουδὴν μελετήσει τὸν θάνατον. Ἀῤῥωστήσει; Μαχήσεται· ἂν δὲ ἡττηθῇ, νικήσει λαβὼν τὸ μηκέτι μάχεσθαι. Πλούσιός ἐστι; Φιλοσοφήσει τὸ ἀποπλουτεῖν, μεταδώσει τῷ δεομένῳ τῶν ὄντων, ὡς οἰκονόμος τῶν ἀλλοτρίων· ἵν᾽ ἐκεῖνός τε εὖ πάθῃ τῇ μεταλήψει, καὶ αὐτὸς πρὸς Θεὸν συναχθῇ, μηδὲν ἔχων πλὴν τοῦ σταυροῦ καὶ τοῦ σώματος. Πένεται; Πλουτήσει Θεὸν, καὶ τὸ καταγελᾷν τῶν ἐχόντων, ὡς ἀεὶ μὲν κτωμένων, ἀεὶ δὲ πενομένων, τῷ δεῖσθαι τοῦ πλείονος, καὶ πινόντων ἵνα πλέον διψήσωσιν.

ΙΒʹ. Πεινᾷ; Μετὰ τῶν ὀρνέων τραφήσεται, οἷς ὁ βίος ἄσπορος καὶ ἀνήροτος· μετὰ Ἡλίου ζήσεται παρὰ τῇ Σαραφθίᾳ· Ὁ καμψάκης τοῦ ἐλαίου οὐκ ἐκλείψει, καὶ ἡ ὑδρία τοῦ ἀλεύρου οὐκ ἐλαττονήσει· ὁ μὲν ἀεὶ πηγάσει, ἡ δὲ γεωργήσει πλουσίως, ἵνα τιμηθῇ χήρα φιλόξενος, καὶ τρέφῃ τὸν τρέφοντα. Διψήσει; Κρῆναι τούτῳ καὶ ποταμοὶ τὸ ποτὸν, ποτὸν οὐ μεθύσκον, οὐδὲ μετρούμενον· ἂν πάντα ἐπιλίπῃ δι᾽ ἀνομβρίαν, χειμάῤῥῳ τυχὸν ποτισθήσεται. Ῥιγώσει; Τοῦτο καὶ Παῦλος, ἀλλ᾽ ἐπὶ πόσον; Ἔστι τι καὶ πέτρας ἔνδυμα· πειθέτω σε ὁ Ἰὼβ λέγων· Παρὰ τὸ μὴ ἔχειν αὐτοὺς σκέπην, πέτραν περιεβάλοντο. Σκόπει μοι καὶ τὰ τελεώτερα.

Λοιδορηθήσεται; νικήσει τῷ μὴ ἀντιλοιδορεῖσθαι. Διωχθήσεται; ἀνέξεται. Βλασφημηθήσεται; παρακαλέσει. Διαβληθήσεται; προσεύξεται. Τὴν δεξιὰν ῥαπισθήσεται σιαγόνα; παρέξει καὶ τὴν ἑτέραν· εἰ τρίτην εἶχε, καὶ ταύτην ἂν προεβάλετο, ἵνα μᾶλλον διδάξῃ μακροθυμεῖν τὸν παίοντα, ἔργῳ παιδεύων, ἃ μὴ λόγῳ δυνατὸς ἦν. Ὀνειδισθήσεται; τοῦτο καὶ ὁ Χριστός· τιμηθήσεται τῇ κοινωνίᾳ τοῦ πάθους. Κἂν Σαμαρείτης ἀκούσῃ, κἂν δαιμονᾷν ἐγκληθῇ, μετὰ Θεοῦ πάντα δέξεται. Πολλὰ ἔτι λείψει, κἂν πολλὰ πάθῃ, ὄξος, χολὴ, στέφανος ἀκάνθινος, σκῆπτρον καλάμινον, χλαμὺς κοκκίνη, σταυρὸς, ἧλοι, λῃσταὶ συσταυρούμενοι, παριόντες ὑβρίζοντες.

Δεῖ γὰρ πλέον ἔχειν Θεὸν, ἐν τῷ πλεῖον φέρειν ἀτιμαζόμενον. ΙΓʹ. Οὐδὲν ἀναλωτότερον φιλοσοφίας, οὐδὲν ἀληπτότερον. Πάντα ἐνδώσει πρότερον, ἢ φιλόσοφος. Ὄνος ἐστὶν ἄγριος ἐν ἐρήμῳ, φησὶν ὁ Ἰὼβ, ἄνετος καὶ ἐλεύθερος, καταγελῶν πολυοχλίας πόλεως, μέμψιν φορολόγου μὴ ἀκούων. Μονόκερώς ἐστι, ζῶον αὐτόνομον. Εἰ βουλήσεταί σοι δουλεῦσαι; εἰ δήσεις αὐτὸν ἐπὶ φάτνης; εἰ ὑπὸ ζυγὸν ἀχθήσεται;

Ὅταν πάντων ἐξείργηται τῶν ἐπὶ γῆς, κατεσκεύασται αὐτῷ πτέρυγες ὥσπερ ἀετοῦ, ἐπιστρέψει εἰς τὸν οἶκον τοῦ προεστηκότος αὐτοῦ, πρὸς Θεὸν ἀναπτήσεται. Εἴπω τι κεφάλαιον· Δύο ταῦτα δυσκράτητα, Θεὸς καὶ ἄγγελος· καὶ τὸ τρίτον φιλόσοφος, ἄϋλος ἐν ὕλῃ, ἐν σώματι ἀπερίγραπτος, ἐπὶ γῆς οὐράνιος, ἐν πάθεσιν ἀπαθὴς, πάντα ἡττώμενος πλὴν φρονήματος, νικῶν τῷ νικᾶσθαι τοὺς κρατεῖν νομίζοντας. Ἐπεὶ δὲ τὸν φιλόσοφον ἡμῖν ὁ λόγος ἔγραψεν, ὅθεν εἶπον, ἀρξάμενος, φέρε, παρὰ τοῦτον τὰ ἡμέτερα θεωρήσωμεν (δοκῶ γὰρ κἀγὼ Πνεῦμα Θεοῦ ἔχειν, καὶ εἴ τινι τούτων τρωτὸς ἐγὼ καὶ ἁλώσιμος)· ἵν᾽ εἰ μὲν ἡττώμενον εὑρίσκοιεν οἱ μισοῦντες καὶ πολεμοῦντες, συγγινώσκοιντο γοῦν τῆς ἐγχειρήσεως, εἰ καὶ μὴ τῆς προαιρέσεως· εἰ δὲ κρείττονα τῶν πολεμούντων καὶ ὑψηλότερον, ἢ τῆς κακίας ἀπαλλαγεῖεν, ἢ καινοτέραν ὁδὸν τῆς ἀδικίας ἐπινοήσαιεν, ὡς τῆς παρούσης καταφρονουμένης, καὶ μὴ πρὸς τῇ κακίᾳ καὶ ἄνοιαν ἐγκαλοῖντο, ὡς ἀνομοῦντες διακενῆς, καὶ οὐδὲ εἰδότες ἀδικεῖν ὃ σπουδάζουσιν.