Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς ἑαυτόν, ὅτε ἐκ τοῦ ἀγροῦ ἐπανῆλθε, μετὰ τὰ κατὰ Μάξιμον γενόμενα

Γρηγόριος ὁ Ναζιανζηνός

Θρήνος για το ποίμνιο και τελική ικεσία προς την Αγία Τριάδα

Έκφραση βαθιάς θλίψης για τη διάσπαση του εκκλησιαστικού σώματος, ακολουθούμενη από προσευχή για την επιστροφή των πεπλανημένων και τριαδική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 6 από 6

ΙΗʹ. Μόνος τολμηρὸς ἐγὼ, καὶ θράσους γέμων, ὡς ἔοικε· μόνος εὔελπις ἐν τοῖς φοβεροῖς, μόνος καρτερικὸς, καὶ δημοσίᾳ προτιθέμενος, καὶ ἰδίᾳ καταφρονούμενος, καὶ Ἀνατολῇ καὶ Δύσει τῷ πολεμεῖσθαι γνωριζόμενος. Τῆς ἀπονοίας! Ἐὰν παρατάξηται ἐπ᾽ ἐμὲ παρεμβολὴ, οὐ φοβηθήσεται ἡ καρδία μου· ἐὰν ἐπαναστῇ ἐπ᾽ ἐμὲ πόλεμος, ἐν ταύτῃ ἐγὼ ἐλπίζω. Τοσοῦτον ἀπέχω τοῦ φοβερὸν ἡγεῖσθαί τι τῶν παρόντων, ὥστε τὸ κατ᾽ ἐμαυτὸν ἀφεὶς, θρηνῶ τοὺς λυπήσαντας. Μέλη Χριστοῦ ποτε, μέλη τίμια ἐμοὶ, εἰ καὶ νῦν διεφθαρμένα, μέλη τῆς ποίμνης ταύτης, ἣν προδεδώκατε μικροῦ, καὶ πρὶν συναχθῆναι. Πῶς διεσπάσθητε καὶ διεσπάσατε, ὡς βοΐδια ἐκ δεσμῶν ἀνειμένα; πῶς θυσιαστηρίῳ θυσιαστήριον ἀντηγείρατε; πῶς ἐγένεσθε εἰς ἐρήμωσιν ἐξάπινα; πῶς καὶ αὐτοὶ νενέκρωσθε τῇ τομῇ, καὶ ἡμᾶς ἀλγεῖν πεποιήκατε; πῶς ἁπλότητι ποιμένων εἰς ποίμνης διάλυσιν κατεχρήσασθε; Οὐδὲ γὰρ ἐκείνους μέμψομαι τῆς ἀπειρίας, ἀλλ᾽ ὑμᾶς αἰτιάσομαι τῆς κακίας. Τῇ διαφθορᾷ σου, Ἰσραὴλ, τίς βοηθήσει; Τί φάρμακον εὕρωμαι συνουλωτικόν; ποῖον ἐπίδεσμον; πῶς συνάψω τὰ διεστῶτα; τίσι δάκρυσι, τίσι λόγοις, τίσιν εὐχαῖς θεραπεύσω τὸ σύντριμμα; ἢ τάχα τὸν τοῦτον τρόπον;

ΙΘʹ. Τριὰς ἁγία, καὶ προσκυνητὴ, καὶ τελεία, καὶ καλῶς ὑφ᾽ ἡμῶν συναγομένη τε καὶ σεβομένη, σὸν τὸ ἔργον, σὸν τὸ κατόρθωμα. Σὺ τούτους τε πάλιν ἀποκαταστήσαις ἡμῖν, τοσοῦτον διαστάντας, ὅσον παιδευθῆναι τῷ χωρισμῷ πρὸς ὁμόνοιαν· καὶ ἡμῖν τῶν ἐντεῦθεν μόχθων ἀντιδοίης τὰ ἐπουράνιά τε καὶ ἀστασίαστα. Τῶν δέ ἐστι τὸ πρῶτον καὶ μέγιστον, ἐλλαμφθῆναί σοι τελεώτερόν τε καὶ καθαρώτερον, πῶς ἡ αὐτὴ, καὶ μονὰς νοῇ, καὶ Τριὰς εὑρίσκῃ· πῶς τὸ ἀγέννητον, καὶ τὸ γεννητὸν, καὶ τὸ προϊὸν, μία φύσις, τρεῖς ἰδιότητες, Εἷς Θεὸς, ὁ ἐπὶ πάντων, καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν· οὔτε ὑπερτιθέμενος, οὔτε μετατιθέμενος, οὔτε μειούμενος, οὔτε τεμνόμενος· τὸ μὲν ἄρτι καταλαμβανόμενος, τὸ δὲ ζητούμενος, ποτὲ δὲ, ὅσον εἶ, τυχὸν καταληφθησόμενος τοῖς ἐνταῦθα καλῶς ζητήσασι διὰ βίου καὶ θεωρίας· ᾧ πᾶσα δόξα, τιμὴ, κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.