Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς ἑτέρους (Νόθα)

Γρηγόριος ὁ Ναζιανζηνός

Β΄. Προς Ιουλιανόν περί φορολογικής επιείκειας

Ποιητική επιστολή προς τον Ιουλιανό, προτρέποντάς τον να επιδείξει φιλανθρωπία και έλεος προς τους φτωχούς κατά την είσπραξη των φόρων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 3 από 10

Βʹ. Πρὸς Ἰουλιανόν. Ὄμβρῳ διψάδα γαῖαν ἐπέκλυσεν, ὅς μιν ἔδησεν· Ἄλλος τ᾽ ἐξ ὑδάτων ἥρπασε κόσμον ὅλον· Καὶ νούσοις τις ἄρηξεν, ὁ δ᾽ ἐκ πολέμων ἐσάωσεν, Ἄλλος δ᾽ οὐρανόθεν λαὸν ἔθρεψε μέγαν. Σοὶ δὲ Θεὸς χείρεσσι φόρων ἐνέθηκε τάλαντον, Κύδιμ᾽ Ἰουλιανὲ, ὡς τοπάροιθε δίκης, Ἄῤῥοπον, ἄκλοπον, ἶσον, ἀοίδιμον. Ἀλλὰ, φέριστε, Φείδεό μοι πτωχῶν, φείδεο σῇ γραφίδι, Οὓς νόσος ἠΐστωσε φαγοῦσ᾽ ἀπὸ σάρκα τάλαιναν· Φείδεο, καὶ σὺ γράφῃ οὐρανίαις σελίσι.

Τοῖα διδοῖ μερόπεσσι Θεὸς μέγας ἀντιτάλαντα, Οἷά περ ἀνθρώποις ἐνθάδε μετρέομεν. Τῷ βροτέῳ συνάρηξον, ἐπεὶ δέμας ἐστὶν ἅπασι· Λάζαρος ἐν προθύροις, δὸς ψίχας ἀλλοτρίας. Καὶ Χριστὸς μερόπεσσι, φόρου παρεόντος, ἐμίχθη.

Ἅζεο τὴν Χριστοῦ ἥλικ᾽ ἰσογραφίην. Ἅζεο μητέρα σὴν πτωχοτρόφον, εὐσεβὲς αἷμα, Καὶ δόμον, ὃς μελέοις εὐμενέειν ἐδάη. Ἅζεο καὶ τὸν ἐμὸν πλοῦτον, φίλος, ὅν ῥα πένησι Πάντ᾽ ἀπέδωκα φέρων, σταυροφόροισι πόθοις.

Ξυνὸς ποντοπόροισι λιμὴν, ξυνὴ δέ τ᾽ ἀρωγὴ Τοῖς ἐπιδευομένοις, ἠδὲ μερὶς κτεάνων. Ἡμετέρη κτῆσις, σὴ δὲ γραφίς. Ἶσον ἔχοιμεν Τῆς πτωχοτροφίης μισθόν. Ἄναξ γραφέτω. Ἦ μὲν δὴ πολλοῖς σε Θεὸς μέγας ἐκλήϊσσεν, Ὁσσατίοις ὀλίγους τῶν χθόν᾽ ἐπερχομένων.

Αἷμ᾽ ἱερὸν, μῦθοι, κτεάνων σθένος, εἶδος ἀγητόν· Βήμασι κάρτος ἄγειν Αὐσονίοισι νόμοις· Ἀλλ᾽ ἔμπης τόδε σοι πάντων πλέον, ἠπιόμητι, Χεῖρα Θεοῖο φέρειν τοῖς ἀτάφοις νέκυσι.