Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς ἑτέρους (Νόθα)

Γρηγόριος ὁ Ναζιανζηνός

Προτροπή προς τον Ελλήνιο για την προστασία των ασκητών

Έκκληση για την υπεράσπιση των μοναχών, με αναφορές στη θεία ανταπόδοση και την άσκηση των φορολογικών καθηκόντων με δικαιοσύνη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 2 από 10

Αὐτὰρ ἐμοὶ παῦραι μὲν, ἀτὰρ πλεόνεσσιν ἐρίζω, Γηθόσυνος Χριστοῦ κάλλεσιν οὐρανίοις. Χρύσεα μὲν Λυδίοισι δόμοις ἐχαρίζετο μῦθος Ψήγματα, καὶ ποταμοῦ ὀλβοδότοιο ῥόον. Χρυσοφόροι δ᾽ Ἰνδοῖσι μελαγχρώτεσσιν ἄφυσσον Μύρμηκες κοίλης πλοῦτον ἀπὸ ψαμάθου.

Νεῖλος δ᾽ εὐκάρποισιν ἐπαΐσσων πεδίοισιν Ὥριος, Αἴγυπτον θῆκεν ἐρισθενέα. Ἄλλος δ᾽ ὀρνίθεσσιν ἀγάλλεται, ὃς δὲ φυτοῖσιν, Ὃς δὲ λίθοις τερπνοῖς ἔνδοθι λαμπομένοις. Αὐτὰρ ἐμοὶ πάντων περιώσιον εὖχος ἔδωκε Χριστὸς ἄναξ, πολλῶν εὐσεβέων στέφανον.

Ἦ ῥ᾽ ἐτεόν· τυτθοῖσι Θεὸς χάριν αἰὲν ὀπάζει, Ὥσπερ ὑποσχεσίη ἐστὶ παλαιοτέρη Βηθλεὲμ ἐν προτέροισιν, ἐμῷ νέον ἄστεϊ τυτθῷ, Τῇ μὲν ἑῇ γέννῃ, τῷ δ᾽ ἄρ᾽ ἐμοῖσι φίλοις. Οὗτός σοι χορὸς ἄλλος ἐμῆς ἀπολάμπεται αἴης, Οἷος ἀριστοτόκου πατρίδος ὑμετέρης, Ἀρμενίης, ἣ πολλὸν ἀριστεύουσ᾽ ἐπὶ γαίης, Φέρτατον εὖχος ἔχει ἀζυγέων ἄφενος.

Τοῖσι χαριζόμενος, βαιὴν μὲν ἔμοιγε, φέριστε, Σοὶ δ᾽ αὐτῷ μεγάλην ἴσθι χάριν παρέχων, Σαυτῷ, καὶ τεκέεσσι, φίλῃ τε δάμαρτι μέγιστον Πλοῦτον ἄγων, ζωῆς ἐλπίδα λαμπροτέρης. Εἰ δέ τέ που καὶ ἐμῆς, ἑτάρων ἀγανώτατε πάντων, Τῆς ἀρχαιοτέρης μνῆστιν ἔχεις φιλίης (Οὐ γὰρ ἐν εὐσεβέεσσιν ἐμόν ποτε οὔνομα θήσω), Μηδέ μ᾽ ἀτιμάζειν, οὐ γὰρ ἔοικε, φίλος· Ἀλλ᾽ ἐπ᾽ ἐμοῖς ἑτάροισι χάριν καὶ κῦδος ὀπάζειν· Ἔστι δὲ καὶ ἐμέο πὰρ πλεόνεσσι λόγος· Εἴ τοι μὴ πλεόνεσσι, σὲ δ᾽ ἄξιον ἀντί νυ πάντων Ἅζεσθαι φιλίην, ὦ μάκαρ, ἡμετέρην.

Ὧδ᾽ ἂν καὶ πάντεσσι φίλοις κεχαρισμένα ῥέζοις, Οἷσιν ὁμῶς τιμὴ εὔαδε τῶν ὁσίων, Βασιλίῳ δὲ μάλιστα, τὸν ἔξοχα Χριστὸς ἔτισεν, Ὃς μέσος ἀμφοτέρων ἵσταται, εἰς ἓν ἄγων Ἄκρα φίλων, ξυνῷ δὲ πόθῳ συνέδησεν ἄμεινον· Τῷ σὺ χαρίζεσθαι πάντα δικαιότατος, Αἰδόμενος πάτρην τε φίλην, καὶ ἥλικα μῦθον, Καὶ καθαρὰς θυσίας, καὶ πτερόεντα βίον, Οἷσιν ἔσω σκηνῆς πάντων ἀβάτοιο πόδεσσι Δεύτερος ἐξ Ἀαρὼν ἱστάμενος μεγάλου, Καὶ Θεὸν ὑψιμέδοντα καταντίον ὄμματι λεύσσων, Θνητοὺς ἀθανάτῳ μίγνυσι λισσόμενος.

Κείνῳ μὲν τὰ ἔμοιγε χαρίζεαι, ὅσσα δ᾽ ἐκείνῳ, Χριστῷ, τοῦδε χάρις ἐς Πατέρ᾽ ἐστὶ χάρις. Λίσσομ᾽ ὑπὲρ ψυχῶν, καὶ οὐρανίου βιότοιο, Λίσσομ᾽ ὑπὲρ μελέων πνεύματι δαπτομένων. Δὸς χάριν ἠματίοισι πόνοις, νυχίῃσί τ᾽ ἀοιδαῖς· Δὸς δὲ χαμευνίῃ, λεπταλέοις τε γόοις, Καὶ τρυχίνοις ῥακέεσσι, καὶ ὄμμασι τηκομένοισι· Δὸς δὲ νόῳ καθαρῷ, δὸς δ᾽ ἱεροῖσι λόγοις, Ὄφρ᾽ ἀρετὴν τίων, ἀρετῆς ὁδὸν ἀμπετάσειας Πλείοσι, καὶ πλεόνων μισθὸν ἔχοις Θεόθεν.

Σπείραις δ᾽ ἔνθα μένοντα, καὶ ἄφθιτον ἀμήσαιο Καρπὸν ἐπουράνιον, πλούσιον ἀντ᾽ ὀλίγων. Αἴδεο καὶ πολιὴν θεοειδέα πατρὸς ἐμοῖο, Ἔμπλεον ἀνθρώποις θαύματος ἱστορίην Ἀμφότερον, ἐτέων τε κύκλοισι, καὶ ἤθεσι κεδνοῖς· «Ὑστάτιόν τοι ἔπος φθέγξομαι ἀδρανέων.

Ποίμνης ἡμετέρης περιφείδεο, φείδεο ποίμνης, Ὦ τέκος, ἡμετέρης, ἧς ῥα περιτρομέω. Καὶ γὰρ πόλλ᾽ ἐμόγησα, Θεὸς δέ μοι ἐγγυάλιξε Ποιμαίνειν πολλὰς εἰς ἐτέων δεκάδας. Σοὶ δὲ Θεὸς ὀπάσειεν, ὅσ᾽ εὐσεβέεσσιν ὀπάζει, Ἄλλα τε καὶ λιπαροῦ γήραος ἀντιάσαι.» Τοῖα πατρὸς ἐμοῖο θεόφρονος, αὐτὰρ ἔγωγε Φθέγξομ᾽ ἀφ᾽ ἡμετέρου Γράμματος ἐσθλὸν ἔπος· «Μέτρα Θεοῦ μέτροισιν ἰσάζεται ἡμετέροισιν· Οἷά περ ἀλλήλοις ἐνθάδε μετρέομεν, Τοῖα διδοῖ μερόπεσσι Θεὸς μέγας.» Ἀλλὰ μετροίη Κρείσσοσι τὰ κρείσσω νῦν τε καὶ ὑστάτιον· Νῦν πᾶσιν ἀνθρώποισι θεμείλιον, ἠὲ κάκιστον, Ἠὲ καλὸν βιότου βάλλετ᾽ ἐφημερίου.

Καὶ τυτθῇ πλάστιγγι μέγα κτέαρ οὐρανίοιο Σείεται· ἡ δὲ ῥοπὴ ἔνθα καὶ ἔνθα φέρει. Καὶ Χριστὸς μερόπεσσι, φόρου παρεόντος, ἐμίχθη, Ἠνίκα Καῖσαρ ὅλην γαῖαν ἀπεγράφετο· Καὶ τέλος αὐτὸς ἔδωκε βροτῷ Θεὸς, ὥς κεν ὀπάσσῃ Θνητοῖς δουλοσύνης τήνδε παρηγορίην.

Ἅζεο τὴν Χριστοῖο χάριν, καὶ φείδεο λαῶν· Ἅζεο, καὶ σὺ γράφῃ βίβλον ἐς οὐρανίην Ἐσθλὴν, ἐσθλὰ γράφων· εἰ δ᾽ ἔμπαλιν, ἄλλος ἐνίσποι· Ἔμπα γε μὴν ὁσίως λώϊόν ἐστι γράφειν. Οὐχ ἅλις, ὅττι βροτοῖσι βαρὺν ζυγὸν ἤγαγε πρώτη Ἀρχεγόνου κακίη, καὶ φυτὸν ἀνδροφόνον, Βασκανίη τε δράκοντος, ἀτασθαλίη τε γυναικὸς, Γεῦσίς τ᾽ οὐλομένη γνώσιος ἀντιπάλου, Ἥ με θνητὸν ἔθηκε, καὶ ἐς χθόνα, ἔνθεν ἐτύχθην, Αὖθις ἀπωσαμένη, λυπρὸν ἔθηκε βίον, Ὠδῖνάς τε μόθους τε καὶ ἐς πλατὺ νῶτον ἀρούρης Κύπτοντα ζώειν, τειρόμενον καμάτοις;

Ἀλλά με καὶ πλεόνεσσιν ἀδελφεὸς ἄλγεσι δώσει, Χοῦς εἷς, ἔν τε ἰῇ κείμενος ἀμπλακίῃ; Οὐ θέμις, οὐδ᾽ ἐπέοικεν, ἐπεὶ πολὺ λώϊόν ἐστι Φάρμακον, ἠὲ πόνον, τοῖς νοσέουσι φέρειν. Τοῦτό σοι ἡμετέρη ξεινήϊον, ὦ πανάριστε, Πέμπει ὁμηλικίη, ὃ χρόνος οὐ δαμάσει, Εὖχος Ἀρμενίης, Ἑλλήνιε, ὃς λάχες αἴῃ Στῆσαι ἡμετέρῃ μέτρα δίκαια φόρων.

Καὶ στήσαις μεγάλοιο Θεοῦ σὺν ἀμύμονι χειρὶ, Ὥς κεν ἁγνῶς στήσαις, μηδ᾽ ἑτεροκλινέα, Κέρδεσιν οὐχ ὁσίοισι δαμεὶς φρένας. Εἰ γὰρ ἅπασιν Ἶσα ταλαντεύσαις, ὄμμα μέγα τρομέων, Τυτθὴ μὲν πόλις ἐσμὲν, ἀτὰρ πολὺ σεῖο, φέριστε, Δώσομεν ἀνθρώποις, ἡ Διοκαισαρέων, Οὕνομα, καὶ πινάκεσσι χαράξομεν· «Οὗτος ἄριστος, Οὗτος ὁ καὶ Μώμου κρείσσονα μέτρα φέρων.»