Ἔργον
Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς ἑτέρους (Νόθα)
Α΄. Προς Ελλήνιον: Έπαινος του μοναχικού και ασκητικού βίου
Ο συγγραφέας απευθύνεται στον Ελλήνιο, εγκωμιάζοντας τον βίο, τα παλαίσματα και τις αρετές των μοναχών και των παρθένων γυναικών.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Α΄. Προς Ελλήνιον: Έπαινος του μοναχικού και ασκητικού βίου
Ο συγγραφέας απευθύνεται στον Ελλήνιο, εγκωμιάζοντας τον βίο, τα παλαίσματα και τις αρετές των μοναχών και των παρθένων γυναικών.
ΤΟΜΗ Βʹ. ΠΕΡΙ ΤΩΝ ΕΤΕΡΩΝ. Αʹ. Πρὸς Ἑλλήνιον περὶ τῶν μοναχῶν προτρεπτικόν. Δίζηαι μὲν ἐμῶν μύθων σθένος οὐκέτ᾽ ἐόντων Ἐξ οὗπερ κόσμῳ τῷδ᾽ ὀλιγοδρανέω, Σταυρὸν ἀειράμενος, φόρτον γλυκὺν, ὅς μ᾽ ἐσάωσε, Καὶ πάντων βροτέων Χριστὸν ἀμειψάμενος.
Οἱ δέ τοι οὔτι λίην μαλακοὶ καὶ θῶπες ἔασιν· Οὐδὲ γὰρ οὐδὲ Λόγῳ κρείσσονι τοῦτο φίλον. Οὐ γενεὴν, οὐκ ὄλβον, ὃς ἄφροσιν ὀφρὺν ἀνέλκει, Οὐ ῥήτρης πυρόεν ἐξερέουσι μένος, Σεῖο, κασιγνήτου τε μέγα κλέος, ὧν ῥα πόληες Νωμῶνται μεγάλης οἰάκεσι παλάμης.
Ἀλλὰ τὰ μὲν κενεοῖσι λόγοις μελεδήματα κείσθω· Οἱ δ᾽ ἐμοὶ, οὔτι φίλοις ἦρα φέρουσ᾽ ὀλίγην, Ἀλλά σε παρφασίῃσι θεουδέσι πολλὸν ἀρείω Θήσουσιν. Σὺ δέ μοι ἤπιον οὖας ἔχοις. Ἦ τάχα κρείσσονα μισθὸν ἐμοῖς ἐπέεσσιν ὀπάσσοις, Πλείοσιν εὐμενέειν, οὐ δέκα δευομένοις, Οὕς μοι χθιζὸν, ἄριστε, ὑπέσχεο, καὶ κατένευσας, Οὐκ ὀλίγος ὀλίγῳ μακρὰ χαριζόμενος.
Ἀλλ᾽ ἄγ᾽ ἐμῶν ἐπέων ἐμπάζεο, οὓς ἀπὸ Βίβλων Φθέγξομαι οὐρανίων, νειόθεν ἐκ κραδίης. Ἄλλοι μὲν χρυσόν τε καὶ ἄργυρον, οἱ δὲ τὰ σηρῶν Δῶρα φέρουσι Θεῷ νήματα λεπταλέα. Καὶ Χριστῷ θυσίην τις ἁγνὴν ἀνέθηκεν ἑαυτόν· Καὶ σπένδει δακρύων ἄλλος ἁγνὰς λιβάδας.
Σεῖο δὲ Χριστὸς ἔχοι δῶρον τόδε. Εἰσὶ Θεοῖο Λάτριες, οἷσι πόροις πᾶσαν ἐλευθερίην, Οἵ κε γαληνιόωντι νόῳ, ψυχαῖς τε τελείαις, Πληθὺν ἄγουσιν ἄνω μύστιν ἐπουρανίων, Πᾶσί τε Χριστοφόροισιν, ὅσοι χθονός εἰσιν ὕπερθεν Ἀζυγέες, κόσμου βαιὸν ἐφαπτόμενοι, Ὕμνοις παννυχίοισι καὶ ἠματίοισιν Ἄνακτα Μέλποντες, χθαμαλῶν ἀλλότριοι κτεάνων, Οἷς κόσμου μεδέων δειλὸν γένος ἔνθα καὶ ἔνθα Παίζει ἐπιχθονίων, ἄλλοτ᾽ ἐπ᾽ ἄλλον ἄγων· Οἶον πλοῦτον ἔχοντες ὑπέρτατον, ἐλπίδα κούφην Τῶν οὐκ ὀλλυμένων, οὐδὲ μεθισταμένων· Πλευρᾶς οὐ χατέοντες, ἑὸν δέμας ἀμφαγαπώσης, Οὐδὲ νέῃ παλάμῃ παισὶν ἐρειδόμενοι· Οὐδὲ κασιγνήτοισι πεποιθότες, οὐδ᾽ ἑτάροισιν, Αἵματι καὶ τέφρῃ αὔριον ὀλλυμένῃ· Οὐδὲ μέγα πνείοντες ἐν ἄστεσι καὶ πολιήταις, Ἀδρανέων ἀνέμων κάρτεϊ θαρσαλέοι· Οὐδὲ μὲν ἰσχανόωντες ἀφιπταμένοιο τάχιστα Κύδεος ἀνδρομέου, τέρψιος ἐννυχίης, Ἀλλὰ Θεῷ πέμποντες ὅλον νόον, ἔκ τε Θεοῖο Εὐπαγέος πέτρης πείσματ᾽ ἀναπτόμενοι· Μύσται κρυπτομένης ζωῆς Χριστοῖο ἄνακτος, Ὅς κε φαεινομένης παμφανόωσι μέγα, Δερκόμενοι Τριάδος καθαρὸν σέλας εἰς ἓν ἰούσης, Καὖθις ἀνοιγομένης ὄμμασιν ἁγνοτάτοις, Οὐρανίης στρατιῆς τε μέγα κλέος, οὐκέτ᾽ ἀμυδροῖς Φάσμασιν, οὐδ᾽ ὀλίγοις ἴχνεσιν ἀτρεκίης.
Ἀλλὰ τὰ μὲν μετόπισθε· τὰ δ᾽ ἐνθάδε, καπνὸς ἄτιμος, Ἢ κόνις, οἳ ζωὴν τῖσαν ἐπουρανίην. Ὧν οἱ μὲν σπήλυγξιν ἐρημαίαις τε χαμεύναις Τέρπονται σχεδίοις, καὶ στυγέουσι δόμους, Καὶ πτολίων φεύγουσιν ὁμήγυριν, οὐρανίης δὲ Στέργουσιν σοφίης σύγγονον ἀτρεμίην.
Οἱ δὲ σιδηρείῃσιν ἀλυκτοπέδαις μογέουσι, Τήκοντες κακίην σὺν χοῒ τηκομένῳ. Ἄλλοι δ᾽ αὖ θήρεσσιν ὁμοίϊα δώμασι τυτθοῖς Εἱρχθέντες, βροτέης οὐδ᾽ ὀπὸς ἠντίασαν. Εἴκοσι δ᾽ αὖ νύκτας τε καὶ ἤματα μίμνον ἄπαστοι Πολλάκι, τῆς Χριστοῦ ἥμισυ καρτερίης.
Αὐχήσω· ποίμνης τις ἐμῆς ὄϊς ἦεν ἐκείνων, Ἔνθεν ἀφορμηθεὶς ἄστεος ἐξ ὀλίγου. Καὶ γλῶσσάν τις ἔδησε λάλον, καὶ χείλεα σιγῇ, Ἐκ δὲ νόου, μεγάλῳ αἶνον ἔθυσε νόῳ. Καί πού τις λυκάβαντας ὅλους ἱερῷ ἐνὶ χώρῳ Ἑστηὼς, καθαρὰς ἐξεπέτασσε χέρας· Οὐδ᾽ ὅγ᾽ ἐπὶ βλεφάροισιν ὕπνον βάλε, θάμβος ἄπιστον!
Ἀλλ᾽ ἐπάγη Χριστῷ, ἔμπνοος ὥστε λίθος. Τῷ δὲ κόραξ γείτων τυτθῆς ἐμερίζετο δαιτὸς Λείψανον· εἷς δ᾽ ἄρ᾽ ἔην ἀμφοτέροις ἄκολος. Καί τις ἀνὴρ θείοιο κατ᾽ οὔρεος, ἔνθεν ἀέρθη Χριστὸς, ὅτ᾽ ἀνθρώπους λεῖψε πάθος τελέσας, Ἔνθα λόγῳ τε νόῳ τε καὶ ἅψεσιν ἀστυφέλικτος, Ἑστηὼς νιφετῷ βάλλετο καὶ ἀνέμοις· Οὐδ᾽ ὑπόεικε λιτῇσι περισταδὸν ἄλλοθεν ἄλλων Ἀνδρῶν εὐσεβέων ἀμφὶς ἑλισσομένων, Ἀλλ᾽ ἔχετο κρατερῶς Χριστοῦ μεγάλοιο ἄνακτος, Ἔνθεν ἀναστήσας ὃν νόον ἐκ μερόπων, Μέσφ᾽ ὅτ᾽ ἀποψύχοντι δόμον νέον ἀμφὶς ἔθηκαν, Οὐδ᾽ ἐμπαζομένῳ κηδεμόνος παλάμης.
Ἆ, φρίκος ἦλθεν ἔμοιγε· λόγοις πιστοῖσι τετύχθαι Τόνδε νόμον μοναχοῖς οὔνομα καὶ βίοτον, Οὓς πλεῖστοι μὲν ἴσασιν, ἀτιμάζουσι δὲ παῦροι Πλεῖον θερμοτέρους ἔμφρονος εὐσεβίης, Εὖτέ τις εὐαγέων ἀνδρῶν κείνοισι πελάσσῃ· Ἡμεδαποῖο νόμου μηδὲν ἐπιστάμενος, Πρῶτά μιν εὐμενέως μὲν ἑοῖς τίουσι δόμοισιν, Ἀμφαγαπαζόμενοι πᾶσι τύποις φιλίοις, Καὶ ψυχὰς θείοισι λόγοις, οὓς Πνεῦμ᾽ ἐχάραξεν, Ὑψοῦσιν, φαενὴν δαῖτα χαριζόμενοι· Αὐτὰρ ἔπειτα, νόμου τις ἀπηνέος ἐν μεσάτοισι Μνήσατο, καὶ τοῖον ἐξερέεινεν ἔπος, Εἰ καλὸν εὐσεβέεσσι Θεοῦ πέρι πότμον ἐπισπεῖν, Ἕλκων κρυπταδίοις ῥήμασι πικρὸν ἔπος.
Εἰ δ᾽ ὅγ᾽ ἀϊδρείῃσιν ἐπαινήσειε τελευτήν· Θνήσκουσιν πολλοῖς προφρονέως θανάτοις· Αὐτοὶ ὑπὸ σφετέρης παλάμης, καὶ γαστρὸς ἀνάγκῃ· Οἱ δὲ κατὰ σκοπέλων, βένθεσί τ᾽ ἠὲ βρόχοις, Μάρτυρες ἀτρεκίης, πολέμου δ᾽ ἄπο καὶ στονόεντος Χαίρουσιν βιότου τοῦδ᾽ ἀπανιστάμενοι Ἵλαθι, Χριστὲ ἄναξ, πισταῖς φρεσὶν ἀφραδέουσιν, Οἷά τ᾽ ἀπὸ νύσσης πῶλος ἀεθλοφόρος Τῆλε φέρων ἑὰ γοῦνα, ποδωκείῃσι πεποιθὼς, Οὐδὲ χαλινοῖσιν ἐντὸς ἐεργόμενος.
Ἄλλος δ᾽ αὖτ᾽ ἄλλης ἀρετῆς ἐπιτέρπετ᾽ ἐρωῇ· Σταθμῶν πλειοτέρων, πλείονες ἐργατίναι. Ἀλλὰ τί μοι τὰ ἕκαστα λέγειν; Στεινὴν γὰρ ἀταρπὸν Παύροισιν μερόπων ἐνθάδ᾽ ὁδευομένην Οἵδε διεξελάουσι, καὶ ἀργαλέον πυλεῶνα, Τῶν ἀγαθῶν πολλοῖς στειβόμενον καμάτοις.
Τοῖον μὲν Χριστοῖο λάχος, τοῖον δ᾽ ἀπὸ γαίης Πατρὶ Χριστὸς ἄγει καρπὸν ἑῶν παθέων, Ἕρμα λόγου, λαοῦ δὲ κλέος, κόσμου δὲ θέμεθλον, Κάλλεσιν οὐρανίοις ἀντεπιδεικνύμενον. Τῶν καὶ ἐμοὶ γένος ἐστὶ φαεσφόρον. Ὄμματα τήκοι Ὁ φθόνος. Ἀλλὰ σύ μοι τοῖσδε φίλα φρονέειν, Κληδονίῳ πρώτιστον ἐνηέϊ, ὅς γε πενιχροῖς Ζώει, καὶ Χριστῷ πάντ᾽ ἀνέθηκε φέρων, Αὐτὸν μὲν πρώτιστον, ἔπειτα δὲ ὅσσ᾽ ἐπέπαστο· Οὐδὲν ἑῇ ζωῇ λειπόμενος χθονίῃ, Μάργαρος ἐν λάεσσιν, ἐν ἀστράσι φωσφόρος ἄλλος, Εἴαρ ἐν ὥρῃσιν, ἐν δὲ φυτοῖσι ῥόδον.
Καὶ χθονίου ποτ᾽ ἄνακτος ἐν αὐλαῖς κύδεϊ γαίων, Μεῖζον ἐν ἡμετέρῳ ἕρκεϊ κῦδος ἔχει· Χριστῷ γὰρ βασιλῆϊ παρίσταται. Αὐτὰρ ἔπειτα, Πολλὸν ὁμηλικίης κρείσσονι Εὐλαλίῳ, Τόν ῥα κασιγνήτοιο μέγα σθένος Ἑλλαδίοιο Ἥμισυν ἄρτι λιπὼν, ᾤχετ᾽ ἀποπτάμενος Ἐς χορὸν, ὃν ποθέεσκεν· ὁ δ᾽ ἐνθάδε μοῦνος ἐλείφθη, Οὐδὲν ἔχων ὁράαν φέρτερον Ἑλλαδίου.
Μητέρα δ᾽ ἀμφιβέβηκεν ἑὴν στυγερῆς ὑπὸ νούσου Τειρομένην, ὀλίγαις ἐν ψεκάσι βιότου· Οἵαν πουλὺς ὁ μῦθος ἐλεγχέμεν, ἄρκιον εἰπεῖν Τοιούτων τεκέων μητέρα βαιὸν ἔπος. Καρτέριον δ᾽ ἑτέρῳ δῶκεν Θεός· ἀλλ᾽ ἄρα καὶ τὸν Θήσεις σὸν, φιλότης, εὐμενέων ἑτάροις· Καρτέριον, τοῦ κῦδος ἐν οὐρανίοισι μέγιστον Αἰὲν ἀειρομένου πνεύματι σαρκὸς ἄπο.
Φείδεο καὶ μεγάλου Νικομήδεος, εἴ τιν᾽ ἀκούεις, Ὃς ζωὴν βροτέην δῶκεν ἐπουρανίῃ, Καὶ θυσίην μεγάλοιο πατρὸς ζήλωσε παλαιὴν Ἀβραὰμ, ἁγνίσσας ὧν τεκέων δυάδα, Σπεύδοντ᾽ ἐς θυσίην ἱερήϊα· καὶ γάμον ἐσθλὸν Θήκατ᾽, ἐπεί ῥα γάμου κἀγαμίης στέφανος.
Οὐδ᾽ ἔλιπεν γαίῃ πτόρθους χοὸς, ὡς ὅλος ἔλθῃ Γαῖαν ἐς αἰπεινὴν, τῆσδε λυθεὶς βιοτῆς, Καρπὸν ἀριστεύοντα μετ᾽ ἀνδράσιν, ἠδὲ γυναιξὶν, Ἀνδράσιν υἷα φίλον, θηλυτέραις θύγατρα, Ἡμετέροισι χοροῖσιν ἑὸν στάχυν ἐγκαταλέξας, Ἔλπομαι, ὡς ληνῶν ἄξιον οὐρανίων, Εὐθαλέας ὅρπηκας ἀπ᾽ εὐόδμοιο φυτοῖο· Εἰ δὲ καὶ ὧν τοκέων κρείσσονας, ἐκ τοκέων.
Ἀλλὰ τὰ μὲν κρατεροῖο Θεοῦ ἐν χείρεσι κείσθω, Ὃς μέγα ταῖς μεγάλαις ἐλπίσι τέρμα φέρει. Νῦν γε μὲν οἷς τεκέεσσι πατὴρ, πτερὸν οἷα νεοσσοῖς Αἰετὸς ὠκυπέτης, πλησίον ἱπτάμενος, Ἰθύνει νεόπηκτον, ὅτ᾽ ἠέρος ἐν λαγόνεσσι Δινεύοντ᾽ οὔπω θαρσαλέῃ πτέρυγι, Πολλὰ μὲν εὐσεβίης παιδεύματα τοῖσιν ὀπάζων, Οὔπω δ᾽ ἧς ἀρετῆς φέρτερον οὐδὲν ἔχων· Ὃς θείοισι λόγοισι, καὶ ἤθεσι τούσδ᾽ ἀνέθηκεν, Ἐξ ἁπαλῶν ὀνύχων ἐσθλὸν ἐρειδόμενος, Καὶ πενίην ἱερὴν κλῆρον πόρσυνε μέγιστον, Μηδὲν ὥς κε λίποι ὄργανον εὐοδίης.
Οὗτος μὲν δή σοι τοῖος δόμος, εὖχος ἐμοῖο, Εὖχος ἐμῆς μάνδρης, αἵματος ἐξ ἐμέθεν. Οὐδὲ μὲν ἐν πυμάτοισι Θεόγνιος, ἀλλ᾽ ἐπὶ γαίης Ἱστάμενος, θώκων ἅπτεται οὐρανίων, Μείλιχος, ἡδυεπὴς, αἰεὶ χλοάοντι προσώπῳ Φαίνων εὐμενέος πνεύματος ἀγλαΐην, Οὐδ᾽ ἐπίπλαστον ὕπερθεν, ὁμοίϊα θηλυτέρῃσι, Βάλλων χρῶμ᾽ ἀρετῆς, κάλλος ἐλεγχόμενον, Ἀλλὰ φόβον πραπίδεσσι Θεῷ φίλον ἐντὸς ἐέργων, Μούνῳ τῷ κρυφέων ἴδμονι φαινόμενον.
Θαῦμα μέγ᾽, ὑστάτιόν περ ἐπαΐξας σταδίοισι Τῆς ἀρετῆς, ὅσσον ἔφθασε τοὺς προτέρους Καρπαλίμοισι πόδεσσι· φίλοις δέ τε παισὶν ἀρείω Γευσαμένοις σοφίης μοῖραν ἔδειξε βίου. Ἢν δὲ πάρος γαίηθεν ἐς οὐρανὸν εἶδε ταθεῖσαν Ἰσακίδης Ἰακὼβ ἡμέτερος προπάτωρ Κλίμακα, τήνδ᾽ ἀνιὼν, ὥς κεν Θεὸν αὐτὸν ἴδηται, Πηγὴν ἀκροτάτην οὐρανίων φαέων· Βαθμῶν τὸν μὲν ἔλειπεν, ὁ δ᾽ ἴχνια νῦν ὑπέδεκτο, Τοῦ δ᾽ ἔχεται παλάμῃ, ὄμματα δ᾽ ἄλλον ἔχει.
Τοίη γὰρ μερόπεσσιν ὁδὸς, καὶ τοῖον ἐμοῖο Αἷμ᾽ ἀνάγει Χριστῷ εὐγενέτης γενέτης. Πολλὰ δ᾽ ἄρ᾽ Εὐάνδρου κειμήλια ἔνδοθι κεύθει Ψυχὴ, καὶ πολιῆς λευκότεραι πραπίδες. Τίς δέ κεν Ἀστερίοιο σαοφρονέων λελάθοιτο, Ἠδὲ κασιγνήτων τῆς ἱερῆς τριάδος, Οἷς ξυνὴ σοφίη, ξυνὸς βίος, εἰς ἓν ἄγερθεν Ἐλπωρῇ· μούνῃ σαρκὶ μεριζόμενοι, (Σιγήσω Φιλάδελφον, ἐμὸν κέαρ, εὐγενὲς αἷμα·) Μακροβίου δ᾽, ἐπὶ τοῖς, θρέμματος ἡμετέρου, Θρέμματος ἡμετέροιο, φίλον δ᾽ ἐμὸν, ὃν πτερύγεσσιν Εὐμενέων Χριστὸς ἀμφὶς ἔχει μεγάλαις, ...............
Ὃν πάντων κρατέων οὐκ ἐφύσησε τύφος; Ῥήγινον ὕψι βιβάντα, Λεόντιον, Ἡλιόδωρον, Οἳ Χριστοῦ σοφίης ἄκρον ἔχουσι γέρας, Ἄλλους τ᾽ ἀγροτέροισι μετ᾽ ἀνδράσιν ἄστρα φαεινὰ, Πολλοῖς ἡμερίων οὐδὲ φαεινόμενα, Ἐν Χριστοῦ μελέεσσι τὰ τίμια, τίς κεν ἐνίσποι Σφρηγίδας ἀθανάτου, κάλλεα σαρκοφόρα;
Πάντες δ᾽ οἵ γε Θεοῖο μεγασθενέος θεράποντες, Ἄλλος ἐν ἀλλοίῃ ἄρτιος εὐσεβίῃ, Ἴχνεσι κουφοτάτοισιν ἐπιστείβοντες ἄρουραν, Δεξιτερῆς παλάμης θρέμματ᾽ ἀριπρεπέα, Καὶ νηοῦ μεγάλοιο λίθοι, οὓς Χριστὸς ἔδησεν Ἀλλήλοις ἐρατῇ Πνεύματος ἁρμονίῃ· Οἳ ζωῆς σπινθῆρσι μικροῖς ζώουσιν ἐλαφρὸν Τόνδε βίον, γαστρὶ παῦρα χαριζόμενοι Ἀρχεκάκῳ, παθέων δὲ βαρὺν κλόνον, ἠδὲ κελαινὸν Ἱστᾶσιν Βελίου οἶδμ᾽ ἐπανιστάμενον, Σταθμὰ λόγῳ, σιγῇ δὲ μέτρον, καὶ δεσμὰ γέλωτι, Οὔασι, καὶ σταθεροῖς ὄμμασι βαλλόμενοι, Νήλιποι, αὐαλέοι, πενθήμονες, οἰοχίτωνες, Νεκροὶ ἐπιχθόνιοι, ζῶντες ἄνω πραπίσι, Μεῖζον ἐν ὀφθαλμοῖσι Θεοῦ σέλας αἰὲν ἔχοντες, Ψυχῶν τ᾽ εὐσεβέων κεῖθι χοροστασίην.
Παρθενικὰς δὲ γυναῖκας, ὅσαι κλείουσιν Ἄνακτα Νυμφίον, ἁγνοτάταις μιγνύμενον κραδίαις, Αἳ Χριστὸν δοκέουσιν ἀκοιμήτοις φαέεσσιν, Οὔτι μαραινομένας λαμπάδας ἁψάμεναι, Τίσας, ἐπεὶ δεδάηκας ἐμὸν γέρας, εἴ τιν᾽ ἔτισας, Αὐλῆς ἡμετέρης ὄμμα φαεινότατον.
Ξυνὴ γὰρ πάντεσσι πέλει χάρις, εὖτέ τις ἐσθλῶν Ἐσθλὰ πάθῃ, θεσμῷ κιρναμένης φιλίης. Ναὶ μὴν καὶ τῇσίν γε μέγας νόος, ἄῤῥενι θυμῷ Ῥιπτούσαις δολερὴν Εὖαν ἀπὸ κραδίης, Ναὶ μὴν καὶ τῇσίν γε περὶ χροῒ σάκκος ἐρυμνὸς, Καὶ κόνις ἐν δαπέδῳ, φάρμακα σωφροσύνης· Εὐχαί τε στοναχαί τε φίλαι καὶ νύκτες ἄϋπνοι, Καὶ πηγαὶ δακρύων ἔνδοθι λειβομένων.
Γούνατα δ᾽ ἐῤῥώσαντο, καὶ ἀδρανίης λελάθοντο, Εὐσθενέων Χριστοῦ δραξάμεναι θυσάνων. Αἱ δ᾽ ἁπαλαὶ σάρκες τε καὶ εἵματα σιγαλόεντα, Κάλλος τ᾽ εἰαρινὸν ὦκα μαραινόμενον, Ἀμφότερον φύσιός τε καὶ ὁππόσον ἔκτοθι χερσὶν Ἄνδρες ἐτρίψαντο εἴδεσι μαχλοτέρων, Εἶξαν ὑπὸ πραπίδεσσι, νόου σθένος ἀνδράσιν ἴσας Θεῖναι θηλυτέρας, καὶ δέμας, ὡς σοφίην.
Οὐ μέγα· καὶ Χριστὸν γὰρ ἀπ᾽ οὐρανοῦ ἀστερόεντος Σαρκὶ σὺν ἀνδρομέῃ γαῖαν ἐπερχόμενον, Καὶ τέκον ἡμερίοις ἁγνῆς διὰ μητρὸς ἰόντα Παρθένου, ὄφρα νόμον ἀνδρόμεον τελέσῃ, Ἀχράντοισι γονῇσι, καὶ ἐκ τύμβοιο θορόντα Ἤματι ἐν τριτάτῳ θερμοτέροισι πόθοις Πρῶται ἐθηήσαντο, φίλοις τε ἤγγειλαν ἑταίροις, Γευόμεναι Χριστοῦ γεῦσιν, ἄκος προτέρης.
Πολλαὶ μὲν δὴ γαῖαν ἐπιπνείουσιν ἅπασαν, Ὁσσατίην σωτὴρ μῦθος ἐπιστρέφεται. Αἱ μὲν ὁμηγερέες, ξυνὸν πόθον ἀμφιέπουσαι Οὐρανίου ζωῆς, ἶσά τε μέτρα βίου, Αἱ δ᾽ ἄρ᾽ ἑοῖς τοκέεσσι παρήμεναι ἀδρανέουσιν, Ἠὲ κασιγνήτοις μάρτυσι σωφροσύνης.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.