Μηκέτ᾽ ἀριστεύοντα μετ᾽ ἀνδράσιν ἀφραδέεσσι· Δαίμων τ᾽ Αἰγύπτοιο, θεὸς κενεηγόρος, Ἄμμων, Βραγχῖδαι δ᾽ ἐπὶ τοῖσι, καὶ ὀφρυόεις Ἐπίδαυρος· Καὶ τελεταὶ κρυπταί τε καὶ ὄμμασιν ἀντιόωσαι, Κλεινῆς ἐν προτέροισιν Ἐλευσῖνος αἴσχεα νυκτὸς Αὐλῶν τε Φρυγίων μανιητόκος ἔκτομος ἠχὴ, Δικταῖοι Κορύβαντες, ἐνόπλια μαργαίνοντες, Βάκχοι τ᾽ ἀμφὶ γόνον Σεμελήϊον οὐρεσιφοῖται· Καὶ νυχίης Ἑκάτης κακὰ φάσματα, ὡς δὲ ναοῖο Μιθραίου κακὰ ἔργα, καὶ ὄργια οὐκέτ᾽ ἄπυστα· Γαλλαίης Κυβέλης ὀλολύγματα, ὅσσα τε Νεῖλον Καρποδότην τίουσιν ἐν αἴσχεσιν ἀνδρογύνοισιν, Ἴσιδος, Ὀσίριδός τε μυκήματα δακρυόεντα, Καὶ Σάραπις, ξύλον αὖον, ἔχων δηλήμονα μῦθον, Καὶ μόσχος πολύσαρκος Ἄπις, καὶ Μεμφὶς ἄνοια· Καὶ σὺ, Λάκαινα τάλαινα, διασταδὸν, ἔνθα καὶ ἔνθα Τεμνομένων μάστιξι νέων ἐπιβώμιος ἀλκὴ, Καὶ Γετικὸς Ζάλμοξις ὀϊστεύων δι᾽ ὁμίλου· Πάντα θεῶν Ταύρων τε κακὴ ξείνοισι θυηλή· Καὶ Προσύμνοιο καλοῖο θεὸς φαλὸν ἀμφαγαπάζων Δουράτεον, μάχλη τε Κύπριν τίουσα ἑορτὴ Κερδαλέη, καὶ Λίνδος ἐφυβρίζουσ᾽ ἱεροῖσι· Πάντ᾽ ἔθανε Χριστοῖο μεγακλέος αἵματι σεπτῷ, Ἀρχεγόνου τε νέου τε, τὸ δὴ καὶ θαῦμα μέγιστον.