Ἔργον
Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς ἑτέρους (Νόθα)
Ζ΄. Προς τον Νεμέσιον: Έλεγχος της ειδωλολατρικής πλάνης
Ποιητική επιστολή προς τον Νεμέσιο, όπου στηλιτεύονται οι μυθολογικές πλάνες, τα ανθρώπινα πάθη και η λατρεία των ειδώλων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ζ΄. Προς τον Νεμέσιον: Έλεγχος της ειδωλολατρικής πλάνης
Ποιητική επιστολή προς τον Νεμέσιο, όπου στηλιτεύονται οι μυθολογικές πλάνες, τα ανθρώπινα πάθη και η λατρεία των ειδώλων.
Ζʹ. Πρὸς Νεμέσιον. Ὄμμα δίκης μύθων τε, Νεμέσσιε, ὃς τοπάροιθεν Βήμασι ἰθυδίκοισι, φέρων κλέος ἐκ βασιλῆος, Πρώτοις Αὐσονίοις τε νόμοις μέγα κάρτος ὀπάζων, Ἐξ ὀπὸς ἀντιπάλοιο καὶ ἥσσονα μῦθον ἐλέγχων, Ὕστατον ἀντέλλεις θώκων ὕπερ ἠγαθέοισι Καππαδόκοισι, θέμιστος ἀπάργματα σῆς ἀναφαίνων· Ἄλλοι μὲν μολπῇσιν, ἐριγδούποισί τ᾽ ἀοιδαῖς, Καὶ ῥήτρην πυρόεσσαν ἀπὸ στομάτων προχέοντες Τὴν σὴν, ᾗ ῥα σὺ πάντας ἀπόπροθε πολλὸν ἔθηκας, Σὸν κλέος ὑμνείοιεν, ἐπεὶ πλεόνεσσι λόγοισιν Ἄρκιος, ἢν ἐθέλωσι διακριδὸν ἐξαγορεύειν, Ὥστε ῥόος μεγάλοιο μεριζόμενος ποταμοῖο.
Ἄλλοι δ᾽ αὖ γραφίδεσσι μετήορον ὕψι φέροντες, Ἢ χαλκῷ χοάνοις τε Νεμέσσιον ἐν μεσάτῃσι Στήσαντες πτολίεσσιν ἀναυδέα, τὸν πολύμυθον, Ἄστεα κυδαίνοιεν, ἐπεὶ κλέος ἄστεσιν ἐσθλῶν Ἡγεμόνων καὶ εἶδος ὁρώμενον ἐσσομένοισιν.
Αὐτὰρ ἐγὼ (δὴ γάρ με Θεὸς μέγας ἴδριν ἔθηκεν Οὐρανίων, χθονίων τε, νόος δ᾽ ἐπὶ πάντα φορεῖται, Βένθε᾽ ἀνιχνεύων μεγάλου σὺν Πνεύματος αἴγλῃ) Φθέγξομαι, ἅσσ᾽ ἐπέοικε θυηπόλον ἄνδρ᾽ ἀγορεύειν. Ἄγγελον ἀτρεκίης ἐριηχέα, τῶν δὲ μαθητὴν, Οἳ κόσμον γλυκερῇσι Θεοῦ δήσαντο σαγήναις, Οὔτε λόγοις κρατεροῖσι πεποιθότες, οὔτ᾽ ἀφένοιο Κάρτεϊ φυσιόωντες, ἀγακλέες, οὔτι πάροιθεν, Ὄφρα τις ὧδ᾽ εἴπῃσι· Θεοὺ κράτος ἐστὶ Λόγοιο.
Ἀλλ᾽ ἄγε, τοῖσδ᾽ ἐπέεσσι δίδου φρένα, καὶ γλυκεροῖσι, Μαψιδίοις ἐπέεσσι τόσον χρόνον οὖας ὑποσχὼν, Ὧν χάρις ἔστ᾽ ἐπίπλαστος, ὁμοίϊος εἴδεσι μάχλοις, Βαιὸν ἐμοῖσι λόγοισιν ὑποκλίνειας ἀκουὴν, Ὧν κάλλος νόος ἐστὶν, ἀνέκπλυτον, ἀστυφέλικτον, Ὄμμασιν ἁγνοτάτοισι διαυγέα φῶτ᾽ ἀμαρύσσων.
Εἰ γὰρ ὀϊστεύσειε τεὴν φρένα Χριστὸς ἄνωθεν, Καὶ μεσάτην τρώσειεν ἀναψύχοντι βελέμνῳ, Ἀμφοτέρους κεν ἔρωτας ἐποπτεύων ἑκάτερθεν, Γνοίης κέντρον Ἄνακτος, ὅσον γλυκερώτερόν ἐστιν. Ἤδη μοι πολιόν τε κάρη, καὶ ἅψεα ῥικνὰ Ἐκλίνθη βιότοιο πρὸς ἕσπερον ἀλγινόεντος.
Πολλοῖς μὲν λυπροῖσιν ἐμὸν κέαρ ἀντεβόλησε, Πολλοῖς δ᾽ αὖ τερπνοῖσιν ἀμοιβαδὶς ὠκυμόροισιν. Ἀλλ᾽ οὔπω τοιόνδε, τοσόνδε τε κῦδος ὄπωπα, Ὅσσον ἐπουρανίοιο Θεοῦ θεότητι πελάσσαι. Οἶον ἐμοὶ φίλον ἔσκε λόγων κλέος, οὓς συνάγειρεν Ἀντολίη τε Δύσις τε καὶ Ἑλλάδος εὖχος, Ἀθῆναι.
Τοῖς ἔπι πόλλ᾽ ἐμόγησα πολὺν χρόνον· ἀλλὰ καὶ αὐτοὺς Πρηνέας ἐν δαπέδῳ Χριστοῦ προπάροιθεν ἔθηκα, Εἴξαντας μεγάλοιο Θεοῦ Λόγῳ, ὅς ῥα καλύπτει Πάντα φρενὸς βροτέης τρεπτὸν πολυειδέα μῦθον, Τόσσον, ὅσον Φαέθων ὑψίδρομος ἀστέρας ἄλλους.
Τοὔνεκ᾽ ἐμῶν ἐπέων ἐμπάζεο. Καὶ γὰρ ἄμεινον Οὐ θέμις, οὐδ᾽ ἐπέοικε Θεοῦ βροτὸν ἐκγεγαῶτα, Οὐρανίοιο Λόγοιο καλὴν καὶ ἄφθιτον εἰκὼ, Τὴν νοερὴν, νοερῶν τε δαήμονα, ὑψικέλευθον, Εἰδώλοις κενεοῖσιν ὑποκλίνεσθαι ἀθέσμως Εἰναλίων, χθονίων τε καὶ ἠερίων πετεηνῶν, Ὕλης σκιδναμένης ἰνδάλμασιν οὐτιδανοῖσι, Παίγμασι σῆς παλάμης, ἰῷ καὶ σητὶ καμούσης, Ὧν τὸ μὲν ἔστι σέβασμα, τὸ δ᾽ ἥμισυ κεῖτ᾽ ἀγέραστον· Οὐδὲ μὲν οὐρανίοισι (τὰ μὴ θεοὶ, ἐκ δὲ Θεοῖο Κτίστορος ἐξεγένοντο, καὶ εἰ μέγα κῦδος ἔχουσι), Μήνῃ τ᾽ ἠελίῳ τε, καὶ ἄστρασιν οἵ ῥα πόλοιο Κόσμος. Ὅδ᾽ οὐρανίοιο φορεύμενον ἄσπετον εἶδος Κυκληδὸν, πολλοῖσι κεκασμένον ἔνδοθι κόσμοις, Κήρυξ ἀγλαόφωνος ἀναυδέσι ῥήμασι τέχνης, Ἣ τόδε πᾶν συνέπηξε, καὶ ἁρμονίῃ συνέδησεν, Ὄφρα κε δερκομένοισιν ἀδερκέα φῶτες ἕλωσι.
Καὶ γάρ τις δόμον αἰπὺν ὁρῶν, δωμήτορα λεύσσει, Καὶ ναῦς ναυπηγοῖο διάγγελος οὐ λαλέουσα. Τύνη δ᾽, ὦ θεοποιὲ, νέων πάτερ οὐρανιώνων, Ἤδη καὶ στυγεροῖσι σεβάσμασι γούνατ᾽ ἔκαμψας, Δαίμοσιν ἀψύχοισι, κακούς τ᾽ ἀγαθούς τ᾽ ἐκάλεσσας, Οἳ πάντες τελέθουσι κακοὶ, καὶ πλάσματος ἐσθλοῦ Δυσμενέες, φθονεροὶ, φιλοδαίμονες, ἀγριόθυμοι, Σαρκοχαρεῖς, κνίσσῃσι γεγηθότες, ἰλυόεντες, Οὓς Χριστὸς, μεγάλοιο Θεοῦ Λόγος, εὖτε φαάνθη Ἀνδρομέοισι τύποισιν ἀδμὴς Θεὸς, ὦσεν ὀπίσσω, Δηρὸν δὴ κρατέοντας ἐπὶ χθόνα· αἵματι σεμνῷ Αἵματα λῦσεν ἀλιτρὰ, νόου δ᾽ ἀνέδειξε θυηλὴν Τὴν κρυπτὴν τοπάροιθε, φαεινομένην ὀλίγοισιν.
Οὐ μέγα· καὶ γὰρ ἐγὼ, Χριστοῦ λάχος, οὔνομα σεπτὸν Πολλάκι μοῦνον ἔειπον· ὁ δ᾽ ᾤχετο τηλόθι δαίμων Τρύζων, ἀσχαλόων τε, βοῶν σθένος Ὑψιμέδοντος. Ἢ σταυροῦ μεγάλοιο χαράγματι μηδὲ μένοντι Ἠέρα μέσσον ἔγραψα, τύπος δ᾽ ἔστησε τρόπαιον, Ὡς τοπάρος Μωσῆος ἀγακλέος ἐν παλάμῃσιν.
Ἤθελον ἠερίης σκοπιῆς καθύπερθεν ἀερθεὶς, Βρονταῖον πάντεσσιν ἐπιχθονίοισιν ἀῦσαι· Ἄνθρωποι θνητοὶ, καὶ τέκτονες οὐδὲν ἐόντων, Μέχρι τίνος ψεύστῃσι καὶ ἠματίοισιν ὀνείροις Παιζόμενοι, παίζοντες, ἐπὶ χθονὶ μὰψ ἀλάλησθε;
Λάτριες εἰδώλων κενεόφρονες, οἳ παθέεσσιν Ἄλκαρ ἑοῖς μήσασθε θεοὺς στήσασθαι ἀλιτροὺς, Ψεύστας, ἀνδροφόνους, σκολιοὺς, ἐπίορκον ὀμοῦντας, Ἅρπαγας, ἀνδρογύνους, μοιχοὺς, ἐπιβήτορας ἀνδρῶν. Ἄθρει δὴ πρώτιστον ὅσ᾽ ἔπλετο μαργοσύνῃσι, Ταῦρος, κύκνος, χρυσὸς, ὄφις, πόσις, ἄρκτος, ἅπαντα Ὅσσα μιν ὠκὺς ἄνωγεν ἔρως, κοῦρός τ᾽ ἀλαπαδνὸς, Ὡς αὐτοί γ᾽ ἐνέπουσι θεῶν πλαστῆρες ἀκιδνῶν.
Οὐκ οἶον, παθέων δὲ καὶ αὐτῶν ἱρὰ σέβεσθε, Ἄλλους δ᾽ αὖτ᾽ ἄλλοισι κακοῖς ἔπι κάρτος ἔχοντας· Ὡς μὴ μοῦνον ἄτιτον ἅπαν κακὸν, ἀλλὰ καὶ ἐσθλὸν Ἔμμεναι, ὥς ῥα Θεῷ κεχαρισμένον, ὃς τόδ᾽ ἔτισε. Σκέπτεό μοι στρατὸν ἄλλον ἀγακλειτῶν ἐπικούρων, Ἰθυφάλους, κερόεντας, ἀναύχενας, ἡμιδράκοντας, Θῆρας, θηρομιγεῖς τε, γελοίϊον εἶδος ἔχοντας.
Τοίους παῖδας ἴδοιεν, ἐπεὶ καὶ τοῖα σέβουσι· Τοῖοι καὶ τελέθοιεν ἀρηγόνες οἷσι φίλοισι· Τοίων κἀντιτύχοιεν, ἐπήν κέ τις ἐχθρὸς ἵκηται, Ὡς κεῖνοι σφετέροισιν ἀρηγόνες εἰσὶ κακοῖσιν. Ἀλλὰ τί μοι τὰ ἕκαστα διακριδὸν ἐξαγορεύειν, Γλώσσης ἐξ ἱερῆς ἀμαρεύματα τοῖα χέοντι;
Ἓν δ᾽ ἐνὶ πᾶσι μέγιστον· ἀτὰρ λόγον ἧλος ἐρείδοι. Ἡμεῖς μὲν μεγάλῃσι βίβλοις, θείοις θ᾽ ὑποφήταις, Καὶ πύματον Χριστοῖο διάκτορος ἠγαθέοισι, Πνεύματι αἰγλήεντι χαρασσομένοισι νόημα, Καὶ κραδίαις καθαρῇσι Θεὸν μέγαν εἰσορόωσιν (ᾯ μούνῳ θεότητος ἀειδέος ἔστι λαβέσθαι), Ἴδριες οὐρανίων, θεολαμπέες, ὕψι θέοντες, Ὄσσον ἐφημερίοισι Θεοῦ βατὸν ἐνθάδ᾽ ἐοῦσιν.
Οὐ γὰρ ῥηϊδίως νεφέλης διαδέρκεται ὄμμα Καὶ λίαν εὐγλήνοιο· τὸ δὲ πλέον, ὕστατον ἡμῖν. Μισθὸς γάρ τε πόθοιο, πόθου τέλος ἀντιβολῆσαι. Ὑμῖν δ᾽ εἰ μὲν ἔασιν ἐπαισχέες, ὅσσον ἔασι, Μύθοις ὑμετέροισι, σεβάσμασί τ᾽ οὐλομένοισι Τρισμάκαρες θνητοὶ καὶ τετράκις, οἵ ῥα κακοῖσιν Οὔτε τι σύμφρονές εἰσι, νόμον θ᾽ ὑπὸ τίσιν ἔθηκαν.
Οἵους γὰρ βωμοῖσιν, ἐϋπλεκέεσσί τ᾽ ἐν ὕμνοις Τίετε πανδήμοισιν, ἀγακλειταῖς θ᾽ ἑκατόμβαις, Πολλάκι δεῖπνον ἔθηκαν ἀμετροβίοις κοράκεσσιν. Εἰ δ᾽, ὡς θειολόγοισιν ἐφεύαδεν ὑμετέροισιν (Εἰσὶ γὰρ, εἰσὶ καὶ ὑμῖν ὑποφραστῆρες ἀοιδῆς), Ταῦτα μὲν ἔστιν ἄεισμα κενὸν, καὶ θεσμὸς ἀοιδῆς Τερπνῆς, μιγνυμένου μέτρου σὺν παίστορι μύθῳ, Αὐτοῖς δ᾽ αὖ νόος ἐστὶν ὑφειμένος εἴδεϊ μάχλῳ Σεμνότερος, πινυτοῖσιν ὁρώμενος, ἀμφιπρόσωπος, Ἑρμᾶς δίγλυφος, οἷα πρόσω τὸ μὲν, ἄλλο δ᾽ ὄπισθεν, Ἄθρει κἀνθάδε μοι λόγον ἄτροπον, ὥσπερ ὀΐω· Ἔστι καὶ ἡμετέροισι διπλοῦς λόγος, ἔνδοθι σεπτοῦ Πνεύματος, ὃς δ᾽ ἄρ᾽ ὕπερθε, χαράγματος ἠγαθέοιο Ἄμφω, ὁ μὲν παύροισιν, ὁ δὲ πλεόνεσσι θεητός.
Οἴομαι, ὥς κεν ἔχωσι σοφοὶ πλέον, ἠὲ λαβόντες Μόχθῳ κατίσχωσι. Τὸ δ᾽ οὐ σχετὸν, ὅττι τάχιστον. Ἀλλ᾽ ἔμπης μύθοισιν ἐμοῖς καὶ σῶμα φαεινὸν, Ψυχὴν ἀμφὶς ἔχον θεοειδέα διπλόον εἷμα, Πορφύρεον, μαλακοῖο διεκφανὲς ἀργυφέοιο, Αἶσχος δ᾽ οὐδὲν ἔπεστιν, ὅ μοι Θεὸν ἀμφικαλύπτει.
Αἰδέομαι θεότητος ἔχων ἰήτορα μῦθον. Τίς Σκύλλης σκοπέλους σε διεκπλώοντα κελεύει Σπεύδειν εἰς Ἰθάκην μή πως πάρος ἐνθάδ᾽ ὄληαι; Τίς δ᾽ ὀλοήν σε Χάρυβδιν ἀπηνέα; τίς δ᾽ ἐπὶ πηγὴν Τῆς καθαρῆς θεότητος, ἐν ἰλύϊ δηθύνοντα;
Ἰλὺς πρόσθ᾽ ἐπέδησε, τὸ δ᾽ ἔκφυγεν ἀγλαὸν ὕδωρ. Φράζεό μοι καὶ τοῦτον ἐπίφρονα μῦθον ἄριστον· Οἱ πλέονες κακίους, καὶ ἡγητῆρος ἄνευθεν Πρόφρονες εἰς κακίην. Τυτθὸν δ᾽ ἐπὶ λῷον ὁδεύει. Σχεῖν ῥόον, ἔργον ἔμοιγε· τὸ δ᾽ ἐς πρανὲς, ὡς μάλ᾽ ἐλαφρόν.
Εἰ δὲ θεοὺς στήσειας ἀτασθαλίης μεδέοντας, Πρὶν μύθου δνοφεροῖο λῦσαι ζόφον ἔμφρονι μύθῳ, Μυθόλατριν διέπερσας ἐπισπόμενον φαέεσσιν. Ἀλλὰ τί μοι πλεόνων; σὺ δέ μοι λόγον αὐτὸν ἄλυξον Ἀμφίδετον, πινυτός περ ἐὼν καὶ ἄλλον ἐλέγχειν.
Εἰ μῦθοι τάδ᾽ ἔασιν, ἱδρύματα ῥίψον ἔραζε. Τίς χάρις, αἶσχος ἄπιστον ἑοῖς κτεάτεσσι γεραίρειν, Ὃν δὲ Θεὸν γενετῆρα, βίου θ᾽ ἡγήτορ᾽ ἀτίζειν; Εἰ μὴ μῦθος, ἔφελκε τεοῖς φαέεσσι καλύπτρην, Ἁζόμενος πολιῇσιν ὁμοίϊα μυθολογεύειν, Τερπομέναις κύλιξι φίλαις, καὶ νυξὶν ἀΰπνοις.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.