Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς ἑτέρους (Νόθα)

Γρηγόριος ὁ Ναζιανζηνός

Δ΄. Από τον Νικόβουλο προς τον πατέρα περί παιδείας

Επιστολή του Νικοβούλου, ο οποίος απορρίπτει τις μάταιες απολαύσεις και ικετεύει τον πατέρα του να υποστηρίξει τον πόθο του για μάθηση και πνευματική προκοπή.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 6 από 10

Δʹ. Παρὰ Νικοβούλου πρὸς τὸν πατέρα. Ὦ πάτερ, εἴ μ᾽ ἔφυσας, βαιὴ χάρις· ἦ γὰρ ἁπάντων Εἷς νόμος οὗτος ἄνωθεν, ὁμῶς μερόπων ἀλόγων τε, Κάμπτεσθαι φιλότητι, λόγου δ᾽ ἰότητι σοφοῖο, Τικτομένους, τίκτοντας ἐφημέριον βίον ἕλκειν, Καὶ ζώειν φθινύθοντας ἐπ᾽ ἀσταχύεσσιν ἑοῖσιν.

Ἀλλ᾽ ἔθρεψας ἔπειτα· βοῶν δέ τε καὶ κρατεροῖσιν Οὔθαθ᾽ ὑποσκαίροντες ἀνακρούουσι καρήνοις Μόσχοι· ταὶ δὲ φέρουσι μόγον γλυκερῆς ὑπ᾽ ἀνάγκης Ὄρνις δ᾽ ἄπτερα τέκνα, φίλης καθύπερθε καλιῆς, Ἀμφιπεριτρύζει, καὶ τείρεται ἔνθα καὶ ἔνθα Μάστακ᾽ ἀλητεύουσα, τροφὸς κενεὴ καὶ ἄπαστος.

Φίλτρῳ γὰρ συνέδησε φύσις τοκέας τε γόνους τε, Μησαμένη τοκέων τόδε φάρμακον, ὥς κε βαρείας Κουφοτάτοισι πόθοισιν ἐλαφρίζωσιν ἀνίας. Τοὔνεκα καὶ δριμεῖα νέῃ περὶ πόρτακι μήτηρ, Ὡς δὲ κύων σκυλάκεσσι νέοις, καὶ πτηνὰ νεοσσοῖς Δῆριν ἄγει· στικτὴ δὲ διέσσυται ἀγριόθυμος Πάρδαλις ἐκ ξυλόχοιο, συῶν δέ τε μαίνεται ἀλκὴ, Χαίτη δενδρήεσσα, κόρης σέλας, ἀτμὸς ὀδόντων Θηγομένων καναχηδὰ, γένυς δέ τε βάλλεται ἀφρῷ, Ἱεμένων τεκέεσσιν ἀμυνέμεν, ἠὲ δαμῆναι· Οἶστρος γὰρ τόδ᾽ ἔπεισεν ἀδιδάκτοισι νόμοισι.

Σφῆκες δ᾽ αὖ πέτρῃσιν ἐνήμενοι, ἤν τιν᾽ ἴδωνται Πλησίον, οὐδὲ φέροντα κακὸν τεκέεσσι νεογνοῖς, Πετρόθεν ἐκχυμένοι, στρατὸς ἀθρόος, ἀμφὶ πρόσωπα Βομβεῦσιν, κέντροις δὲ πικροῖς βάλλουσιν ὁδίτην. Ἔστι καὶ ἐν βυθίοισι πόθου νόμος, εἰ ἐτεόν γε Δελφὶς, εἰναλίων βασιλεύτατος, ἤν τιν᾽ ἴδηται Θῆρ᾽ ἁλὸς ἠπεδανοῖσιν ἐπιπλώοντα τέκεσσιν, Ἣν γένυν ἁπλώσας, εἴσω γόνον αὖθις ἔδεκτο, Λάπτων ὥς τιν᾽ ἐδητὺν, ὅπως μὴ θηρσὶ γένοιτο· Οὐδ᾽ ὅγε πρὶν κευθμῶνος ἀνέπτυσε φόρτον ἄπιστον, Πρὶν θηρὸς κρατεροῖο φυγεῖν στονόεσσαν ἀπειλήν· Τῆμος δ᾽ ἐκ λαγόνων ὠδῖν᾽ ἠρεύξατο κούφην.

Τῷ μή μοι γένεσιν προφέρειν, καὶ τυτθὸν ἐδωδὴν, Ἣν σύ γε καὶ δμώεσσι τεοῖς καὶ βουσὶν ὀπάζεις. Ἀλλά τι τῶνδε περισσὸν ἔχειν χατέω, πανάριστε, Ὡς βροτὸς, ὡς ἀγαθοῖο πατρὸς πάϊς. Ἀλλ᾽ ἐπίνευσον, Εἴ τινα καὶ δακέθυμον ἐρῶ λόγον, οὐδ᾽ ἐπικεύσω.

Οὐκ ἐθέλοντα τέκες με, τεκὼν δ᾽ ἔθρεψας ἀνάγκῃ. Ἢν δὲ τεκὼν μεθέῃς με, βοτὸν τέκες ἀντὶ βροτοῖο. Οὐ χρυσὸν ποθέω, οὐδ᾽ ἄργυρον, οὐδὲ τὰ σηρῶν Νήματα, καὶ λιθάκεσσι μεμιγμένας ἔνδοθεν αὐγὰς, Οὐ γαῖαν πολύμετρον ὁμοίϊα κυμαίνουσαν Αἰγύπτου πεδίοισιν ἀγάσταχυν, οὐ θεραπόντων Πληθὺν, τετραπόδων τε. Γάμος δ᾽ ἄλλοισι μεμήλοι Ὑψηλὸς, δέσποιναν ἄγων, τιμώμενον ἄχθος· Καὶ θρόνος, ὃς παύρους πατέων, πλεόνεσσι πατεῖται, Πολλάκι χειροτέροισι, τὸ καὶ πλέον ἦτορ ὀρίνει.

Ἄλλος γάρ τ᾽ ἄλλοισι τύφος, χθαμαλοὶ δέ τε πάντες, Ἔμπεδον οὐδὲν ἔχοντες ἐς αὔριον, ἀλλοτρίοισι Τερπνοῖς φυσιόωντες ἀφιπταμένοισι τάχιστα. Ἐῤῥέτω, ὅσσα φέρει πικρὴ βιότοιο θύελλα Τῇ καὶ τῇ δονέουσα κόνιν πάντεσσιν ἄπιστον.

Ταῦτα γὰρ ἠπεδαναῖς μὲν ἔτι φρεσὶν ἔδρακον ἔμπης, Καὶ πινυτῶν ἐσάκουσα· χρόνος δέ τι καὶ πλέον οἴσει, Ὃν πάντες ἐνέπουσι διδάσκαλον ἡμερίοισιν. Ὦ πάτερ, ἓν ποθέω, μύθων κράτος, ἀντί νυ πάντων. Καλὸν μὲν ῥήτρης πυρόεν μένος, ἔν τ᾽ ἀγορῇσιν, Ἔν τε δικασπολίῃσι, καὶ εὐφήμοισι λόγοισιν.

Καλὸν δ᾽ ἱστορίης φρὴν ἔμπλεος· ἱστορίη γὰρ Συμφερτὴ σοφίη, πολλῶν νόος· οὐκ ὀλίγον δὲ Γραμματικὴ ξύουσα λόγον, καὶ βάρβαρον ἠχὴν, Ἑλλάδος εὐγενέος γλώσσης ἐπίκουρος ἀρίστη· Καὶ λογικῆς τέχνης τὰ παλαίσματα, οἷς ὕπ᾽ ἀληθὲς Κρύπτεται, ὃ τριφθεὶς δὲ λόγος περίφαντον ἔθηκεν· Ὅσσοις τ᾽ ἤθεα κεδνὰ διαπλάσσουσιν ἄριστοι, Ὡς τυρὸν πλεκτοῖσιν ἐειδόμενον ταλάροισιν· Ἠδ᾽ ὁπόσα πτερόεντι νόῳ λεπταῖς τε μερίμναις Βένθεα διφήσαντες, ὁ μὲν τοῦ, τοῦ δέ τις ἄλλος, Ἄνδρες ἐθηήσαντο σοφοὶ, βίβλοισι δ᾽ ἔδωκαν· Ἠερίων, χθονίων τε καὶ εἰναλίων φύσιν εὗρον, Οὐρανίων τ᾽ ἐπὶ πᾶσι Θεοῦ νόον ἀφράστοιο· Πῶς τόδ᾽ ἄγει, καὶ ποῖ προφέρει, καὶ εἰς ὅτε λήξει Κόσμος ὅλος πολλοῖσι κεκασμένος ἔνδοθι κόσμοις· Ἢ μάθον, ἢ τὰ νόησαν, ἃ μὴ θνητοῖο νοῆσαι.

Αὐτὰρ ἐπὴν δὴ ταῦτα διεξελάσω νεότητι, Πνεύματι θειοτέρῳ δώσω φρένας, ὅσσα κέλευσε Καλὰ ἀνιχνεύων τε καὶ ἐς φάος αἰὲν ὁδεύων, Καὶ στάθμην βιότοιο φέρων κινήμασι θείοις, Ὥς κεν ἀοσσητῆρα, συνέμπορον, ἡγεμονῆα Χριστὸν ἔχων, κούφῃσι σὺν ἐλπίσιν ἔνθεν ἀερθῶ, Καὶ ζωῆς καθαρῆς τε καὶ ἀλήκτοιο τύχοιμι, Μηκέτ᾽ ἀληθείης ἰνδάλματα τηλόθε λεύσσων, Ὥστε δι᾽ ἐσσόπτροιο καὶ ὕδατος ἀδρανέοντα, Αὐτὴν δ᾽ ἀτρεκίην θηεύμενος ὄμμασιν ἁγνοῖς, Ἧς πρῶτον πύματόν τε Τριὰς θεότης μονόσεπτος, Ἓν φάος ἐν τρισσοῖς ἀμαρύγμασιν ἰσοθέοισι.

Δέρκεο μητρὸς ἐμῆς μήτρων μέγαν, ὃς περὶ πάντων Μύθοισι πυκινοῖσι κεκασμένος, οὓς συνάγειρεν Ἐκ περάτων, γλώσσῃσί τ᾽ ἐνὶ πλεόνεσσι καθίζων, Ὑστάτιον κληῖδα λόγων ποιήσατο, Χριστὸν Καὶ βίον αἰπήεντα. Πρὸς ὃν, πάτερ, ὄμμα τιταίνω.

Εἴ τοι καὶ βαιὸν χθαμαλώτερον· ἀλλὰ μετρεῖσθαι Μέτροισι μεγάλοισι βίον πυκινόφρονος ἀνδρός. Κρεῖσσον δεύτερ᾽ ἔχειν μεγάλων, ἢ πρῶτα πενιχρῶν· Ὡς ἵπτασθ᾽ ἀετοῖο κάτω ῥοιζοῦντος ὕπερθεν, Ἠὲ χαμαιπετέων κορύδων ὑπὲρ ἠέρα τέμνειν.

Ταῦτα, πάτερ, ποθέω, σὺ δέ μοι τελέσειας ἐέλδωρ. Ναὶ λίτομαι· τῆς σῆς δὲ γενειάδος ἅπτομ᾽ ἔγωγε; Ναὶ λίτομαι· καιροῖο λαβώμεθα, ὃν προσιόντα Ἔστιν ἑλεῖν, ζητεῖν δὲ παραθρέξαντα, μάταιον. Καιρὸς φυταλιῆς, καιρὸς δέ τε γαῖαν ἀρόσσειν· Καιρὸς ποντοποροῦσι λύειν πρυμνήσια νηῶν· Καιρὸς θηρητῆρσι κατ᾽ οὔρεα θῆρας ἀναιρεῖν· Καιρὸς δ᾽ αὖ πολέμοιο· τὰ δ᾽ ἄνθεα εἴαρος ὥρη Τίκτει. Ὣς δὲ λόγων ἔσθ᾽ ὥριος ἀνδράσι καιρὸς, Ἡνίκα θερμότεροι ψυχῶν πλείουσιν ἔρωτες, Οὐδὲ τύποις πολλοῖσι χαράσσεται ἔνδοθεν ἦτορ, Ἀλλὰ νεογράπτοις καλοῖς μούνοισι τέθηλε, Καὶ ῥίζαν βιότοιο νέοι βάλλοντ᾽ ἐπὶ γαίης, Ἐσθλήν τε στυγερήν τε, τὸ καὶ φράζεσθαι ἄμεινον.

Πείθομαι, ἦ τινα μῦθον ἀρείονα τοῖσδ᾽ ἐπιθήσω; Αἰδέομαι τοὺς σοὺς μύθους, πάτερ, οἷς σύ γ᾽ ἄριστος Εὐδρομέων γλῶσσάν τε καὶ οὔατα, καὶ νόον ὠκὺν Ἐν πάντεσσι νόμοισιν ὁμῶς, ἀδέτοις τε δετοῖς τε, Οὐδὲ μόγοις πολλοῖσι, τὸ δὲ καὶ θαῦμα περισσόν.

Οἶδά σε καὶ βασιλεῦσι παριστάμενον μεγάλοισι, Καὶ μετ᾽ ἀριστήων τιμώμενον, εἴ ποτ᾽ ἔην γε, Ἡνίκα θούριον ἔγχος Ἀχαιμενίδῃσι τίνασσες· Καὶ πλούτῳ κομόωντα, καὶ αἵματι, καὶ πραπίδεσσιν, Εἶδός τε μέγεθός τε· παλαιοτάτοισιν ὅμοιος Αἰακίδῃσιν ἔης, ἢ Αἰτωλῷ Μελεάγρῳ.

Ἀλλὰ καὶ ὣς μῦθοί σε πλέον κλήἵσσαν ἁπάντων, Ἔμπεδον, ἀστυφέλικτον, ἀγήραον, ἄτροπον, ἐσθλὸν, Αἰὲν ἐπερχομένοισιν ἀεξόμενον λυκάβασι. Κλῆρον ἔχειν ποθέω πατρώϊον, ὥς ποτε λόγχην Σπαρτιάται, Πέλοπός τε γένος Πελοπήϊον ὦμον, Καὶ σκῆπτρον πατέρων εἰς υἱέας αἰὲν ὁδεῦον· Κεκροπίδαι τέττιγα πλόκων ὕπερ υἱέα γαίης Γηγενέες. Καὶ εἶδος ἔχειν πατρώϊον εὖχος.

Αἴδεό μοι πόθον· αὐτὸν ἀμύμονα εἶδον ἔγωγε Καὶ στυγεροῖσι πόθοισι τέκνων εἴκοντα τοκῆα, Ὥς τιν᾽ ἀοσσητῆρα νόσου, καὶ τερπνὰ φέροντα Ἄμμιγα τοῖς ἀγαθοῖσιν, ὅπως τὰ κρείσσονα τερπνοῖς Φαρμάσσοι, μικρῷ δὲ χερείονι νοῦσον ἐλαύνοι· Καί τινα καὶ σοφίης ἀδαήμονα, πολλάκι παιδὶ Ἑσπόμενον ποθέοντι λόγους, καὶ δόντα πόθοισιν Ὀθνείοις ἀγαθοῖσιν, ὅπως κεχάροιτο γόνοιο.

Αὐτὰρ ἐγὼ κέλομαί σε τὰ μὲν κάλλιστα ποθεῦντι Ἕσπεσθαι, καὶ χεῖρα φέρειν, πάτερ· εἰ δὲ κακοῖσι Τερποίμην, παίδων με τεῶν ἄπο τηλόθι ῥῖψον Ὡς νόθον, εὐγενέος Ῥήνου κριθέντα ῥεέθροις, Ἢ καθαρῶν ἀετῶν ψευδῆ γόνον ἀκτίνεσσι.

Δὸς χάριν, ἢ πατρός ἐστι πλέον ἢ παιδὸς, ἄριστε, Ἔμπαλιν ἀΐσσουσα παρ᾽ υἱέος ἐς γενετῆρα· Κῦδος γὰρ τοκέεσσι τέκνων κλέος, ὡς τεκέεσσιν Ὧν τοκέων· ξυνὴ δὲ χάρις καὶ ξυνὸν ὄνειδος. Ἤδη καὶ σταδίοισιν ὅλον βίον ἐξετίναξαν, Ἅλματα τιμήσαντες ἀνάρσια, καὶ φόνον ἀνδρῶν, Θηρῶν τ᾽ ὀλλυμένων κενεόφρονες, ὡς πολιήταις Ἦρα φέρειν, καὶ κῦδος ἔχειν περιώσιον ἄλλων, Πανδήμοις στομάτεσσι βοώμενον οὐκ ἐπὶ δηρόν.

Ἄλλο. ἀεθλευτῆρσι βίον καὶ πλοῦτον ἄφυσσαν, Ἀμφὶ κόνιν μογέουσιν ἐτώσια, ἡνιόχοις τε Ἀντίπαλ᾽ ἀφραδέουσιν, ὑπ᾽ ἀντιπάλοισι θεηταῖς, Παλλομένοις ἑκάτερθεν ἐς ἠέρα. Ὕβρεσιν ἄλλοι Ἀνδρῶν θηλυτέρων πολυκαμπέα τέρψιν ἔχοντες, Καὶ μίμων σκιεροῖσι ῥαπίσμασιν, οἷς ὕπο κόρση Γυμνοῦται, ψοφέουσα γελοίϊον ἀντὶ γόοιο.

Τοῖα γὰρ ἀφραδέουσιν, ἑὸν βίον ἐν μεσάτοισι Παίζοντες κακοεργόν. Ἃ γὰρ μάθον, ἐξεδίδαξαν. Καὶ μισθὸς μούνοισι κακῶν οὐ φάσγανον ὀξὺ, Ἀλλ᾽ ἄφενος, καὶ πλοῦτος, ἐπεὶ παθέων ἐπαρωγοί. Ῥεῖα δ᾽ ἀριστεύουσιν ἐν ἀφραδέεσσι κάκιστοι.

Κεῖνοι μὲν δὴ τοῖα· καὶ ἃ κτήσαντο κακίστως, Χεῖρον ἀπεῤῥίψαντο. Δίκη δ᾽ ἰθεῖα παρέστη. Σοὶ δὲ Θεὸς ὀπάσειε τάτ᾽ ἔλδεαι, ὅστις ἄριστος Χεῖρ᾽ ὀρέγειν τεκέεσσι, καὶ οἷς δατέεσθαι ἄμεινον. Ἄλλοισιν τὰ περισσὰ, τὰ δ᾽ ὄλβια ἡμῖν ὀπάζοις.

Οὐ γὰρ πόλλ᾽ ἐθέλω, πολλοῦ γε μὲν ἄξιος αὐτὸς Ἔμμεναι, ὡς πατέρων μὴ τηλόθε πολλὸν ἐλαύνειν. Τίς χάρις, ἢν σὺ πίθηκον ἔχῃς, βροτοειδέα λώβην, Χρυσείοισι βρόχοισι δέρην περιγυρωθέντα; Οὐ γὰρ κόσμος ἄμειψε γελώϊον εἶδος ἐλαφρόν.

Τίς δὲ χάρις κάνθωνι φέρειν χρυσοῖο τάλαντα; Κάνθων καὶ πολύχρυσος ἐὼν ὀγκηθμὸν ἀείδει. Οὐδὲ χάρις μολίβοιο τετυγμένα φάσγανα κεύθειν Ἀργυρέοις κολεοῖσι, τὰ μὴ πολέμοισιν ὄνειαρ. Τοῖος γὰρ βροτός ἐστιν, ὅτ᾽ ἔκτοθε μοῦνον ἀερθῇ.

Τέρμα λόγου τόδ᾽ ἄκουε· Θεὸς δ᾽ ἐπιμάρτυρος ἔστω. Καὶ γὰρ καὶ Θεός ἐστι Λόγος, θνητοῖσιν ἀνάσσων. Ταῦτα, πάτερ, παρ᾽ ἐμεῖο, φύσις, τρόπος, ἄσπετος ἱδρὼς, Ἤματά τε νύκτας τε διηνεκὲς εἰς ἒν ἀγείρειν.

Τἆλλα δέ μοι παρὰ σεῖο, Θεὸς, χρόνος, ἐλπὶς ἀρείων, Μὴ λήγειν θήγοντα παραιφασίῃσιν ἑταίρων· Καὶ γὰρ καὶ δρυτόμῳ πέλεκυς, σθένος ἐστὶν ἄριστον. Μὴ σύ γε μὴ πόντον περιδείδιθι, μὴ σύ γ᾽ ὁδοῖο Μῆκος, μὴ κτεάνων περιφείδεο, μήτε τευ ἄλλου Τῶν ὅσα τὴν μεγάλην ἀρετὴν θνητοῖσιν ὀφέλλει.

Πολλῶν τοι κτεάνων προφερέστερος εὔχομαι εἶναι, Πρωτότοκος, καὶ πρῶτος ἐς οὔνομα πατρὸς ἀείρας, Εἴ τινα καὶ τόδ᾽ ἔχει γενέταις χάριν, ὥσπερ ὀΐω. Εἰ δὲ σέ γ᾽ ἢ κτεάνων αἴρει πόθος, ἢ σέ γε παιδὸς Θηλύτερος, μαλακὸς, μητρώϊος ἐγγύθε πίπτων, Φλὸξ καλάμης ἀνιοῦσα, μαραινομένη τε τάχιστα, Φθέγξομαι, οὐκ ἐθέλων μὲν, ἀτὰρ σύ με καὶ τὸ κελεύεις· Οὔ ποτέ σοι φιλόπαιδος ἐγὼ, πάτερ, οὔνομ᾽ ἀνάψω.

Ἀλλὰ, πάτερ, σῷ παιδὶ πέλοις θεὸς ἀντὶ βροτοῖο. Μὴ φράξῃς πηγὴν, ποταμὸν μέγαν ὠδίνουσαν, Μηδὲ φάος λύχνοιο θάνοι, λήγοντος ἐλαίου, Ἢ φυτὸν οὐ δροσερῇσι πιαινόμενον προχοῇσιν. Οἶγε, θρέψον, ἔπαρδε, ῥόον, φάος, ἔρνος ἀέξων.

Μῆτερ ἐμὴ, σὺ δ᾽ ἐμῇσι λιταῖς ἐπάρηγε καὶ αὐτὴ, Ὄφρα κεν ἀμφοτέροισι χαρίστιον ὕμνον ἀείσω Μηδὲ μόνον πηλοῖο (τό πέρ τισιν εὔαδε λέξαι, Φρασσαμένοις ὅτι σαρξὶ περιτρομέουσι τοκῆες), Ἀλλὰ καὶ ἀθανάτων ψυχῶν γενέτας καλέσαιμι.