Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς ἑτέρους (Νόθα)

Γρηγόριος ὁ Ναζιανζηνός

Ε΄. Του Νικοβούλου προς τον υιό: Πνευματικές νουθεσίες

Πατρικές συμβουλές προς τον νέο που αναχωρεί για σπουδές, τονίζοντας την ευγνωμοσύνη προς τον Θεό, τον υπερβατικό βίο και την αξία της σωφροσύνης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 7 από 10

Εʹ. Νικοβούλου πρὸς τὸν υἱόν. Τέκνον ἐμὸν, μύθους ποθέων, ποθέεις τὰ φέριστα· Καὐτὸς γὰρ μύθοις ἐπιτέρπομαι, οὕς περ ἔδωκε Χριστὸς ἄναξ μερόπεσσι, βίου φάος, οἷον ἀπ᾽ ἄλλων Δῶρον ἐπουρανίης ἐξ ἄντυγος. Οὐδὲ γὰρ αὐτὸς Αἰρόμενος πολλῇσιν ἐπωνυμίῃσι, γέγηθεν Ἄλλο τι πρόσθε Λόγοιο καλεύμενος. Ἀλλ᾽ ἐσάκουε Μῦθον ἐμόν. Πατρὸς δὲ παραίφασίς ἐστιν ἀρίστη, Καὶ πολιὴ νεότητος ἔχει πλέον. Ἱστορίην γὰρ Ὁ χρόνος, ἱστορίη δὲ τέκεν σοφίην πτερόεσσαν· Τοὔνεκ᾽ ἐμῶν ἐπέων ἐμπάζεο· καὶ γὰρ ἄμεινον.

Τέκνον ἐμὸν, τὰ μὲν ἄλλα Πατρὸς καὶ φέρτερος εἴης· Χαίρει γάρ τε πατὴρ ἡσσώμενος υἱέος ἐσθλοῦ, Καὶ πλέον ἢ πάντων κρατέων, θείοισι νόμοισιν, Οἷς τόδε πᾶν συνέδησε Πατὴρ μέγας· ἐκ δὲ Λόγοιο Ἔμπεδον ἐστήριξεν, ἑὸν κτέαρ ἀμφαγαπάζων.

Κεῖνό γε μὴν ἐθέλω σε πατρώϊον, ὦ τέκος, ἴσχειν Αἰδῶ πλειοτέρην, ἧς νῦν τοκέεσσιν ἔφηνας. Παῖς καὶ ἐγὼ γενόμην ἀγαθοῦ πατρὸς, ἀλλὰ τόδ᾽ οὔπω Ἦλθεν ἀφ᾽ ἡμετέρων στομάτων ἔπος, οὐδ᾽ ὑπ᾽ ὀδόντι. Οὐδὲ γὰρ οὐδὲ Θεῷ κεχαρισμένος ἐστὶν ὁ μῦθος «Ὦ πάτερ, εἴ μ᾽ ἔφυσας, βαιὴ χάρις· οὐ γὰρ ἔμοιγε, Σῷ δὲ πόθῳ, σῇ σαρκὶ χαριζόμενός μ᾽ ἐφύτευσας.

Ἀλλ᾽ ἔθρεψας ἔπειτα· τί γὰρ τέκες;» Ὡς ἀχάριστος Φωνή! καὶ κόσμοιο λύσις, μεγάλης τε γενέθλης Φίλτρῳ μὲν συνέδησε φύσις τοκέας τε γόνους τε, Μὴ μόγος ἀμφὶ τέκεσσιν ἀποῤῥήξειε τοκῆας, Καὶ θανάτῳ τίκτωμεν, ἀκηδέες ὧν τεκόμεσθα.

Τοὔνεκα καὶ μόθον αἰνὸν ἑοῖς περὶ παισὶ τοκῆες Ἵσταντ᾽, ἦ γὰρ ἔλεξας ἐτήτυμον, ἄχρι μόροιο, Σφῆκες, παρδάλιες τε, βόες, σύες, ἰχθύες, ὄρνεις, Πάντων δ᾽ αὖ περίαλλα βροτῶν γένος. Εἰ δὲ νόμοισι Τόσσοις εἰ καθέοιμεν, ὅλος βίος οἴχετ᾽ ἄϊστος.

Τίς γὰρ ἔθ᾽ υἱῆα προσπτύξεται, ἢ τὰ φέριστα Εὔξεται, ἢ ποθέοντι λόγους, ἢ ἄλλο τι νεύσει, Τίς μοῖραν κτεάνων ἀποδάσσεται, ὡς ἐπέοικεν, Εἰ χρέος, οὐ χάρις ἐστὶν, ὅ κεν πατρὸς υἱὸς ἕλῃσι, Καὶ μηδὲν μὲν ἔχων, αἰδοῦς νόμον ἔκτοθι βάλλοι, Εὖ δὲ παθὼν, ἀχάριστον ἔχοι γλῶσσάν τε νόον τε;

Σκέπτεο δ᾽ εἴ κέν σοί τις ἀπαντήσειεν ἐχέφρων· Οὐκ οἶον μερόπων ἡμεῖς γένος, ἀλλὰ Θεοῖο, Τῶν δὲ πάρος. Πατέρες δὲ τὰ δεύτερά εἰσι τέκεσσιν Ὄργανα τῆς Χριστοῖο Θεοῦ μεγάλοιο γενέθλης. Γαῖαν ἕλεν, δῶκεν δὲ νόον, μικτὸν δ᾽ ἀνέδειξεν Ἓν γένος ἀμφοτέρωθεν, ἐπιχθόνιον βασιλῆα, Σῶμα κακοφρονέοντα, θεὸν θετὸν εὐσεβέοντα· Πολλοῖσίν τε κακοῖσι κυκώμενον ἔνθα καὶ ἔνθα, Ὥς κεν ἐνὶ πλεόνεσσιν ἀκαμπέα θυμὸν ἔχωμεν.

Ἀλλ᾽ οὔπω τις τόσσον ἀπὸ φρενὸς ἤλυθεν ἐσθλῆς, Οὐδὲ τόσον νεότητος ἀπηνέος αἵματι βράσθη, Ὡς τόδ᾽ ἀπὸ στόματος ῥῆξαι κακὸν ἀντὶ Θεοῖο· Οὐκ ἐθέλοντά μ᾽ ἔοργας, ἐπεὶ δέ μ᾽ ἔοργας, ἔτισας· Ἢν δὲ πλάσας μεθέῃς με, βοτὸν πλάσας ἀντὶ βροτοῖο.

Δὸς σοφίην, δὸς πλοῦτον, ἐπεὶ πλεόνεσσιν ἔδωκας· Δὸς μέγεθος, καὶ κάλλος, ἐν ἄστεσι πρῶτα φέρεσθαι, Θούριον ἔγχος ἔχειν, νούσοις δέμας οὐχ ὑποεικτὸν, Ἀλλά τε, οἷς μέγας ὄλβος ἐν ἀνθρώποισι μετρεῖται, Ἢ σχήσω θυσίαις τε καὶ εὐχωλῇσι γεραίρειν· Οὐ γὰρ ἐμοί τι νέμων, δήσας ψυχήν τε δέμας τε, Κύδεος ἱμείρων δὲ παρήγαγες, ὥσπερ ἅπαντα, Ὡς καὶ ἐπιχθονίοισιν ἀοίδιμος, ὦ Μάκαρ, εἴης.

Ταῦτα θεοστυγέεσσι καὶ ἀφραδέεσσι δεδόσθως Οἷς πλοῦτος θεός ἐστι, κακοῦ πλαστῆρος ὀπηδοῖς. Ἡμεῖς δ᾽ ἐν πάντεσσι Θεὸν μέγαν ὑμνείωμεν, Ἐσθλοῖς τε στυγεροῖς τε· τὸ γὰρ τεκέων ἐρατεινῶν· Καὶ μετὰ πρῶτον Ἄνακτα ἐπιχθονίους γενετῆρας, Οἵ με φάους ἔπλησαν, ἀφ᾽ ὧν Τριὰς εἰς ἓν ἰοῦσα, Καὶ λάμψε πραπίδεσσιν ἐμαῖς, καὶ πᾶσι φαάνθη.

Σιγήσω κόσμοιο κύκλον μέγαν, οὐρανὸν εὐρὺν, Ὄμμασι παμφανόωντα διαυγέσι, νῶτα θαλάσσης Ῥευστῆς ἱσταμένης τε, τὸ δὴ καὶ θάμβος ἔμοιγε· Γαῖαν ἐς ὕστερον, ποταμῶν ῥόον, ἠέρα πνευστὸν, Ὥρας, ἄνθεα τερπνὰ βροτῶν φύσιν, ἠερίων τε, Ὅσσα Θεὸς προύθηκεν ἐμοῖς φαέεσσι τράπεζαν· Ταῦτα πατὴρ μεγάλοιο Πατρὸς πάρ᾽ ἔδωκεν ἔμοιγε.

Τῷ, μή μοι τοίοισιν ἀμείβεσθαι γενετῆρα Θαρσαλέως· καὶ θάρσος ἔφυ θράσος, ἔκτοθι μέτρου· Μή σοί τις καὶ τοῖος ἀπ᾽ οὔατος ἡμετέροιο, Τέκνον, θερμοτέροιο πατρὸς πάρα μῦθος ἵκηται· Εἴ γε φύσις τεκέεσσι πόθον πόρσυνε τοκήων, Καὶ τὸ φύσις φιλέειν τοὺς οὐ φιλέοντας ἔρυξε.

Κρεῖσσον ἀτασθαλέοντα φέρειν πατέρ᾽, ἠὲ παρ᾽ ἄλλων Εὖ πάσχειν, θνητοῖς δὲ πατρὸς μόνον ἐς χέρα λεύσσειν. Εἰ δὲ πένης, φρενοπλήξ τε καὶ οὐ μελέεσσι πεπηγὼς, Τί πρήξεις; οὐ χεῖρα τεὴν σκήπωνα παρέξεις;

Οὐκ ὤμοισι τεοῖσιν ἀειρόμενός μ᾽ ἑκὰς οἴσεις, Ὡς Ἀγχισιάδης γενέτην ἑὸν ἐκ πολέμοιο; Ἢ φήσεις· Τί μ᾽ ἔτευξας, καὶ τί με δούλιον αἰτεῖς; Δὸς φωνὴν νεπόδεσσι, καὶ ἠερίοις πετεηνοῖς, Καὶ τοῖς ὅσσα τε γαῖαν ἐπιπνείει τε καὶ ἕρπει· Οὐκ ἐρέει, «Τί μ᾽ ἔτευξας ἁλὸς τέκος, ὦ Ἄνα;» δελφίς· Ἁλμυρὸν οὐκ ἔθελον τέμνειν βίον, αἰὲν ἀλήτης, Ὑγρὸν φυσιόων, καὶ ἀνάστερον ἠέρα λεύσσων.

Ἔργα βοὸς ποθέω, καὶ οὔρεα, καὶ πλατὺν ὦμον, Καὶ ζώειν μερόπεσσιν ὁμὸν βίον, ὡς ταχὺς ἵππος, Ἢ πᾶσιν νεπόδεσσιν ὀλισθηροῖσιν ἀνάσσειν. Οὐδὲ βόες ποθέοντες ἁλὸς πόρον ἀσχαλόωσιν· Οὐκ ἐρέει σκολιοῖς κάμνων μηρύμασι γαστρὸς Πικρὸς ὄφις· «Τί μ᾽ ἔριψας ἐπὶ χθόνα, γαῖαν ἔδοντα;

Ἤθελον ὄρθιος ἔμμεν, ἀτὰρ σύ με γαστρὶ κυλίνδεις.» Οὐδὲ κόραξ ἀετοῖσιν ὁμοίϊα δινεύεσθαι Χρηΐζει, πάντων βασιλεύτατον εἶδος ἀμείψας· Στέργει δ᾽, ἥν περ ἕκαστον ἔχει, βιότοιο κέλευθον. Οὐδέ γ᾽ ἑῷ πλάστῃ ποτ᾽ ἐρεῖ κεραμήϊον ἔργον· «Τίπτ᾽ ἐπ᾽ ἐμοὶ ῥοίζησας ἀεικέα κύκλον, ἀλιτρέ;» Ταῦτα μὲν ὥστε τεὴν κάμψαι φρένα, φίλτατε παίδων, Ὥς κε μάθῃς πλάστιγγα λόγου καὶ σπάρτον ἐφέλκειν, Ἢ ῥίψειν τὸ περισσὸν, ὃ δ᾽ ἄρκιόν ἐστι, καθέξειν, Μηδὲ ῥόῳ νεότητος ἐφιέμεν᾽, ἀλλὰ κατίσχειν.

Τὸ πλεῖστον φραστῶν τι μένειν πολὺ λώϊόν ἐστιν Ἔνδοθεν, ἤ τιν᾽ ἄφραστον ἐς ἠέρα μῦθον ὁδεύειν. Οὐδεὶς γὰρ πόνος ἐστὶ μένειν ὑπὸ χείλεσι μῦθον· Οὐ γὰρ ἐχιδναῖός τε γόνος διὰ γαστέρα ῥήξει Μητρὸς ἀναβρώσκων, ποινὴν πατρὸς οὐλομένοιο.

Ἤδη δ᾽ αὖ μύθοισι τεὸν δειδίξομ᾽ ἔρωτα Πατρὸς ἐνηείῃ, παιδὸς θράσος ἠέρι πάσσων. Οὔτι μίη βιότοιο πέλει τρίβος, ὦ τέκος, οὔτι· Οὐδὲ γὰρ οὐδεμίη πᾶσιν φύσις· ἀλλ᾽ ἡ μὲν ἐσθλὴ, Ἡ δὲ χερειοτέρη, θηρσὶν ἀλόγοισιν ὁμοίη· Ἄλλη δ᾽ αὖ πλεκτή τε καὶ ἀμφοτέραις ἐπίμικτος.

Ὣς ἄρα καὶ τρισσὸν γαίης σθένος οἶδε γεωργός· Εὔσταχυς, ἠδὲ ἄκαρπος, ἀκανθοφόρος θ᾽ ἅμα σίτῳ. Τρισσαὶ δὴ τελέθουσιν ὁδοὶ, καὶ τέρματα τρισσά. Ἡ μὲν γὰρ χθαμαλὴ, καὶ ἐπίτροχος ἴχνεσι πολλῶν, Εὐρείη, μαλακή τε καὶ ἐς τέλος οἰκτρὸν ἄγουσα, Κρημνούς τε, ζοφερούς τε μυχοὺς, καὶ τάρταρον αἰνὸν ᾟχι πυρὸς ποταμοὶ, καὶ δαίμονες ἀγριόθυμοι, Ψυχῶν τ᾽ οὐλομένων ποινὴ, καὶ τῖσις ἄπαυστος.

Ἡ δὲ τρηχαλέη, καὶ ὄρθιος, αὐαλέη τε, Στεινή τε, σκολιή τε καὶ ἀμφίκρημνος ἁπάντη, Ἄμβατος οὐ πολλοῖσι, καὶ ἐς τέλος ἐσθλὸν ἄγουσα, Οὐρανὸν ἀστερόεντα, κλέος μέγα, κάλλε᾽ ἄσαρκα, Αὐτὴν ἀτρεκίην καθαρὴν, καὶ ἄσκιον ἐσθλὸν, Ἄχρι καὶ ἀκροτάτοιο φάους ὅρον οὔτιν᾽ ἔχοντος.

Ἡ δὲ τρίτη, μεσάτη μὲν ὁδὸς, μεσάτη δέ γ᾽ ἀμοιβῆς, Οὔτι λίην μογερὴ, καὶ κύδεος οὐ μάλα πολλοῦ. Οἷον κιρναμένου φωτὸς πρὸς νύκτα μέλαιναν· Ἀμφιλύκην δ᾽ ἄρα τήν γε σοφοὶ μίξιν καλέουσι. Λείῃ μὲν περόωσιν, ὅσοις νόος ἐστὶ κάκιστος, Ψεύσταις, ἀνδροφόνοις, μοιχοῖς, ἐπίορκον ὁμοῦσιν, Ἀνδρογύνοις, τοκέων δηλήμοσιν, ἁρπαγέεσσι, Γαστροφίλοις, λίμνῃσιν ἀπληρώτοισιν ὁμοίοις, Οἳ θανάτῳ ζώοντες, ἑὸν μόρον ἀμφαγαπῶσι· Δυσμενέων κεφαλαῖς οὗτος βίος ἀντήσειε.

Τὴν δ᾽ ἀγαθὴν τέμνουσιν, ὅσοις βίος οὐκ ἐπὶ γαίης, Τρισμάκαρες, ζώοντες ἐπὶ χθονὶ σαρκὸς ὕπερθεν, Ἀζυγέες, κόσμοιο περίφρονες, οὐρανοφοῖται, Ἀκτέανοι, κινυροὶ χαμαιευνάδες, οἰοχίτωνες, Βαιὸν ἀναπνείοντες, ἀγάστορες, ἀσκεκέες τε, Κῦδος ἓν οἶον ἔχοντες, ἅπαν κλέος ἐνθάδ᾽ ἀτίζειν, Καὶ πλοῦτον πενίην τε καὶ εἰς Θεὸν οἶον ὁρᾶσθαι.

Τοὺς μὲν ἐγὼ τρομέω, καὶ δείδια νέρθε δεδορκὼς, Ὡς Θεὸν ὑψιμέδοντα, ὅτ᾽ ἀνθρώποισι πελάζει· Καὶ γὰρ πολλὸν ὕπερθε βροτῶν βεβάασιν ἁπάντων. Ἡμεῖς δ᾽ αὖ μεσάτην ὁδὸν ἴομεν, οὔτε κακοῖσι Τερπόμενοι, καὶ βαιὸν ἐφαπτόμενοί γε Θεοῖο, Οἷς ἀλόχων τε μέμηλε, καὶ εὐκλείης ἐρατεινῆς, Καὶ τεκέων, κτεάνων τε, φίλον δ᾽ ὅ τι χεῖρας ἵκηται.

Τούτου δὴ πρώτιστον ἐμοὶ λόγος ἐστὶ βίοιο, Πλοῦτον ἀλήϊστον, κτέαρ ἄκλοπον, ἐσθλὸν ἔχοντος. Εἴ τοι μὴ πάντεσσιν ἐπέδραμον, ὡς ποθέεσκον, Μηδ᾽ ὅλον ἐξεπέρησα λόγων πόρον, ἱστία τείνας (Οὐ γὰρ σοῖς ἐπέεσσ᾽ ἐπιπείθομαι, οὐδέ με κλέψε Αἶνος ἐμός· αἶνος γὰρ ἀφ᾽ αἵματός ἐστιν ἄπιστος)· Ἀλλ᾽ ἔμπης τίω γε λόγων κλέος ἔξοχον ἄλλων.

Μῦθοι γὰρ βιότοιο θεμείλιον, οἵ μ᾽ ἀπὸ θηρῶν Ἔσχισαν, οἷσιν ἔγειρα πόλεις, καὶ τέθμι᾽ ἀνεῦρον, Καὶ Θεὸν ὑμνείω μεγακυδέα, οἷσιν ἀείρω Τῆς φαενῆς ἀρετῆς ὑψοῦ κλέος, οἷσι δαμάζω Τῆς στυγερῆς κακίης πικρὸν σθένος, οἷσι κεάζω Κόσμους, οὐράνιόν τε καὶ ὃς ἐπὶ λῦσιν ὁδεύει Ἐνθάδε, καὶ ψυχὴν ἀπὸ σώματος. Ὡς δ᾽ ἀπὸ μορφῶν Εἰκόνας, ὣς δὲ βίων τε φύσεις, καὶ τέρματα δισσὰ Ζώντων τ᾽ ὀλλυμένων τε. Τὰ γὰρ Θεὸς ἐξεδίδαξε, Καὶ λόγος ἐστήριξε σοφῶν, καὶ πίστις ἔρεισε, Πῶς δ᾽ ἀγαθῶν ἀρετὴν ἕλκει χρόνος ὑστατίοισιν Ἤμασι, δεῖγμα φέρων γραπτὸν κλέος, ὣς δὲ κακίστων Δυσκλείην, στήλῃσιν ἐν ἀθανάτῃσι χαράσσων.

Μῦθοι, καὶ ζώοντι μόνῳ βίος οὐκ ἐπιδευὴς, Καὶ λαμπρὸν πνείοντι μέγα στέφος, οὐδὲν ὅμοιον Ἄνθεσιν εἰαρινοῖσιν ἅμ᾽ ἠοῖ κειρομένοισι, Θνήσκουσιν δ᾽ ἄρ᾽ ἔπειτα πρὸ ἤματος ὀλλυμένοιο. Μῦθοι καὶ παθέεσσιν ἄκος μέγα· τοῖσι δαμάζω Θυμὸν ὑπερζείοντα, νόου νέφος· οἷσιν ἀνίας Εὐνάζω, καὶ μέτρον ἐϋφροσύνῃσι τίθημι, Οὔτε λίην μογεροῖσιν ἀτώμενος, οὔτ᾽ ἀγαθοῖσιν Αἰρόμενος, ἕτερον δ᾽ ἑτέρῳ σταθμώμενος ἄλκαρ, Ἐλπίδ᾽ ἐν ἀργαλέοισιν, ἐν εὐδιόωσι δὲ τάρβος.

Μῦθος καὶ βασιλῆας ἄγει, καὶ δῆμον ἐφέλκει· Ἔν τ᾽ ἀγορῇσι τέθηλε, καὶ ἐν θαλίῃσιν ἀνάσσει· Καὶ μόθον αἰχμάζει, πρηῢν δέ τε φῶτα τίθησι, Μαλθάσσων ἁπαλοῖσι καὶ αἱμυλίοισι λόγοισι, Καὶ κρατερόν περ ἐόντα, πυρὸς μένος οἷα σίδηρον.

Ὀρφείη κιθάρη μῦθος πέλεν, ὥσπερ ἐΐσκω, Πάντας ἄγων μελέεσσιν, ὁμῶς ἀγαθούς τε κακούς τε· Ὡς δ᾽ Ἀμφιονίη λύρη καὶ λᾶας ἔπειθε, Ψυχὰς ἀντιτύπους πετρώδεας. Οἶδα δὲ Πομποῦ Φάρμακον, ὡς λόγος ἦεν, ὃν ἐρχομένῳ μετὰ Κίρκην Λαρτιάδῃ πόρε δῶρον, ὅπως κε σύεσσιν ἀρήζει Οἷς ἑτάροις, μηδ᾽ αὐτὸς ἔδοι συοθρέμμονα φορβήν.

Μῦθον καὶ Πολύδαμνα κεράσσατο, Θῶνος ἄκοιτις, Αἰγυπτίη, δῶκεν δ᾽ Ἑλένῃ ξεινήϊον ἐσθλὸν, Νηπενθές τ᾽, ἄχολόν τε, κακῶν ἐπίληθον ἁπάντων. Καὶ μῶλον στονόεντα, καὶ ἄγριον οἶδμα θαλάσσης Πολλάκις ἐκπροφυγών τις, ἐπὴν Θεὸς ἵλαος εἴη, Τόνδε συνεξεσάωσε, φίλον κτέαρ, οἶον ἀπ᾽ ἄλλων, ᾯ πλέον, ἢ πλεόνεσσιν ἀγάλλεται ἄλλος ἐπ᾽ ἐσθλοῖς, Μῦθος γάρ τε βροτοῖς αἰδοίϊον ἄνδρα τίθησι.

Τεκμαίρου δ᾽ Ὀδυσῆϊ, τὸν ἐκ πόντοιο φυγόντα, Γυμνὸν, καὶ μελέεσσι τετρυμμένον, αἰπὺν ἀλήτην, Μύθοισιν πυκινοῖσιν ἱκέσσιον ἀντιάσαντα, Παρθενική περ ἐοῦσ᾽, ᾐδέσσατο, καὶ βασίλεια, Φαιήκεσσί τ᾽ ἔδειξε, καὶ Ἀλκινόῳ βασιλῆϊ, Ξεῖνον, ναυηγὸν, πάντων γεραρώτερον ἄλλων.

Μῦθοι, καὶ πλεόνεσσιν ἐπ᾽ ὄμματα πικρὰ φερούσης Βασκανίης, τελέθουσιν ὑπέρτεροι· οὐ γὰρ ἀρίστοις Ὁ φθόνος, οἷς δ᾽ ἀδόκητος ἔβη τύφος, οἶδε παλαίειν. Ὦ μῦθοι, μύθων ἐπιδευέες, ὡς ποθέεσκον Σοῖς ἀγαθοῖς ἐπέεσσιν ἐμὸν λόγον ἰσοφαρίζειν!

Ἀλλὰ τὰ μὲν κατέμαρψα, τὰ δ᾽ οὐ σθένος, ἀλλὰ δὲ παιδὸς Γλῶσσα φίλη κατέλεξεν ἐπειγομένοισι πόθοισιν Ἐκ πολιῆς νεότητος, ὅ μοι πλέον ἦτορ ἐγείρει. Ἀλλ᾽ ἴθι μοι, τοκέων τε λιταῖς καὶ σῇσι πιθήσας, Πρόφρων, ἀρτεμέων τε, σὺν ἐλπωρῇσιν ἀρίσταις, Οἷ ποθέεις, πομπὸς δέ σ᾽ ἄγοι πατρώϊος ἐσθλός.

Καὶ γὰρ ἐς ἡμετέρην βιοτὴν Θεὸς ὄμματα βάλλει. Εἴτε σέ γ᾽ Ἀτθὶς ἔτερψεν ἀηδονὶς, εἴτε σε τερπνῆς Φοινίκης κλυτὸν ἄστυ, νόμων ἕδος Αὐσονιήων, Εἴτε σ᾽ Ἀλεξάνδροιο πέδον μέγα, ἔνθα τε πολλῶν Φορτίδα πλησάμενός τις, ἑὰ πρὸς δώματ᾽ ἐλαύνει· Πᾶσα μὲν ὑμετέροισιν ἐπίτροχος αἶα πέλοιτο Ποσσὶν ἐπειγομένοισι, καὶ ἄνθεα καλὰ φύοιτο, Καὶ ποταμοὶ κελαδοῖεν ἐνηέα, πᾶς δέ τε πόντος Νῆα φέροι πνοιῇσιν ἐλαφροτάτῃσιν ἐς ὅρμον· Δελφὶς δ᾽ εὐδιόωσαν ὑπεὶρ ἅλα, νῶτα φαεινοῖς Γυροῖς εὐγνάμπτοισιν ἑλισσόμενος πυμάτοισι, Σκιρτῴη κατὰ κῦμα τεὸν βίον ἡγεμονεύων, Ὥς ποτε καὶ νώτοισιν ἀοίδιμον ἤγαγ᾽ ἀοιδόν.

Μύθων δ᾽ ἡγητῆρσι πέλοις φάος, ἐν προνόμοις δὲ Αὐτίκ᾽ ἀριθμήσειαν ἐμὸν πάϊν, ἶσα τέκεσσι Τίοντες. Κρητὴρ δὲ λόγων καὶ πυθμένος ἄχρις Ζωρὸς διψαλέῃσιν ἀφύσσοιτο πραπίδεσσι. Χρύσεα δ᾽ αὖ πτυκτῇσιν ἐνὶ πινάκεσσι γράφοιτο Γράμματα σῇ παλάμῃ, στάζοι δ᾽ ἀπὸ κηρία βίβλου.

Εἰ δὲ σύ γ᾽ ἀκρεμόνεσσιν ὑφήμενος, εἴαρος ὥρῃ, Τῆμος ὅτε πνοιαὶ γλυκερώτεραί εἰσι βροτοῖσιν Ἢ πυρόεν βάλλοντος ὑπὲρ κρατὸς ἠελίοιο, Μύθοισιν μογέοις πυκινὴν φρένα πᾶσαν ἐρείδων, Τέττιγες λαλαγεῦντες, ἅμ᾽ ὀρνίθεσσιν ἀοιδοῖς, Σὸν δέμας ἡδυθρόοισιν ἀναψύχοιεν ἀοιδαῖς Ἐς δῆριν καλέοντες ἀοιδοσύνῃσιν ἑταίρων.

Αὐτὰρ ἐγὼ θοὸν ὥστε φίλοις συρίγμασι πῶλον, Καί περ θερμὸν ἐόντα, θοώτερον ἐς δρόμον ἥσω Νίκης ἰσχανόωντα μεγακλέος, ἠὲ παλαιστὴς Οἷα γέρων, μεγάλοισιν ἀεθλητῆρσι κελεύων Ἀμφὶ κόνιν Πισσαῖαν ἐπισταμένοισι λόγοισι, Παῖδ᾽ ἐμὸν ἐν μεσάτῳ κοτινηφόρον εὔχομ᾽ ἰδέσθαι· Οὔτε τινὸς κτεάνων περιφείσομαι, ὡς σὺ κελεύεις, Οὔτε μόγου τοκέεσσιν ἐοικότος, οὔτε τευ ἄλλου Τῷ ὅσα τὴν μεγάλην ἀρετὴν θνητοῖσιν ἀγείρει.

Κρείσσων γὰρ πενίη πινυτὴ πλούτοιο κακίστου. Οὐ φράξω πηγὴν, ποταμὸν μέγαν ἐντὸς ἔχουσαν, Μηδὲ φάος λύχνοιο θάνοι, λήγοντος ἐλαίου· Ἔρνος τε προχοῇσιν ἀειζώοισιν ἀέξοι. Τοῦτο δέ σοι παρ᾽ ἐμεῖο μέλος πεμπτήριον ἔστω.

Χριστὸν ἔχοις ἐπέων ἡγήτορα, καὶ βιότοιο Σῶν λόγον, ὃς μύθων προφερέστατός ἐστιν ἁπάντων. Μὴ σύ γ᾽ ἑταιρίσσαιο κακὸν καὶ φαῦλον ἑταῖρον· Λοιμὸς καὶ κρατεροῖσιν ἐνιχρίμπτει μελέεσσιν· Οὔτ᾽ ἀρετὴν ὀπάσεις, καὶ αἴσχεος ἀντιβολήσεις.

Σωφροσύνην συνέριθον ἔχοις, καὶ τέρπεο μούνῃ· Μὴ πόθος ἐκκρούσειε πόθον τὸν ἄριστον ἀλιτρός· Ἓν, μύθοιο, νόμιζε, σοφὸν τρόπον ἔμμεν᾽ ἀρείω. Εἰ δὲ σύ γε πλήσαις ἱερὴν φρένα τῶν περ ἔολπας, Αὖτις ἴοις, πομπὸς δέ σ᾽ ἄγοι περίφαντον ἅπασι, Πομπὸς δ᾽ ὅσπερ ἰόντι συνέμπορος ἦεν ὁδοῖο.

Μισθὸς δ᾽ αὖ τοκέεσσι χάρις, καὶ οὔνομ᾽ ἄριστον. Ταῦτά γέ σοι παρ᾽ ἐμεῖο, τέκος φίλον· εἰ δὲ Γαδείρων Πρόσθε περᾷν ἐθέλοις, καὶ τῇ Θεὸς ἡγεμονεύοι. Οὐδὲν ἄπιστον ἐόντα σοφὸν, καὶ βένθεα μύθων Αἰὲν ἀνιχνεύοντα ὑφ᾽ ἡγεμόνεσσιν ἀρίστοις Τοίοις, ὅντιν᾽ ἔλεξας ἀφ᾽ αἵματος ἡμετέροιο, Ὦ τέκος, ἀκροτάτοιο καλοῦ πρὸς τέλσον ἱκέσθαι.