ΙΒʹ. Ἡμῖν δὲ, εἰς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι᾽ οὗ τὰ πάντα, καὶ ἓν Πνεῦμα ἅγιον, ἐν ᾧ τὰ πάντα· τοῦ ἐξ οὗ, καὶ δι᾽ οὗ, καὶ ἐν ᾧ, μὴ φύσεις τεμνόντων (οὐδὲ γὰρ ἂν μετέπιπτον αἱ προθέσεις, ἢ αἱ τάξεις τῶν ὀνομάτων), ἀλλὰ χαρακτηριζόντων μιᾶς καὶ ἀσυχύτου φύσεως ἰδιότητας. Καὶ τοῦτο δῆλον, ἐξ ὧν εἰς ἒν συνάγονται πάλιν, εἴ τῳ μὴ παρέργως ἐκεῖνο ἀναγινώσκεται παρὰ τῷ αὐτῷ ἀποστόλῳ, τὸ, Ἐξ αὐτοῦ, καὶ δι᾽ αὐτοῦ, καὶ εἰς αὐτὸν τὰ πάντα· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. Πατὴρ ὁ πατὴρ, καὶ ἄναρχος· οὐ γὰρ ἔκ τινος. Υἱὸς ὁ υἱὸς, καὶ οὐκ ἄναρχος· ἐκ τοῦ Πατρὸς γάρ. Εἰ δὲ τὴν ἀπὸ χρόνου λαμβάνοις ἀρχὴν, καὶ ἄναρχος· ποιητὴς γὰρ χρόνων, οὐχ ὑπὸ χρόνον. Πνεῦμα ἅγιον ἀληθῶς τὸ πνεῦμα, προϊὸν μὲν ἐκ τοῦ Πατρὸς, οὐχ ὑϊκῶς δὲ, οὐδὲ γὰρ γεννητῶς, ἀλλ᾽ ἐκπορευτῶς· εἰ δεῖ τι καὶ καινοτομῆσαι περὶ τὰ ὀνόματα σαφηνείας ἕνεκεν. Οὔτε τοῦ Πατρὸς ἐκστάντος τῆς ἀγεννησίας, διότι γεγέννηκεν· οὔτε τοῦ Υἱοῦ τῆς γεννήσεως, ὅτι ἐκ τοῦ ἀγεννήτου.