Καὶ τοῦτο προφητικόν. ᾜδει γὰρ ὡς μετὰ Ἡρώδην, Πιλᾶτον μανησόμενον, οὕτως αὐτῷ προαπελθόντι Χριστὸν ἑψόμενον. Τί δὲ Ἰησοῦς; Ἄφες ἄρτι· τοῦτο γὰρ ἡ οἰκονομία. ᾜδει γὰρ μετ᾽ ὀλίγον, αὐτὸς βαπτίσων τὸν Βαπτιστήν. Τί δὲ τὸ πτύον; Ἡ κάθαρσις. Τί δὲ τὸ πῦρ; Ἡ τοῦ κούφου δαπάνη, καὶ ἡ ζέσις τοῦ Πνεύματος. Τί δὲ ἡ ἀξίνη; Τῆς ἀθεραπεύτου ψυχῆς ἡ ἐκτομὴ, καὶ μετὰ τὴν κόπρον. Τί δὲ ἡ μάχαιρα; Ἡ τομὴ τοῦ Λόγου, ἡ διαιροῦσα τὸ χεῖρον ἀπὸ τοῦ κρείττονος, καὶ διχοτομοῦσα τὸν πιστὸν καὶ τὸν ἄπιστον, καὶ ἐπεγείρουσα τὸν υἱὸν, καὶ τὴν θυγατέρα, καὶ τὴν νύμφην, τῷ πατρὶ, καὶ τῇ μητρὶ, καὶ τῇ πενθερᾷ, τὰ νέα καὶ πρόσφατα. τοῖς παλαιοῖς καὶ σκιώδεσι. Τί δὲ ὁ σφαιρωτὴρ τοῦ ὑποδήματος, ὃν οὐ λύεις ὁ βαπτίζων Ἰησοῦν, ὁ τῆς ἐρημίας καὶ ἄτροφος, ὁ νέος Ἡλίας, ὁ προφήτου περισσότερος, ὅσῳ καὶ τὸν προφητευόμενον εἶδες, ὁ Παλαιᾶς καὶ Νέας μεσίτης; Τί τοῦτο; Τυχὸν ὁ τῆς ἐπιδημίας λόγος, καὶ τῆς σαρκὸς, οὗ μηδὲ τὸ ἀκρότατον εὐδιάλυτον, μὴ ὅτι τοῖς σαρκικοῖς ἔτι, καὶ νηπίοις ἐν Χριστῷ, ἀλλ᾽ οὐδὲ τοῖς κατὰ Ἰωάννην τῷ Πνεύματι.