Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τὰ ἅγια φῶτα

Γρηγόριος ὁ Ναζιανζηνός

Εισαγωγή στο μυστήριο των Φώτων και αναίρεση της ειδωλολατρικής πλάνης

Προλογική αναφορά στην εορτή των Θεοφανείων και αυστηρή αντιπαραβολή του θείου φωτισμού με τα μυθικά κατασκευάσματα και τη λατρεία των παθών κατά την ελληνική αρχαιότητα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 1 από 5

ΛΟΓΟΣ ΙΖʹ. Εἰς τὰ ἅγια Φῶτα. Αʹ. Πάλιν Ἰησοῦς ὁ ἐμὸς, καὶ πάλιν μυστήριον μυστήριον οὐκ ἀπατηλὸν, οὐδ᾽ ἄκοσμον, οὐδὲ τῆς Ἑλληνικῆς πλάνης, καὶ μέθης (οὕτω γὰρ ἐγὼ καλῶ τὰ ἐκείνων σεμνὰ, οἶμαι δὲ, καὶ τῶν εὐφρονούντων ἕκαστος), ἀλλὰ μυστήριον ὑψηλόν τε καὶ θεῖον, καὶ τῆς ἄνω λαμπρότητος πρόξενον. Ἡ γὰρ ἁγία τῶν Φώτων ἡμέρα, εἰς ἣν ἀφίγμεθα, καὶ ἣν ἑορτάζειν ἠξιώμεθα σήμερον, ἀρχὴν μὲν τὸ τοῦ ἐμοῦ Χριστοῦ βάπτισμα λαμβάνει, τοῦ ἀληθινοῦ φωτὸς, τοῦ φωτίζοντος πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον· ἐνεργεῖ δὲ τὴν ἐμὴν κάθαρσιν, καὶ βοηθεῖ τῷ φωτὶ, ὃ παρ᾽ αὐτοῦ λαβόντες ἄνωθεν ἀπ᾽ ἀρχῆς, ἐκ τῆς ἁμαρτίας ἐζοφώσαμέν τε καὶ συνεχέαμεν.

Βʹ. Τοιγαροῦν ἀκούσατε θείας φωνῆς, ἐμοὶ μὲν καὶ λίαν σφοδρῶς ἐνηχούσης, τῷ μύστῃ καὶ μυσταγωγῷ τῶν τοιούτων, εἴη δὲ καὶ ὑμῖν· Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου. Καὶ διὰ τοῦτο, Προσέλθετε πρὸς αὐτὸν, καὶ φωτίσθητε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ, τῷ ἀληθινῷ φωτὶ σημειούμενα.

Καιρὸς ἀναγεννήσεως γεννηθῶμεν ἄνωθεν. Καιρὸς ἀναπλάσεως· τὸν πρῶτον Ἀδὰμ ἀναλάβωμεν. Μὴ μείνωμεν ὅπερ ἐσμὲν, ἀλλ᾽ ὅπερ ἦμεν γενώμεθα. Τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, τῷ βίῳ τούτῳ, καὶ τῷ σαρκίῳ καὶ ὑπὸ τῆς σκοτίας διώκεται μὲν, οὐ καταλαμβάνεται δὲ, τῆς ἀντικειμένης λέγω δυνάμεως, τῷ φαινομένῳ μὲν Ἀδὰμ προσπηδώσης ἐξ ἀναιδείας, τῷ Θεῷ δὲ περιπιπτούσης καὶ ἡττωμένης ἵν᾽ ἡμεῖς τὸ σκότος ἀποθέμενοι, τῷ φωτὶ πλησιάζωμεν, εἶτα καὶ φῶς γενώμεθα τέλειον, τελείου φωτὸς γεννήματα. Ὁρᾶτε τῆς ἡμέρας τὴν χάριν; ὁρᾶτε τοῦ μυστηρίου τὴν δύναμιν; οὐκ ἀπὸ γῆς ἤρθητε; οὐκ ἄνω τέθεισθε σαφῶς ὑψωθέντες ὑπὸ τῆς ἡμετέρας φωνῆς καὶ ἀναγωγῆς; Καὶ ἔτι μᾶλλον τεθήσεσθε, ἐπειδὰν εὐοδώσῃ τὸν λόγον ὁ Λόγος.

Γʹ. Μή τις τοιαύτη κάθαρσις νομικὴ καὶ σκιώδης, προσκαίροις ῥαντίσμασιν ὠφελοῦσα, καὶ σποδῷ δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους; μή τι τοιοῦτο μυσταγωγοῦσιν Ἕλληνες; ὧν λῆρος ἐμοὶ πᾶσα τελετὴ καὶ μυστήριον, δαιμόνων εὕρημα σκοτεινὸν, καὶ διανοίας ἀνάπλασμα κακοδαίμονος, χρόνῳ βοηθούμενον, καὶ μύθῳ κλεπτόμενον. Ἃ γὰρ ὡς ἀληθῆ προσκυνοῦσιν, ὡς μυθικὰ συγκαλύπτουσιν· δέον, εἰ μὲν ἀληθῆ, μὴ μύθους ὀνομάζεσθαι, ἀλλ᾽ ὅτι μὴ αἰσχρὰ δείκνυσθαι· εἰ δὲ ψευδῆ, μὴ θαυμάζεσθαι, μηδ᾽ οὕτως ἰταμῶς ἐναντιωτάτας ἔχειν δόξας περὶ τοῦ αὐτοῦ πράγματος· ὥσπερ ἐν ἀγορᾷ μειρακίων παίζοντας, ἢ ἀνδρῶν κακοδαιμόνων ὡς ἀληθῶς, ἀλλ᾽ οὐκ ἀνδράσι διαλεγομένους νοῦν ἔχουσι, καὶ Λόγου προσκυνηταῖς· κἂν τὴν ἔντεχνον ταύτην, καὶ ῥυπαρὰν πιθανότητα διαπτύωσιν.

Δʹ. Οὐ Διὸς ταῦτα γοναὶ καὶ κλοπαὶ, τοῦ Κρητῶν τυράννου, κἂν Ἕλληνες ἀπαρέσκωνται· οὐδὲ Κουρήτων ἦχοι, καὶ κρότοι, καὶ ὀρχήσεις ἔνοπλοι, Θεοῦ κλαίοντος ἠχὴν συγκαλύπτουσαι, ἵνα πατέρα λάθῃ μισότεκνον· δεινὸν γὰρ ἦν ὡς παιδίον κλαυθμυρίζεσθαι, τὸν ὡς λίθον καταποθέντα· οὐδὲ Φρυγῶν ἐκτομαὶ, καὶ αὐλοὶ, καὶ Κορύβαντες, καὶ ὅσα περὶ τὴν Ῥέαν ἄνθρωποι μαίνονται, τελοῦντες τῇ μητρὶ τῶν Θεῶν, καὶ τελούμενοι, ὅσα τῇ μητρὶ τῶν τοιούτων εἰκός· οὐδὲ κόρη τις ἡμῖν ἁρπάζεται, καὶ Δημήτηρ πλανᾶται, καὶ Κελεούς τινας ἐπεισάγει, καὶ Τριπτολέμους, καὶ δράκοντας, καὶ τὰ μὲν ποιεῖ, τὰ δὲ πάσχει. Αἰσχύνομαι γὰρ ἡμέρᾳ δοῦναι τὴν νυκτὸς τελετὴν, καὶ ποιεῖν τὴν ἀσχημοσύνην μυστήριον. Οἶδεν Ἐλευσὶς ταῦτα, καὶ οἱ τῶν σιωπωμένων, καὶ σιωπῆς ὄντως ἀξίων ἐπόπται. Οὐδὲ Διόνυσος ταῦτα, καὶ μηρὸς, ὠδίνων ἀτελὲς κύημα, ὥσπερ ἄλλο τι κεφαλὴ πρότερον· καὶ Θεὸς ἀνδρόγυνος, καὶ χορὸς μεθυόντων, καὶ στρατὸς ἔκλυτος, καὶ Θηβαίων ἄνοια τοῦτον τιμῶσα, καὶ Σεμέλης κεραυνὸς προσκυνούμενος.

Οὐδὲ Ἀφροδίτης πορνικὰ μυστήρια, τῆς αἰσχρῶς, ὡς αὐτοὶ λέγουσι, καὶ γεννωμένης καὶ τιμωμένης. Οὐδὲ Φαλλοί τινες καὶ Ἰθύφαλλοι, αἰσχροὶ καὶ τοῖς σχήμασι καὶ τοῖς πράγμασιν· οὐδὲ Ταύρων ξενοκτονίαι, καὶ Λακωνικῶν ἐφήβων ἐπιβώμιον αἷμα, ξαινομένων ταῖς μάστιξι, καὶ τοῦτο μόνον κακῶς ἀνδριζομένων οἷς τιμᾶται θεὰ, καὶ ταῦτα παρθένος.

Οἱ γὰρ αὐτοὶ, καὶ μαλακίαν ἐτίμησαν, καὶ θρασύτητα ἐσεβάσθησαν. Εʹ. Ποῦ δὲ θήσεις τὴν Πέλοπος κρεουργίαν, πεινῶντας θεοὺς ἑστιῶσαν, καὶ φιλοξενίαν πικρὰν καὶ ἀπάνθρωπον; ποῦ δὲ Ἑκάτης τὰ φοβερὰ καὶ σκοτεινὰ φάσματα, καὶ Τροφωνίου κατὰ γῆς παίγνια καὶ μαντεύματα, ἢ Δωδωναίας δρυὸς ληρήματα, ἢ τρίποδος Δελφικοῦ σοφίσματα, ἢ Κασταλίας μαντικὸν πόμα; Τοῦτο μόνον οὐ μαντευσάμενα, τὴν ἑαυτῶν σιωπήν. Οὐδὲ Μάγων θυτικὴ, καὶ πρόγνωσις ἔντομος· καὶ Χαλδαίων ἀστρονομία καὶ γενεθλιαλογία, τῇ τῶν οὐρανίων κινήσει συμφέρουσα τὰ ἡμέτερα, τῶν μηδὲ ἑαυτοὺς ὅ τί ποτε εἰσὶν, ἢ ἔσονται, γνῶναι δυναμένων· οὐδὲ Θρᾳκῶν ὄργια ταῦτα, παρ᾽ ὧν καὶ τὸ θρησκεύειν, ὡς λόγος· οὐδὲ Ὀρφέως τελεταὶ καὶ μυστήρια, ὃν τοσοῦτον Ἕλληνες ἐπὶ σοφίᾳ ἐθαύμασαν, ὥστε καὶ λύραν αὐτῷ ποιοῦσι, πάντα τοῖς κρούμασιν ἔλκουσαν· οὐδὲ Μίθρου κόλασις ἔνδικος. κατὰ τῶν μυεῖσθαι τὰ τοιαῦτα ἀνεχομένων· οὐδὲ Ὀσίριδος σπαραγμοὶ, ἄλλη συμφορὰ τιμωμένη παρ᾽ Αἰγυπτίοις· οὐδὲ Ἴσιδος ἀτυχήματα, καὶ τράγοι Μενδησίων αἰδεσιμώτεροι, καὶ Ἄπιδος φάτνη, μόσχου κατατρυφῶντος τῆς Μεμφιτῶν εὐηθείας· οὐδ᾽ ὅσα τὸν Νεῖλον ταῖς τιμαῖς καθυβρίζουσι, τὸν καρποδότην, ὡς ἀνυμνοῦσιν αὐτοὶ, καὶ εὔσταχυν, καὶ μετροῦντα τὴν εὐδαιμονίαν τοῖς πήχεσιν.

Ϛʹ. Ἐῶ γὰρ λέγειν ἑρπετῶν καὶ κνωδάλων τιμὰς καὶ τὸ τῆς ἀσχημοσύνης φιλότιμον· ὧν καθ᾽ ἕκαστον ἰδία τις τελετὴ καὶ πανήγυρις, καὶ κοινὸν τὸ τῆς κακοδαιμονίας ἐφ᾽ ἅπασιν· ὡς εἴπερ ἀσεβεῖν αὐτοὺς ἔδει πάντως, καὶ τῆς τοῦ Θεοῦ δόξης ἀποπεσεῖν, εἰς εἴδωλα κατενεχθέντας καὶ τέχνης ἔργα, καὶ χειρῶν πλάσματα, μὴ ἂν ἄλλο τι κατ᾽ αὐτῶν εὔξασθαι τούς γε νοῦν ἔχοντας, ἢ τοιαῦτα σεβασθῆναι, καὶ οὕτω τιμῆσαι, ἵνα τὴν ἀντιμισθίαν, ἣν ἔδει τῆς πλάνης, ὥς φησι Παῦλος, ἀπολαμβάνωσιν, ἐν οἷς σέβονται· οὐ μᾶλλον τιμῶντες, ἢ δι᾽ ἐκείνων ἀτιμαζόμενοι.

Βδελυκτοὶ τῆς πλάνης, βδελυκτότεροι τῆς εὐτελείας τῶν προσκυνουμένων καὶ σεβομένων, ἵνα καὶ αὐτῶν τῶν τιμωμένων ὦσιν ἀναισθητότεροι, τοσοῦτον ὑπερβάλλοντες ἀνοίᾳ, ὅσον εὐτελείᾳ τὰ προσκυνούμενα. Ζʹ. Ταῦτα μὲν οὖν παιζέτωσαν Ἑλλήνων παῖδες, καὶ δαίμονες, παρ᾽ ὧν ἐκείνοις ἡ ἄνοια, τὴν τοῦ Θεοῦ τιμὴν εἰς ἑαυτοὺς μεθελκόντων, καὶ ἄλλους ἄλλως κατατεμνόντων εἰς αἰσχρὰς δόξας καὶ φαντασίας, ἀφ᾽ οὗ τοῦ ξύλου τῆς ζωῆς ἐκβαλόντες ἡμᾶς, τῷ ξύλῳ τῆς γνώσεως οὐ κατὰ καιρὸν, οὐδ᾽ ἐπιτηδείως μεταληφθείσης, ὡς ἀσθενεστέρους ἤδη κατέδραμον, τὸν ἡγεμόνα νοῦν συναρπάσαντες, καὶ τοῖς πάθεσι θύραν ἀνοίξαντες. Οὐ γὰρ ἔφερον, φύσις ὄντες φθονερὰ καὶ μισάνθρωπος, μᾶλλον δὲ διὰ τὴν ἑαυτῶν κακίαν γενόμενοι, τοὺς κάτω τῶν ἄνω τυχεῖν, αὐτοὶ πεσόντες ἐπὶ γῆς ἄνωθεν, οὐδὲ τοσαύτην μετάστασιν γενέσθαι τῆς δόξης, καὶ τῶν πρώτων φύσεων. Τοῦτό ἐστιν ὁ διωγμὸς τοῦ πλάσματος· διὰ τοῦτο ἡ εἰκὼν τοῦ Θεοῦ καθυβρίσθη· καὶ καθὼς οὐκ ἐδοκιμάσαμεν φυλάξαι τὴν ἐντολὴν, παρεδόθημεν τῇ αὐτονομίᾳ τῆς πλάνης· καὶ καθὼς ἐπλανήθημεν, ἠτιμάσθημεν ἐν οἷς ἐσεβάσθημεν.

Οὐ γὰρ τοῦτο μόνον δεινὸν, τὸ πεποιημένους ἐπ᾽ ἀγαθοῖς ἔργοις, εἰς δόξαν καὶ ἔπαινον τοῦ πεποιηκότος, καὶ Θεοῦ μίμησιν, ὅσον ἐφικτὸν, ὁρμητήριον γενέσθαι παντοίων παθῶν, βοσκομένων κακῶς καὶ δαπανώντων τὸν ἐντὸς ἄνθρωπον· ἀλλὰ τὸ καὶ θεοὺς στήσασθαι συνηγόρους τοῖς πάθεσιν, ἵνα μὴ μόνον ἀνεύθυνον τὸ ἁμαρτάνειν, ἀλλὰ καὶ θεῖον νομίζηται, εἰς τοιαύτην καταφεῦγον ἀπολογίαν, τὰ προσκυνούμενα.