Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τὴν ἀδελφὴν Γοργονίαν

Γρηγόριος ὁ Ναζιανζηνός

Προοίμιο, καταγωγή και πνευματική ευγένεια

Εισαγωγή στον επικήδειο λόγο, απόρριψη των κοσμικών εγκωμίων, έπαινος των ευσεβών γονέων και της αληθινής πνευματικής πατρίδας της Γοργονίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 1 από 5

ΛΟΓΟΣ Ηʹ. Εἰς τὴν ἀδελφὴν ἑαυτοῦ Γοργονίαν ἐπιτάφιος. Αʹ. Ἀδελφὴν ἐπαινῶν, τὰ οἰκεῖα θαυμάσομαι· οὐ μὴν ὅτι οἰκεῖα, διὰ τοῦτο ψευδῶς· ἀλλ᾽ ὅτι ἀληθῆ, διὰ τοῦτο ἐπαινετῶς· ἀληθῆ δὲ, οὐχ ὅτι δίκαια μόνον, ἀλλ᾽ ὅτι καὶ γινωσκόμενα. Καὶ τὸ πρὸς χάριν οὐ συγχωρεῖται, κἂν ἐθελήσωμεν· ἀλλὰ μέσος ἵσταται, οἷόν τις βραβευτὴς ἔντεχνος, τοῦ λόγου καὶ τῆς ἀληθείας ὁ ἀκροατὴς, οὔτε τὸ παρ᾽ ἀξίαν ἐπαινῶν, καὶ τὸ κατ᾽ ἀξίαν ἀπαιτῶν, ὅ γε δίκαιος. Ὥστε οὐ τοῦτον ἐγὼ φοβοῦμαι τὸν φόβον, μή τι τὴν ἀλήθειαν ὑπερδράμωμεν· ἀλλὰ τοὐναντίον, μή τι τῆς ἀληθείας ἐλλείπωμεν, καὶ παρὰ πολὺ τῆς ἀξίας ἐλθόντες, ἐλαττώσωμεν τὴν δόξαν τοῖς ἐγκωμίοις· ἐπειδὴ χαλεπὸν καὶ πρᾶξιν ἐξισῶσαι καὶ λόγον τοῖς ἐκείνης καλοῖς· μήτε οὖν τι ἀλλότριον ἐπαινείσθω πᾶν, ὃ μὴ δίκαιον· μήτε ἀτιμαζέσθω τὸ οἰκεῖον, εἰ τίμιον· ἵνα μὴ τῷ μὲν κέρδος ἡ ἀλλοτριότης ᾖ, τῷ δὲ εἰς ζημίαν περιστῇ τὸ τῆς οἰκειότητος.

Ἀμφοτέρως γὰρ ἂν ὁ τοῦ δικαίου βλάπτοιτο λόγος, κἀκείνων ἐπαινουμένων, καὶ τούτων σιωπωμένων· ὅρῳ δὲ καὶ κανόνι τῇ ἀληθείᾳ χρώμενοι, καὶ πρὸς ταύτην βλέποντες μόνον, ἄλλο δὲ οὐδὲν σκοποῦντες, ὧν οἱ πολλοί τε καὶ εὔωνοι, οὕτω καὶ ἐπαινεσόμεθα καὶ σιωπησόμεθα τὰ ἐπαίνων ἢ σιωπῆς ἄξια.

Βʹ. Πάντων δ᾽ ἀτοπώτατον, εἰ ἀποστερεῖν μέν τι τοὺς ἰδίους, ἢ λοιδορεῖσθαι, ἢ κατηγορεῖν, ἢ ἄλλο τι ἀδικεῖν ἢ μικρὸν ἣ μεῖζον, οὐκ εὐαγὲς εἶναι θήσομεν, ἀλλὰ καὶ πάντων κάκιστον τὴν κατὰ τῶν οἰκειοτάτων παρανομίαν· λόγου δὲ ἀποστεροῦντες, ὃ πάντων μάλιστα τοῖς ἀγαθοῖς ἐστιν ὀφειλόμενον, καὶ ᾧ τὴν μνήμην ἂν αὐτοῖς ἀθάνατον καταστήσαιμεν, ἔπειτα δίκαιόν τι ποιεῖν οἰησόμεθα, καὶ πλείω λόγον ἕξομεν τῶν πονηρῶν τὸ πρὸς χάριν αἰτιωμένων ἢ τῶν ἐπιεικῶν ἀπαιτούντων τὸ πρὸς ἀξίαν. Καὶ τοὺς μὲν ἔξωθεν ἐπαινεῖν οὐ κωλύει τὸ ἄγνωστον καὶ ἀμάρτυρον (καίτοι γε πολλῷ δικαιότερον ἦν), τοὺς γινωσκομένους δὲ ἡ φιλία κωλύσει, καὶ ὁ παρὰ τῶν πολλῶν φθόνος, καὶ τούτων μάλιστα τοὺς ἐνθένδε ἀπηλλαγμένους, καὶ οἷς ἄωρον τὸ χαρίζεσθαι, καταλιποῦσι μετὰ τῶν ἄλλων καὶ τοὺς ἐπαινοῦντας ἢ ψέγοντας.

Γʹ. Ἐπεὶ δὲ ἱκανῶς ὑπὲρ τούτων ἀπολελογήμεθα, καὶ ἀναγκαῖον ἡμῖν αὐτοῖς ἀπεδείξαμεν ὄντα τὸν λόγον, φέρε, προσβῶμεν ἤδη τοῖς ἐγκωμίοις, τὸ μὲν περὶ τὴν λέξιν γλαφυρὸν καὶ κομψὸν διαπτύσαντες (ἐπειδὴ καὶ ἀκαλλώπιστος ἡ ἐπαινουμένη, καὶ τοῦτο κάλλος αὐτῇ τὸ ἄκοσμον), τὴν δὲ ὀφειλομένην ὁσίαν ὡς ἄλλο τι χρέος τῶν ἀναγκαιοτάτων ἀποπληροῦντες, καὶ ἅμα τοὺς πολλοὺς εἰς ζῆλον καὶ μίμησιν τῆς αὐτῆς ἀρετῆς ἐκπαιδεύοντες, ἐπειδὴ τοῦτο ἡμῖν ἐν παντὶ καὶ λόγῳ καὶ ἔργῳ σπουδάζεται καταρτίζειν οὓς ἐπιστεύθημεν. Ἄλλος μὲν οὖν πατρίδα τῆς ἀπελθούσης ἐπαινείτω καὶ γένος, νόμους ἐγκωμίων αἰδούμενος· πάντως δὲ οὐκ ἀπορήσει πολλῶν καὶ καλῶν λόγων, εἰ βούλοιτο ταύτην κοσμεῖν καὶ τοῖς ἔξωθεν, ὥσπερ μορφὴν τιμίαν τε καὶ καλὴν χρυσῷ, καὶ λίθοις, καὶ τοῖς ἐκ τέχνης καὶ χειρὸς ὡραΐσμασιν· ἃ τὴν μὲν αἰσχρὰν ἐλέγχει τῇ παραθέσει, τῇ καλῇ δὲ οὐ προσθήκη κάλλους ἐστὶν ἡττώμενα. Ἐγὼ δὲ τοσοῦτον τῷ περὶ ταῦτα προσχρησάμενος νόμῳ, ὅσον τῶν κοινῶν γονέων ἐπιμνησθῆναι (καὶ γὰρ οὐδὲ ὅσιον παραδραμεῖν ἀγαθοῦ τοσούτου γεννήτοράς τε καὶ διδασκάλους), ἐπ᾽ αὐτὴν ὡς τάχιστα τρέψω τὸν λόγον, καὶ οὐ ζημιώσω τῶν τὰ ἐκείνης ἐπιζητούντων τὸν πόθον.

Δʹ. Τίς οὖν οὐκ οἶδε τὸν νέον ἡμῶν Ἀβραὰμ, καὶ τὴν ἐφ᾽ ἡμῶν Σάῤῥαν; Γρηγόριον λέγω καὶ Νόνναν, τὴν τοῦδε σύζυγον (καλὸν γὰρ μηδὲ τὰ ὀνόματα παρελθεῖν, ὡς ἀρετῆς παράκλησιν), τὸν πίστει δικαιωθέντα, καὶ τὴν τῷ πιστῷ συνοικήσασαν· τὸν πατέρα πολλῶν ἐθνῶν παρ᾽ ἐλπίδα, καὶ τὴν πνευματικῶς ὠδίνουσαν· τὸν φυγόντα πατρῴων θεῶν δουλείαν, καὶ τὴν θυγατέρα καὶ μητέρα τῶν ἐλευθέρων· τὸν ἐξελθόντα συγγενείας καὶ οἴκου διὰ τὴν γῆν τῆς ἐπαγγελίας, καὶ τὴν αἰτίαν τῆς ἐκδημίας (τοῦτο γὰρ ἐκείνῃ μόνον, ἵνα τι τολμήσω, καὶ ὑπὲρ τὴν Σάῤῥαν)· τὸν παροικήσαντα καλῶς, καὶ τὴν προθύμως συμπαροικήσασαν· τὸν τῷ Κυρίῳ προσθέμενον, καὶ τὴν κύριον τὸν ἑαυτῆς ἄνδρα καὶ προσαγορεύουσαν καὶ νομίζουσαν, καὶ μέρος τι διὰ τοῦτο δικαιωθεῖσαν· ὧν ἡ ἐπαγγελία, καὶ ὧν ὁ Ἰσαὰκ, ὅσον τὸ ἐπ᾽ αὐτοῖς, καὶ ὧν τὸ δώρημα.

Εʹ. Ἧς ὁ ποιμὴν ὁ καλὸς εὐξαμένης τε καὶ ὁδηγησάσης, καὶ παρ᾽ ἧς ὁ τύπος τοῦ καλῶς ποιμαίνεσθαι· οὗ τὸ φυγεῖν τὰ εἴδωλα γνησίως, εἶτα καὶ φυγαδεύειν δαίμονας· καὶ ἧς τὸ μὴ ἁλῶν ποτε κοινωνῆσαι τοῖς ἐξ εἰδώλων· τὴν ὁμότιμον, καὶ ὁμόφρονα, καὶ ὁμόψυχον, καὶ οὐχ ἧττον ἀρετῆς καὶ τῆς πρὸς Θεὸν οἰκειώσεως ἢ σαρκὸς συζυγίαν· ἴσον μὲν μήκει βίου καὶ πολιαῖς, ἴσον δὲ φρονήσει καὶ λάμψει, κατ᾽ ἀλλήλους ἁμιλλωμένους, καὶ τῶν λοιπῶν ὑπεραίροντας· σαρκὶ μὲν ὀλίγα κατεχομένους, πνεύματι δὲ μετενηνεγμένους, καὶ πρὸ τῆς διαζεύξεως· ὧν οὐχ ὁ κόσμος, καὶ ὧν ὁ κόσμος· ὁ μὲν ὑπερορώμενος, ὁ δὲ προτιμώμενος· ὧν τὸ ἀποπλουτεῖν, καὶ ὧν τὸ πλουτεῖν διὰ τὴν καλὴν πραγματείαν· τὰ μὲν τῇδε διαπτυόντων, τὰ δὲ ἐκεῖθεν ἀντωνουμένων· ὧν βραχὺ μὲν τὸ τῆς ζωῆς ταύτης λείψανον, καὶ ὅσον ὑπελείφθη τῇ εὐσεβείᾳ, πολλὴ δὲ ἡ ζωὴ καὶ μακραίων ᾗ προκεκμήκασιν. Ἓν ἔτι προσθήσω τοῖς περὶ αὐτῶν λόγοις· οἳ καλῶς καὶ δικαίως ἀμφοτέροις τοῖς γένεσιν ἐμερίσθησαν· ὁ μὲν ἀνδρῶν εἶναι κόσμος, ἡ δὲ γυναικῶν, καὶ οὐ κόσμος μόνον, ἀλλὰ καὶ ἀρετῆς ὑπόδειγμα.

Ϛʹ. Παρὰ τούτων Γοργονίᾳ καὶ τὸ εἶναι, καὶ τὸ εὐδόκιμον· ἐντεῦθεν αὐτῇ τὰ τῆς εὐσεβείας σπέρματα· παρὰ τούτων καὶ τὸ ζῆσαι καλῶς, καὶ τὸ ἀπελθεῖν ἵλεως μετὰ τῶν χρηστοτέρων ἐλπίδων. Καλὰ μὲν δὴ καὶ ταῦτα, καὶ οἷα μὴ πολλοῖς ῥᾳδίως ὑπάρχει τῶν ἐπ᾽ εὐγενείᾳ μέγα κομώντων, καὶ φυσωμένων τοῖς ἄνωθεν· εἰ δὲ δεῖ φιλοσοφώτερον καὶ ὑψηλότερον περὶ αὐτῆς διελθεῖν, Γοργονίᾳ πατρὶς μὲν ἡ ἄνω Ἱερουσαλὴμ, ἡ μὴ βλεπομένη, νοουμένη δὲ πόλις, ἐν ᾗ πολιτευόμεθα, καὶ πρὸς ἣν ἐπειγόμεθα· ἧς πολίτης Χριστὸς, καὶ συμπολῖται πανήγυρις καὶ Ἐκκλησία πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς, καὶ περὶ τὸν μέγαν πολιστὴν ἑορταζόντων τῇ θεωρίᾳ τῆς δόξης, καὶ χορευόντων χορείαν τὴν ἀκατάλυτον· εὐγένεια δὲ ἡ τῆς εἰκόνος τήρησις, καὶ ἡ πρὸς τὸ ἀρχέτυπον ἐξομοίωσις, ἣν ἐργάζεται λόγος καὶ ἀρετὴ, καὶ καθαρὸς πόθος, ἀεὶ καὶ μᾶλλον μορφῶν τὰ κατὰ Θεὸν, τοὺς γνησίους τῶν ἄνω μύστας, καὶ τὸ γιγνώσκειν ὅθεν, καὶ τίνες, καὶ εἰς ὃ γεγόναμεν.

Ζʹ. Οὕτως ἐγὼ περὶ τούτων γινώσκω· καὶ διὰ τοῦτο εὐγενεστέραν τῶν ἀφ᾽ ἡλίου ἀνατολῶν τὴν ἐκείνης ψυχὴν καὶ οἶδα καὶ ὀνομάζω, κρείττονι ἢ κατὰ τοὺς πολλοὺς εὐγενείας καὶ δυσγενείας κανόνι καὶ στάθμῃ χρώμενος· καὶ οὐχ αἵμασιν, ἀλλὰ τρόπῳ τινὶ ταῦτα χαρακτηρίζων· οὐδὲ κατὰ φρατρίας κρίνων τοὺς ἐπαινουμένους ἢ ψεγομένους, ἀλλὰ καθ᾽ ἕκαστον.