Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τὴν ἀδελφὴν Γοργονίαν

Γρηγόριος ὁ Ναζιανζηνός

Συζυγικός βίος και ηθικές αρετές

Η αρμονική σύζευξη του γάμου με τη σωφροσύνη, η απόρριψη του κοσμικού καλλωπισμού, η βαθιά ευσέβεια προς τα θεία, η φιλοξενία και η μέριμνα υπέρ των πενήτων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 2 από 5

Ἐν εἰδόσι δὲ ὁ λόγος ὑπὲρ τῶν ἐκείνης καλῶν, καὶ ἄλλος ἄλλο τι συνεισφερέτω, καὶ βοηθείτω τῷ λόγῳ. Ἐπειδὴ μὴ πάντα περιλαβεῖν ἑνὶ δυνατὸν, μηδὲ τῷ λίαν δυνατῷ καὶ ἀκοὴν καὶ διάνοιαν. Ηʹ. Σωφροσύνῃ μέν γε τοσοῦτον διήνεγκε, καὶ τοσοῦτον ὑπερῆρε τὰς κατ᾽ αὐτὴν ἁπάσας, ἵνα μὴ λέγω τὰς παλαιὰς, ὧν ὁ πολὺς ἐπὶ σωφροσύνῃ λόγος, ὥστε εἰς δύο ταῦτα διῃρημένου πᾶσι τοῦ βίου, γάμου λέγω καὶ ἀγαμίας, καὶ τῆς μὲν οὔσης ὑψηλοτέρας τε καὶ θειοτέρας, ἐπιπονωτέρας δὲ καὶ σφαλερωτέρας, τοῦ δὲ ταπεινοτέρου τε καὶ ἀσφαλεστέρου, ἀμφοτέρων φυγοῦσα τὸ ἀηδὲς, ὅσον κάλλιστόν ἐστιν ἐν ἀμφοτέροις ἐκλέξασθαι, καὶ εἰς ἓν ἀγαγεῖν, τῆς μὲν τὸ ὕψος, τοῦ δὲ τὴν ἀσφάλειαν, καὶ γενέσθαι σώφρων ἄτυφος, τῷ γάμῳ τὸ τῆς ἀγαμίας καλὸν κεράσασα, καὶ δείξασα, ὅτι μήθ᾽ ἕτερον τούτων ἢ Θεῷ πάντως, ἢ κόσμῳ συνδεῖ, καὶ διίστησι πάλιν· ὥστε εἶναι τὸ μὲν παντὶ φευκτὸν κατὰ τὴν ἰδίαν φύσιν, τὸ δὲ τελέως ἐπαινετόν· ἀλλὰ νοῦς ἐστιν ὁ καὶ γάμῳ καὶ παρθενίᾳ καλῶς ἐπιστατῶν, καὶ, ὥσπερ ὕλη τις, ταῦτα τῷ τεχνίτῃ Λόγῳ ῥυθμίζεται καὶ δημιουργεῖται πρὸς ἀρετήν.

Οὐ γὰρ ἐπεὶ σαρκὶ συνήφθη, διὰ τοῦτο ἐχωρίσθη τοῦ πνεύματος· οὐδ᾽ ὅτι κεφαλὴν ἔσχε τὸν ἄνδρα, διὰ τοῦτο τὴν πρώτην κεφαλὴν ἠγνόησεν· ἀλλ᾽ ὀλίγα λειτουργήσασα κόσμῳ καὶ φύσει, καὶ ὅσον ὁ τῆς σαρκὸς ἐβούλετο νόμος, μᾶλλον δὲ ὁ τῇ σαρκὶ ταῦτα νομοθετήσας, Θεῷ τὸ πᾶν ἑαυτὴν καθιέρωσεν. Ὃ δὲ κάλλιστον καὶ σεμνότατον, ὅτι καὶ τὸν ἄνδρα πρὸς ἑαυτῆς ἐποιήσατο, καὶ οὐ δεσπότην ἄτοπον, ἀλλ᾽ ὁμόδουλον ἀγαθὸν προσεκτήσατο.

Οὐ μόνον δὲ, ἀλλὰ καὶ τὸν τοῦ σώματος καρπὸν, τὰ τέκνα λέγω, καὶ τέκνα τέκνων, καρπὸν τοῦ πνεύματος ἐποιήσατο, γένος ὅλον καὶ οἰκίαν ὅλην ἀντὶ μιᾶς ψυχῆς Θεῷ καθαγνίσασα, καὶ ποιήσασα γάμον ἐπαινετὸν διὰ τῆς ἐν γάμῳ εὐαρεστήσεως, καὶ τῆς καλῆς ἐντεῦθεν καρποφορίας· ἑαυτὴν μὲν, ἕως ἔζη, ὑπόδειγμα καλοῦ παντὸς τοῖς ἐξ ἑαυτῆς προστήσασα· ἐπεὶ δὲ προσεκλήθη, τὸ θέλημα τῷ οἴκῳ μετ᾽ αὐτὴν ἐγκαταλιποῦσα σιωπῶσαν παραίνεσιν.

Θʹ. Ὁ μὲν δὴ θεῖος Σολομὼν ἐν τῇ παιδαγωγικῇ σοφίᾳ, ταῖς Παροιμίαις λέγω, ἐπαινεῖ καὶ οἰκουρίαν γυναικὸς καὶ φιλανδρίαν, καὶ ἀντιτίθησι τῇ ἔξω περιπλανωμένῃ, καὶ ἀκρατήτῳ, καὶ ἀτίμῳ, καὶ τιμίων ψυχὰς ἀγρευούσῃ ἐν πορνικοῖς καὶ σχήμασι καὶ ὀνόμασι, τὴν ἔσω καλῶς ἀναστρεφομένην, καὶ ἀνδριζομένην τὰ γυναικὸς, πρὸς ἄτρακτον μὲν ἀεὶ τὰς χεῖρας ἐρείδουσαν, καὶ δισσὰς τῷ ἀνδρὶ χλαίνας παρασκευάζουσαν· ὠνουμένην δὲ κατὰ καιρὸν γεώργιον, σιτηγοῦσαν δὲ καλῶς τοῖς οἰκέταις, πλήρει δὲ τραπέζῃ τοὺς φίλους δεξιουμένην, καὶ τἄλλα ὅσα τὴν σώφρονα καὶ φιλεργὸν ἐκεῖνος ἀνύμνησεν.

Ἐγὼ δὲ εἰ ἀπὸ τούτων ἐπαινοίην τὴν ἀδελφὴν, ἀπὸ τῆς σκιᾶς ἂν ἐπαινοίην τὸν ἀνδριάντα, ἢ ἀπὸ τῶν ὀνύχων τὸν λέοντα, παρεὶς τὰ μείζω καὶ τελεώτερα. Τίς μὲν ἦν φαίνεσθαι μᾶλλον ἀξία; Τίς δὲ ἧττον ἐφάνη, καὶ ἀπρόσιτον ἐτήρησεν ἑαυτὴν ἀνδρῶν ὄψεσιν; Τίς μᾶλλον ἔγνω μέτρα κατηφείας τε καὶ φαιδρότητος, ὡς μήτε τὸ κατηφὲς ἀπάνθρωπον δοκεῖν, μήτε τὸ καθ᾽ ἁπαλὸν ἀκόλαστον, ἀλλὰ τὸ μὲν συνετὸν, τὸ δὲ ἥμερον, καὶ ὅρον τοῦτο εἶναι κοσμιότητος, κραθέντος τοῦ φιλανθρώπου τῷ ἀναστήματι; Ἀκούετε τῶν γυναικῶν ὅσαι λίαν ἐπιδεικτικαὶ καὶ ῥᾴθυμοι, καὶ τὸ κάλυμμα τῆς αἰδοῦς ἀτιμάζουσαι. Τίς μὲν οὕτως ὀφθαλμὸν ἐσωφρόνισεν;

Τίς δὲ τοσοῦτον γέλωτος κατεγέλασεν, ὡς μέγα δοκεῖν ἐκείνῃ καὶ ὁρμὴν μειδιάματος; Τίς μᾶλλον ἀκοῇ θύρας ἐπέθηκεν; τίς δὲ τοῖς θείοις λόγοις ἠνέῳξε, μᾶλλον δὲ, τίς νοῦν ἐπέστησεν ἡγεμόνα γλώσσῃ λαλεῖν τὰ τοῦ Θεοῦ δικαιώματα; Τίς τάξιν οὕτως ἐστείλατο χείλεσιν;

Ιʹ. Εἴπω καὶ τοῦτο βούλεσθε τῶν ἐκείνης καλῶν· ὃ τῇ μὲν ἄξιον οὐδενὸς ἐδόκει, οὐδ᾽ ὅσαι σώφρονες ἀληθῶς καὶ κόσμιαι τὸν τρόπον· μέγα δὲ δοκεῖν πεποιήκασιν αἱ λίαν φιλόκοσμοι καὶ φιλόκαλοι καὶ οὐδὲ λόγῳ καθαιρόμεναι τῶν τὰ τοιαῦτα ἐκπαιδευόντων. Οὐ χρυσὸς ἐκείνην ἐκόσμησε τέχνῃ πονηθεὶς εἰς κάλλους περιουσίαν, οὐ ξανθαὶ πλοκαμίδες διαφαινόμεναί τε καὶ ὑποφαινόμεναι, καὶ βοστρύχων ἕλικες, καὶ σοφίσματα σκηνοποιούντων τὴν τιμίαν κεφαλὴν ἀτιμότατα, οὐκ ἐσθῆτος περιῤῥεούσης καὶ διαφανοῦς πολυτέλεια, οὐ λίθων αὐγαὶ καὶ χάριτες χρωννῦσαι τὸν πλησίον ἀέρα, καὶ τὰς μορφὰς περιλάμπουσαι· οὐ ζωγράφων τέχναι καὶ γοητεύματα, καὶ τὸ εὔωνον κάλλος, καὶ ὁ κάτωθεν πλάστης ἀντιδημιουργῶν, καὶ κατακρύπτων τὸ τοῦ Θεοῦ πλάσμα ἐπιβούλοις χρώμασι, καὶ διὰ τῆς τιμῆς αἰσχύνων, καὶ προτιθεὶς τὴν θείαν μορφὴν εἴδωλον πορνικὸν λίχνοις ὄμμασιν, ἵνα κλέψῃ τὸ νόθον κάλλος τὴν φυσικὴν εἰκόνα τηρουμένην Θεῷ καὶ τῷ μέλλοντι. Ἀλλὰ πολλοὺς μὲν ᾔδει καὶ παντοίους γυναικῶν κόσμους τοὺς ἔξωθεν, τιμιώτερον δὲ οὐδένα τοῦ ἑαυτῆς τρόπου, καὶ τῆς ἔνδον ἀποκειμένης λαμπρότητος.

Ἓν μὲν ἔρευθος ἐκείνῃ φίλον, τὸ τῆς αἰδοῦς· μία δὲ λευκότης, ἡ παρὰ τῆς ἐγκρατείας. Τὰς δὲ γραφὰς καὶ ὑπογραφὰς, καὶ τοὺς ζῶντας πίνακας, καὶ τὴν ῥέουσαν εὐμορφίαν, ταῖς ἐπὶ θεάτρων παρῆκε καὶ τῶν τριόδων, καὶ ὅσαις αἰσχύνη καὶ ὄνειδος τὸ αἰσχύνεσθαι.

ΙΑʹ. Ταῦτα μὲν δὴ τοιαῦτα· τῆς δὲ φρονήσεως καὶ τῆς εὐσεβείας οὐκ ἔστιν ὅστις ἂν ἐφίκοιτο λόγος, ἢ πολλὰ ἂν εὑρεθείη τὰ παραδείγματα, πλὴν τῶν ἐκείνης καὶ κατὰ σάρκα καὶ κατὰ πνεῦμα πατέρων, πρὸς οὓς μόνους ὁρῶσα, καὶ ὧν οὐδὲν ἐλαττουμένη τὴν ἀρετὴν, ἑνὶ τούτῳ καὶ μόνον ἡττᾶτο καὶ πάνυ προθύμως, ὅτι παρ᾽ ἐκείνων τὸ ἀγαθὸν, κἀκείνους ῥίζαν καὶ ᾔδει καὶ ὡμολόγει τῆς οἰκείας ἐλλάμψεως.

Τί μὲν τῆς διανοίας ἐκείνης ὀξύτερον, ἥν γε καὶ κοινὴν σύμβουλον οὐχ οἱ ἐκ γένους μόνον, οὐδ᾽ οἱ ἐκ τοῦ αὐτοῦ λαοῦ, καὶ τῆς μιᾶς μάνδρας, ἀλλὰ καὶ οἱ κύκλῳ δὲ πάντες ἐγίνωσκον, καὶ νόμον ἄλυτον τὰς ἐκείνης ἐποιοῦντο ὑποθήκας καὶ παραινέσεις;

Τί δὲ τῶν λόγων ἐκείνων εὐστοχώτερον; τί δὲ τῆς σιωπῆς συνετώτερον; Ἀλλ᾽ ἐπειδή γε σιωπῆς ἐμνήσθην, προσθήσω τὸ οἰκειότατον ἐκείνης, καὶ γυναιξὶ πρεπωδέστατον, καὶ τῷ παρόντι καιρῷ χρησιμώτατον. Τίς μὲν ἔγνω τὰ περὶ Θεοῦ μᾶλλον ἔκ τε τῶν θείων λογίων καὶ τῆς οἰκείας συνέσεως;

Τίς δὲ ἧττον ἐφθέγξατο ἐν τοῖς γυναικείοις ὅροις τῆς εὐσεβείας μείνασα; Ὃ δ᾽ οὖν ὠφείλετο τῇ γε ἀληθῶς εὐσεβεῖν ἐγνωκυίᾳ, καὶ οὗ καλὴ μόνον ἡ ἀπληστία, τίς μὲν ἀναθήμασιν οὕτω ναοὺς κατεκόσμησεν, ἄλλους τε καὶ τὸν οὐκ οἶδ᾽ εἰ μετ᾽ ἐκείνην κοσμηθησόμενον; Μᾶλλον δὲ, τίς οὕτω ναὸν ἑαυτὸν τῷ Θεῷ ζῶντα παρέστησεν; Τίς δὲ τοσοῦτον ἐδόξασεν ἱερέας, ἄλλους τε καὶ τὸν ἐκείνῃ τῆς εὐσεβείας συναγωνιστὴν καὶ διδάσκαλον, οὗ τὰ καλὰ σπέρματα καὶ ἡ καθιερωμένη τῶν τέκνων τῷ Θεῷ συζυγία;

ΙΒʹ. Τίς δὲ τὸν οἶκον ἑαυτῆς μᾶλλον προὔθηκε τοῖς ζῶσι κατὰ Θεὸν, τὴν καλὴν δεξίωσιν καὶ πλουτίζουσαν; Καὶ ὃ τούτου μεῖζόν ἐστι, τίς οὕτως ἐδεξιοῦτο τῇ αἰδοῖ καὶ τοῖς κατὰ Θεὸν διαβήμασιν; Καὶ τὰ ἐπὶ τούτοις, τίς μὲν νοῦν ἔδειξεν ἀπαθέστερον ἐν τοῖς πάθεσι; τίς δὲ συμπαθεστέραν ψυχὴν τοῖς κάμνουσι; τίς χεῖρα δαψιλεστέραν τοῖς δεομένοις;

Ὡς ἔγωγε καὶ τὰ τοῦ Ἰὼβ ἂν ἐπ᾽ αὐτὴν θαῤῥήσας καλλωπισαίμην· Θύρα δὲ αὐτῆς παντὶ ἐλθόντι ἠνέῳκτο· ἔξω δὲ οὐκ ηὐλίζετο ξένος. Ὀφθαλμὸς ἦν τυφλῶν, ποῦς δὲ χωλῶν, μήτηρ δὲ ὀρφανῶν. Τῆς δὲ εἰς χήρας εὐσπλαγχνίας τί χρὴ μεῖζον εἰπεῖν, ἢ ὅτι τὸ μὴ χήρα κληθῆναι καρπὸν ἠνέγκατο; Κοινὸν μὲν ἦν ἡ ἐκείνης ἑστία τοῖς πενομένοις ἀφ᾽ αἵματος καταγώγιον· κοινὰ δὲ τὰ ὄντα πᾶσι τοῖς δεομένοις οὐχ ἧττον ἢ ἑκάστοις τὰ ἑαυτῶν.

Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησι· καὶ διὰ τὸ τῆς ἐπαγγελίας ἄπτωτον καὶ ἀψευδέστατον πολλὰ ταῖς ἐκεῖθεν ληνοῖς ἐναπέθετο, πολλὰ Χριστὸν καὶ διὰ πολλῶν τῶν εὖ παθόντων ἐδεξιώσατο· καὶ τὸ κάλλιστον, ὅτι μὴ τὸ δοκεῖν παρ᾽ αὐτῇ πλεῖον τῆς ἀληθείας· ἀλλ᾽ ἐν τῷ κρυπτῷ καλῶς ἐγεώργει τῷ βλέποντι τὰ κρυπτὰ τὴν εὐσέβειαν. Πάντα τοῦ κοσμοκράτορος ἥρπασεν· πάντα μετήνεγκεν εἰς τὰς ἀσφαλεῖς ἀποθήκας. Οὐδὲν ἀφῆκε τῇ γῇ πλὴν τοῦ σώματος.