Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τὴν ἀδελφὴν Γοργονίαν

Γρηγόριος ὁ Ναζιανζηνός

Ασκητική πολιτεία και πνευματικοί αγώνες

Περιγραφή των σωματικών σκληραγωγιών, των ολονύκτιων προσευχών, των νηστειών και των υπερβατικών αρετών που επέδειξε η Γοργονία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 3 από 5

Πάντων ἠλλάξατο τὰς ἐκεῖθεν ἐλπίδας· ἕνα τοῖς παισὶ πλοῦτον ἀφῆκε, τὴν μίμησιν καὶ τὴν ἐπὶ τούτοις φιλοτιμίαν. ΙΓʹ. Καὶ οὐ τὰ μὲν τῆς μεγαλοψυχίας τοιαῦτα καὶ οὕτως ἄπιστα, τὸ δὲ σῶμα παρέδωκε τῇ τρυφῇ, καὶ ταῖς ἀκαθέκτοις τῆς γαστρὸς ἡδοναῖς, τῷ λυσσῶντι κυνὶ καὶ σπαράττοντι, ὡς ἂν θαῤῥοῦσα ταῖς εὐποιίαις, ὅπερ πάσχουσιν οἱ πολλοὶ, τῆς εἰς τοὺς πένητας εὐσπλαγχνίας τὸ τρυφᾷν ἐξωνούμενοι, καὶ οὐ καλῷ τὸ κακὸν ἰώμενοι, καλοῦ δὲ τὸ φαῦλον ἀντιλαμβάνοντες· ἢ νηστείαις μὲν τὸν χοῦν κατεπάλαισεν, ἑτέρῳ δὲ τὸ τῆς χαμευνίας παρῆκε φάρμακον· ἢ τοῦτο μὲν ἐξεῦρε τῇ ψυχῇ τὸ βοήθημα, ὕπνῳ δὲ μέτρον ἧττον ἑτέρου τινὸς ἐπέθηκεν· ἢ τοῦτο μὲν ἐνομοθέτησεν ὥσπερ ἀσώματος, ἐκλίθη δὲ εἰς γῆν, ἑτέρων παννυχιζόντων ἐν ὀρθῷ σώματι, ὃ δὴ μάλιστα φιλοσόφων ἀνδρῶν τὸ ἀγώνισμα· ἢ τοῦτο μὲν οὐ μόνον γυναικῶν, ἀλλὰ καὶ ἀνδρῶν ὤφθη τῶν γενναιοτάτων ἀνδρικώτερα, ψαλμῳδίας δὲ τόνον ἔμφρονα, ἢ θείων λογίων ἔντευξιν, ἢ ἀνάπτυξιν, ἢ μνήμην εὔκαιρον, ἢ κλίσιν γονάτων κατεσκληκότων, ἢ ὥσπερ τῷ ἐδάφει συμπεφυκότων, ἢ δάκρυον ῥύπου καθάρσιον ἐν καρδίᾳ συντετριμμένῃ καὶ πνεύματι ταπεινώσεως, ἢ εὐχὴν ἄνω τιθεῖσαν, καὶ νοῦν ἀπλανῆ καὶ μετάρσιον· ταῦτα πάντα, ἢ τούτων τί ἐστιν ὅστις ἀνδρῶν ἢ γυναικῶν ἐκείνην ὑπερβεβηκέναι καυχήσαιτο;

Ἀλλ᾽ ἐκεῖνο μέγα μὲν εἰπεῖν, ἀληθὲς δὲ, ὅτι τὸ μὲν ἐζήλου τῶν καλῶν, τοῦ δὲ ἦν ζῆλος· καὶ τὸ μὲν εὗρε, τὸ δὲ ἐνίκησεν. Καὶ εἰ καθ᾽ ἕν τι τούτων ἔσχε τὸ ἁμιλλώμενον, ἀλλὰ τῷ γε μία τὰ πάντα συλλαβεῖν, πάντων ἐκράτησεν. Οὕτω μὲν τὰ πάντα κατορθώσασα, ὡς οὐδεὶς ἄλλος ἓν καὶ μετρίως· οὕτω δ᾽ εἰς ἄκρον ἕκαστον, ὥστε καὶ ἀντὶ πάντων ἓν ἐξαρκεῖν καὶ μόνον.

ΙΔʹ. Ὢ πιναροῦ σώματος καὶ ἐνδύματος, ἀρετῇ μόνον ἀνθοῦντος! Ὢ ψυχῆς διακρατούσης τὸ σῶμα, καὶ δίχα τροφῆς σχεδὸν, ὥσπερ ἄϋλον! μᾶλλον δὲ σώματος βιασαμένου νεκρωθῆναι καὶ πρὸ τῆς διαζεύξεως, ἵν᾽ ἐλευθερίαν λάβῃ ψυχὴ, καὶ μὴ παραποδίζηται ταῖς αἰσθήσεσιν! Ὢ νυκτῶν ἀΰπνων, καὶ ψαλμῳδίας, καὶ στάσεως ἐξ ἡμέρας εἰς ἡμέραν ἀποληγούσης!

Ὢ Δαβὶδ, ταῖς πισταῖς μόνον ψυχαῖς οὐ μακρὰ μελῳδήσας! Ὢ μελῶν ἁπαλότητος ἐπὶ γῆς ἐῤῥιμμένων, καὶ παρὰ τὴν φύσιν τραχυνομένων! Ὢ πηγαὶ δακρύων σπειρομένων ἐκ θλίψεως, ἵν᾽ ἐν ἀγαλλιάσει θερίσαιεν! Ὢ βοῆς νυκτερινῆς νεφέλας διερχομένης, καὶ φθανούσης πρὸς τὸν οὐράνιον!

Ὢ θερμότητος πνεύματος, κυνῶν κατατολμώσης νυκτερινῶν δι᾽ ἐπιθυμίαν εὐχῆς, καὶ κρυμῶν, καὶ ὑετῶν, καὶ βροντῶν, καὶ χαλάζης, καὶ ἀωρίας! Ὢ γυναικεία φύσις τὴν ἀνδρείαν νικήσασα διὰ τὸν κοινὸν ἀγῶνα τῆς σωτηρίας, καὶ σώματος διαφορὰν οὐ ψυχῆς τὸ θῆλυ καὶ τὸ ἄῤῥεν ἐλέγξασα!

Ὢ τῆς μετὰ λουτρὸν ἁγνείας, καὶ τῆς νύμφης Χριστοῦ ψυχῆς ἐν καθαρῷ νυμφῶνι τῷ σώματι! Ὢ πικρὰ γεῦσις, καὶ Εὔα μῆτερ καὶ γένους καὶ ἁμαρτίας, καὶ ὄφι πλάνε καὶ θάνατε, τῇ ἐκείνης ἐγκρατείᾳ νενικημένα! Ὢ Χριστοῦ κένωσις, καὶ δούλου μορφὴ, καὶ παθήματα, τῇ ἐκείνης νεκρώσει τετιμημένα!