Ἡ τιμὴ δὲ αὐτοῖς, οὐκ ἐν ἡμέραις μόνον, ἀλλὰ καὶ εἰς ἐνιαυτοὺς φθάνουσα. Ἡ μὲν οὖν τῶν ἡμερῶν, τὸ Σάββατον, τοῦτο δηλοῖ τὸ συνεχῶς παρ᾽ αὐτοῖς τιμώμενον, καθὸ καὶ ἡ τῆς ζύμης ἄρσις ἰσάριθμος· ἡ δὲ τῶν ἐτῶν, ὁ ἑβδοματικὸς ἐνιαυτὸς τῆς ἀφέσεως. Καὶ οὐκ ἐν ἑβδομάσι μόνον, ἀλλὰ καὶ ἐν ἑβδομάσιν ἑβδομάδων, ὁμοίως ἔν τε ἡμέραις καὶ ἔτεσιν. Αἱ μὲν οὖν τῶν ἡμερῶν ἑβδομάδες γεννῶσι τὴν Πεντηκοστὴν, κλητὴν ἁγίαν παρ᾽ αὐτοῖς ἡμέραν· αἱ δὲ τῶν ἐτῶν, τὸν Ἰωβυλαῖον παρ᾽ αὐτοῖς ὀνομαζόμενον, ὁμοίως γῆς τε ἄφεσιν ἔχοντα, καὶ δούλων ἐλευθερίαν, καὶ κτήσεων ὠνητῶν ἀναχώρησιν. Καθιεροῦσι γὰρ, οὐ γεννημάτων μόνον, οὐδὲ πρωτοτόκων, ἀλλ᾽ ἤδη καὶ ἡμερῶν καὶ ἐτῶν ἀπαρχὰς τῷ Θεῷ τοῦτο τὸ γένος. Οὕτως ὁ ἑπτὰ τιμώμενος ἀριθμὸς τὴν τιμὴν τῆς Πεντηκοστῆς συνεισήγαγεν. Ὁ γὰρ ἑπτὰ ἐπὶ ἑαυτὸν συντιθέμενος, γεννᾷ τὸν πεντήκοντα, μιᾶς δεούσης ἡμέρας, ἣν ἐκ τοῦ μέλλοντος αἰῶνος προσειλήφαμεν, ὀγδόην τε οὖσαν τὴν αὐτὴν καὶ πρώτην, μᾶλλον δὲ μίαν καὶ ἀκατάλυτον. Δεῖ γὰρ ἐκεῖσε καταλῆξαι τὸν ἐνταῦθα Σαββατισμὸν τῶν ψυχῶν, ὡς δοθῆναι μερίδα, τοῖς ἑπτὰ, καί γε τοῖς ὀκτὼ, καθὼς ἤδη τινὲς τῶν πρὸ ἡμῶν τὸ Σολομώντειον ἐξειλήφασι.