Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τὴν τῶν Αἰγυπτίων ἄφιξιν

Γρηγόριος ὁ Ναζιανζηνός

Η θεότητα του Αγίου Πνεύματος και η βιβλική θεμελίωση της ισοτιμίας των Προσώπων

Ανάπτυξη της αναγκαιότητας της πίστεως στη θεότητα του Αγίου Πνεύματος για τη σωτηρία και παράθεση αγιογραφικών χωρίων που αποδεικνύουν το ομοούσιο και την ισοτιμία των τριών θείων Προσώπων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 4 από 4

ΙΑʹ. Ὡς ἔγωγε αἰδοῦμαι μὲν τὰς τοῦ Λόγου προσηγορίας, τοσαύτας τε οὔσας, καὶ οὕτως ὑψηλὰς καὶ μεγάλας, ἃς καὶ δαίμονες ἐνετράπησαν· αἰδοῦμαι δὲ τὴν ὁμοτιμίαν τοῦ Πνεύματος· φοβοῦμαι δὲ τὴν ὡρισμένην ἀπειλὴν τοῖς εἰς αὐτὸ βλασφημοῦσι.

Βλασφημία δὲ, οὐχ ἡ θεολογία, τὸ δὲ ἀλλοτριοῦν τῆς θεότητος. Καὶ τηρητέον ἐνταῦθα, ὅτι τὸ μὲν βλασφημούμενον, ὁ Κύριος ἦν· τὸ δὲ ἐκδικούμενον, τὸ Πνεῦμα τὸ ἅγιον, δῆλον ὡς Κύριος. Οὐ φέρω ἀφώτιστος εἶναι μετὰ τὸ φώτισμα, παραχαράσσων τι τῶν τριῶν, εἰς ἃ βεβάπτισμαι, καὶ ὄντως ἐνταφῆναι τῷ ὕδατι, οὐκ εἰς ἀναγέννησιν, ἀλλ᾽ εἰς νέκρωσιν τελειούμενος.

ΙΒʹ. Τολμῶ τι φθέγξασθαι, ὦ Τριάς· καὶ συγγνώμη τῇ ἀπονοίᾳ· περὶ ψυχῆς γὰρ ὁ κίνδυνος. Εἰκών εἰμι καὶ αὐτὸς Θεοῦ, τῆς ἄνω δόξης, εἰ καὶ κάτω τέθειμαι. Οὐ πείθομαι τῷ ὁμοτίμῳ σώζεσθαι. Εἰ μὴ Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον, θεωτήτω πρῶτον, καὶ οὕτω θεούτω με τὸν ὁμότιμον. Νῦν δὲ τίς ἡ ἀπάτη τῆς χάριτος, μᾶλλον δὲ, τῶν διδόντων τὴν χάριν, ὡς εἰς Θεὸν πιστεῦσαι, καὶ ἀνελθεῖν ἄθεον; ἄλλο καθομολογῆσαι, καὶ ἄλλο διδάσκεσθαι; οἵαι τῶν λόγων αἱ κλοπαὶ καὶ ἀπάται, δι᾽ ἄλλης ἐρωτήσεως καὶ ὁμολογίας, εἰς ἄλλο φέρουσαι; Οἴμοι τῆς λαμπρότητος, εἰ μετὰ τὸν λουτρὸν μεμελάνωμαι, εἰ λαμπροτέρους ὁρῶ τοὺς οὔπω κεκαθαρμένους, εἰ τῇ τοῦ βαπτιστοῦ κακοδοξίᾳ κυβεύομαι, εἰ ζητῶ Πνεῦμα κρεῖττον, καὶ οὐχ εὑρίσκω! Δός μοι λουτρὸν δεύτερον, καὶ περὶ τοῦ πρώτου κακῶς ἐννόησον.

Τί μοι φθονεῖς τῆς τελείας ἀναγεννήσεως; τί με ποιεῖς, ναὸν ὄντα τοῦ Πνεύματος ὡς Θεοῦ, κατοικητήριον κτίσματος; τί τὸ μὲν τιμᾷς τῶν ἐμῶν, τὸ δὲ ἀτιμάζεις κακῶς θεότητι διαιτῶν, ἵν᾽ ἐμοὶ τέμῃς τὸ χάρισμα, μᾶλλον δὲ, αὐτὸν ἐμὲ τῷ χαρίσματι;

Ἢ τὸ πᾶν τίμησον, ὦ καινὲ θεολόγε, ἢ τὸ πᾶν ἀτίμασον, ἵνα, κἂν ἀσεβῇς, ἀλλὰ σεαυτῷ γε ἀκόλουθος ᾖς, μὴ κρίνων ἀνίσως φύσιν ὁμότιμον. ΙΓʹ. Κεφάλαιον δὲ τοῦ λόγου· Μετὰ τῶν χερουβὶμ δόξασον, συναγόντων τὰς τρεῖς ἁγιότητας εἰς μίαν κυριότητα, καὶ τοσοῦτον παραδεικνύντων τῆς πρώτης οὐσίας, ὅσον ὑπανοίγουσι τοῖς φιλοπόνοις αἱ πτέρυγες. Μετὰ Δαβὶδ φωτίσθητι, πρὸς τὸ φῶς λέγοντος· Ἐν τῷ φωτί σου ὀψόμεθα φῶς, οἷον ὥσπερ ἐν τῷ Πνεύματι τὸν Υἱόν· οὗ τί ἂν γένοιτο τηλαυγέστερον;

Μετὰ Ἰωάννου βρόντησον, τοῦ υἱοῦ τῆς βροντῆς, μηδὲν περὶ Θεοῦ ταπεινὸν ἠχῶν, μηδ᾽ ἀπὸ γῆς, ἀλλ᾽ ὑψηλὸν καὶ μετέωρον (τὸν ἐν ἀρχῇ τε ὄντα, καὶ πρὸς τὸν Θεὸν ὄντα, καὶ Θεὸν Λόγον, Θεὸν γινώσκων, καὶ Θεὸν ἀληθινὸν ἐξ ἀληθινοῦ Πατρὸς, ἀλλ᾽ οὐ σύνδουλον ἀγαθὸν, υἱοῦ προσηγορίᾳ μόνῃ τετιμημένον· καὶ τὸν ἄλλον Παράκλητον, δηλαδὴ ἄλλον τοῦ λέγοντος· Θεοῦ δὲ ὁ Λόγος)· καὶ ὅταν μὲν, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, ἀναγινώσκῃς, τὸ συναφὲς τῆς οὐσίας ἐνοπτριζόμενος· ὅταν δὲ, Πρὸς αὐτὸν ἐλευσόμεθα, καὶ μονὴν παρ᾽ αὐτῷ ποιησόμεθα, τὸ διῃρημένον τῶν ὑποστάσεων λογιζόμενος· ὅταν δὲ, τὸ Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος ὄνομα, τὰς τρεῖς ἰδιότητας.

ΙΔʹ. Μετὰ Λουκᾶ ἐμπνεύσθητι, ταῖς Πράξεσι τῶν ἀποστόλων προσομιλῶν. Τί μετὰ Ἀνανίου τάττῃ καὶ Σαπφείρας τῶν καινῶν νοσφιστῶν (εἴ γε καινὸν ὄντως ἡ τῶν ἰδίων κλοπὴ), καὶ ταῦτα νοσφιζόμενος, οὐκ ἀργύριον, οὐδ᾽ ἄλλο τι τῶν εὐτελῶν καὶ μικρῶν, οἷον γλῶσσαν χρυσῆν, ἢ ψιλὴν, ἢ δίδραχμον, ὥς ποτε στρατιώτης ἄπληστος, ἀλλ᾽ αὐτὴν κλέπτων θεότητα, καὶ ψευδόμενος, οὐκ ἄνθρωπον, ἀλλὰ Θεὸν, ὅπερ ἤκουσας; Τί; Μηδὲ τὴν ἐξουσίαν αἰδῇ τοῦ Πνεύματος, ἐφ᾽ οὓς θέλει, καὶ ἡνίκα, καὶ ὅσον πνέοντος;

Ἐπιδημεῖ τοῖς περὶ Κορνήλιον πρὸ τοῦ βαπτίσματος, ἄλλοις μετὰ τὸ βάπτισμα διὰ τῶν ἀποστόλων. Ὥστε ἀμφοτέρωθεν, ἔκ τε ὧν ἐπιφοιτᾷ δεσποτικῶς, ἀλλ᾽ οὐ δουλικῶς, καὶ ἐξ ὧν ἐπιζητεῖται πρὸς τὴν τελείωσιν, τὴν θεότητα μαρτυρεῖσθαι τοῦ Πνεύματος.

ΙΕʹ. Μετὰ Παύλου θεολόγησον, τοῦ πρὸς τρίτον οὐρανὸν ἀναχθέντος· ποτὲ μὲν συναριθμοῦντος τὰς τρεῖς ὑποστάσεις, καὶ τοῦτο ἐνηλλαγμένως, οὐ τετηρημένως ταῖς τάξεσι, προαριθμοῦντος, ἐναριθμοῦντος, ὑπαριθμοῦντος τὸ αὐτό. Ἵνα τί; Δηλώσῃ τὴν ἰσοτιμίαν τῆς φύσεως. Ποτὲ δὲ τῶν τριῶν μεμνημένου· ποτὲ δὲ τινῶν, ἢ τινὸς, ὡς ἑπομένου πάντως τοῦ λείποντος· καὶ ποτὲ μὲν τὴν ἐνέργειαν τοῦ Θεοῦ τῷ Πνεύματι διδόντος, ὡς οὐδὲν διαφέροντος· ποτὲ δὲ, ἀντὶ τοῦ Πνεύματος, τὸν Χριστὸν ἐπιφέροντος· καὶ ὅτε μὲν διαιρεῖ τὰς ὑποστάσεις, εἷς Θεὸς, λέγοντος, ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς εἰς αὐτόν· καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι᾽ οὗ τὰ πάντα, καὶ ἡμεῖς δι᾽ αὐτοῦ. Ὅτε δὲ συνάγει τὴν μίαν θεότητα· ὅτι ἐξ αὐτοῦ, καὶ δι᾽ αὐτοῦ, καὶ εἰς αὐτὸν τὰ πάντα, δηλαδὴ διὰ τοῦ ἁγίου Πνεύματος, ὡς πολλαχοῦ δείκνυται τῆς Γραφῆς. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.