Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Ναζιανζηνός – Εἰς τὴν τῶν Αἰγυπτίων ἄφιξιν

Γρηγόριος ὁ Ναζιανζηνός

Η υποδοχή των Αιγυπτίων και οι πνευματικοί τους αγώνες

Ο ιερός ρήτορας υποδέχεται τους Αιγυπτίους, επαινώντας την υλική και πνευματική τους προσφορά, και εξαίρει τους διωγμούς και την καρτερία τους απέναντι στην ειδωλολατρία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Ναζιανζηνός

—

Κεφάλαιο 1 από 4

ΛΟΓΟΣ ΛΔʹ. Εἰς τοὺς Αἰγύπτου ἐπιδημήσαντας. Αʹ. Τοὺς ἀπ᾽ Αἰγύπτου προσφθέγξομαι, δίκαιον γάρ· ἐπειδὴ καὶ προθύμως συνεληλύθασι, τῷ ζήλῳ τὸν φθόνον νικήσαντες, Αἰγύπτου ταύτης, ἣν πλουτίζει μὲν ποταμὸς ἐκ γῆς ὕων, καὶ πελαγίζων ὥρια ἵνα καὶ αὐτὸς μικρόν τι μιμήσωμαι τοὺς περὶ ταῦτα κομψούς· πλουτίζει δὲ Χριστὸς ὁ ἐμὸς, πρότερον μὲν εἰς Αἴγυπτον φυγαδευόμενος, νυνὶ δὲ ἀπ᾽ Αἰγύπτου χορηγούμενος· τότε μὲν, ἐκ τῆς Ἡρώδου παιδοφονίας, νῦν δὲ, ἐκ τῆς τῶν πατέρων φιλοτεκνίας· Χριστὸς, ἡ καινὴ τροφὴ τῶν καλῶς πεινώντων, ἡ μείζων σιτοδοσία πάσης τῆς ἱστορουμένης τε καὶ πιστευομένης· ὁ ἅρτος, ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ, τὴν ἀνόλεθρόν τε καὶ ἀκατάλυτον, περὶ οὗ καὶ νῦν ἀκούειν δοκῶ μοι λέγοντος τοῦ Πατρός· Ἐξ Αἰγύπτου ἐκάλεσα τὸν Υἱόν μου.

Βʹ. Ἀφ᾽ ὑμῶν γὰρ ἐξήχηται ὁ λόγος εἰς πάντας ἀνθρώπους, ὑγιῶς πιστευόμενός τε καὶ κηρυσσόμενος καὶ ὑμεῖς ἄριστοι καρποδόται πάντων, μάλιστα τῶν νῦν ὀρθῶς πιστευόντων, ὅσα ἐμὲ γινώσκειν, τὸν τῆς τοιαύτης τροφῆς, οὐκ ἐραστὴν μόνον, ἀλλὰ καὶ χορηγὸν, καὶ οὐκ ἔνδημον μόνον, ἀλλ᾽ ἤδη καὶ ὑπερόριον.

Ὑμεῖς γὰρ τρέφετε μὲν σωματικῶς δήμους καὶ πόλεις, ἐφ᾽ ὅσον ἐξικνεῖται ὑμῶν τὸ φιλάνθρωπον· τρέφετε δὲ πνευματικῶς, οὐ τὸν δεῖνα δῆμον, οὐδὲ τήνδε, ἢ τήνδε τὴν πόλιν μικροῖς ὁρίοις περιγραφομένην, κἂν φρονῶσιν ὑπέρλαμπρον, ἀλλὰ μικροῦ πᾶσαν τὴν οἰκουμένην. Καὶ θεραπεύετε, οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἃ καὶ λιμώττειν οὐ μέγα, καὶ μὴ λιμώττειν ῥᾴδιον· ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγου Κυρίου, ὃν καὶ πάσχειν ἐλεεινότατον, καὶ θεραπεύειν νῦν ἐργωδέστατον· ἐπειδὴ ἐπληθύνθη ἡ ἀνομία, καὶ ὀλίγους εὑρίσκω τοὺς γνησίους ταύτης θεραπευτάς.

Γʹ. Τοιοῦτος Ἰωσὴφ ὁ ὑμέτερος σιτομέτρης, ταυτὸν δὲ εἰπεῖν καὶ ἡμέτερος, ὃς καὶ προβλέπειν ᾔδει λιμὸν ὑπὸ σοφίας ὑπερβαλλούσης, καὶ θεραπεύειν λόγοις οἰκονομίας, ταῖς καλαῖς τῶν βοῶν καὶ πίοσι, τὰς αἰσχρὰς καὶ ἀτρόφους ἰώμενος. Καὶ Ἰωσὴφ ὁπότερον βούλει λαμβάνειν, εἴτε τὸν τῆς ἀθανασίας ἐραστὴν, καὶ δημιουργὸν, καὶ ἐπώνυμον· εἴτε τὸν ἐκείνου καὶ θρόνῳ, καὶ λόγῳ, καὶ πολιᾷ διάδοχον, τὸν νέον Πέτρον ἡμῖν, οὐχ ἧττον τὴν ἀρετὴν, ἢ τὴν κλῆσιν· ὑφ᾽ ὧν τὸ μέσον ἐξεκόπη καὶ συνετρίβη, κἂν ἔτι σπαίρῃ μικρά τε καὶ ἀσθενῆ, καθάπερ τὸ οὐραῖον διακοπέντος τοῦ ὄφεως· ὧν ὁ μὲν ἐν γήρᾳ καλῷ καταλύσας τὸν βίον ἐπὶ πολλοῖς τοῖς ἀγωνίσμασι καὶ ἀθλήμασιν, ἄνωθεν ἐποπτεύει, εὖ οἶδα, νῦν τὰ ἡμέτερα, καὶ χεῖρα ὀρέγει τοῖς ὑπὲρ τοῦ καλοῦ κάμνουσι, καὶ τόσῳ μᾶλλον, ὅσῳ τῶν δεσμῶν ἐστιν ἐλεύθερος· ὁ δὲ ἐπὶ τὴν αὐτὴν κατάλυσιν, ἢ ἀνάλυσιν, ἐπὶ τοῖς αὐτοῖς ἄθλοις ἐπείγεται, καὶ πλησιάζει μὲν ἤδη τοῖς ἄνω, τοσοῦτον δὲ μετὰ τῆς σαρκός ἐστιν ἔτι, ὅσον βοηθῆσαι τῷ λόγῳ τὰ τελευταῖα, καὶ τῆς ὁδοῦ γενέσθαι μετὰ δαψιλεστέρων τῶν ἐφοδίων.

Δʹ. Τούτων ὑμεῖς θρέμματα καὶ προβλήματα τῶν μεγάλων, καὶ δογματιστῶν, καὶ ἀγωνιστῶν τῆς ἀληθείας, καὶ νικητῶν· οὓς οὐ καιρὸς, οὐ δυνάστης, οὐ λόγος, οὐ φθόνος, οὐ φόβος, οὐ κατήγορος, οὐ συκοφάντης, οὐ φανερῶς πολεμῶν, οὐ λαθραίως ἐπιβουλεύων, οὐχ ἡμέτερος τῷ δοκεῖν, οὐκ ἀλλότριος, οὐ χρυσὸς, ὁ ἀφανὴς τύραννος, ᾧ νῦν τὰ πολλὰ μεταῤῥίπτεται καὶ πεττεύεται, οὐ θεραπεῖαι, οὐκ ἀπειλαὶ, οὐκ ἐξορίαι μακραί τε καὶ ἀριθμούμεναι (δημεύσει γὰρ οὐκ ἐγένοντο μόνον ἁλωτοὶ, διὰ τὸν μέγαν πλοῦτον, τὴν ἀκτημοσύνην), οὐκ ἄλλο οὐδὲν τῶν ἀπόντων, ἢ τῶν παρόντων, ἢ τῶν προσδοκωμένων ἐπῆρεν, οὐδὲ ἀνέπεισε χείρους γενέσθαι, καὶ προδοῦναί τι τῆς Τριάδος, καὶ ζημιωθῆναι θεότητα. Τοὐναντίον μὲν οὖν ἐῤῥώσθησαν τοῖς κινδύνοις, καὶ φιλοτιμότεροι γεγόνασιν εἰς εὐσέβειαν. Τοιοῦτο γὰρ τὸ παθεῖν ὑπὲρ Χριστοῦ, τῷ φίλτρῳ προστίθησι, καὶ οἷον ἀῤῥαβὼν γίνεται τῶν ἑξῆς ἄθλων τοῖς μεγαλόφροσι.

Τοιαῦτά σου, Αἴγυπτε, τὰ νῦν διηγήματά τε καὶ θαύματα. Εʹ. Σὺ δέ μοι τοὺς τράγους ἐπῄνεις τοὺς Μενδησίους, καὶ τὸν Μεμφίτην Ἄπιν, μόσχον σιτευτόν τινα καὶ πολύσαρκον, καὶ τὰς Ἴσιδος τελετὰς, καὶ τοὺς Ὀσίριδος σπαραγμοὺς, καὶ τὸν σεμνόν σου Σάραπιν, ξύλον προσκυνούμενον μετὰ μύθου, καὶ χρόνου, καὶ τῆς τῶν προσκυνούντων ἀνοίας, ὡς ὕλην ἄγνωστόν τινα καὶ οὐράνιον, πλὴν ὕλην, κἂν βοηθῆται τῷ ψεύδει· καὶ τὰ ἔτι τούτων αἰσχρότερα, κνωδάλων τινῶν καὶ ἑρπετῶν πολυειδῆ πλάσματα, ὧν πάντων ὑπερῆρε Χριστὸς, καὶ οἱ Χριστοῦ κήρυκες· ἄλλοι τε ἄλλως κατὰ τοὺς ἑαυτῶν ἕκαστοι χρόνους ἐκλάμψαντες· καὶ δὴ καὶ οἱ νῦν μνημονευθέντες Πατέρες· ἀφ᾽ ὧν σὺ γινώσκῃ μᾶλλον, ὦ θαυμασία, σήμερον, ἢ πάντων ὁμοῦ πάντες, καὶ παλαιῶν καὶ νέων διηγημάτων.